IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Κ

JGR V 10.26

Περὶ κουρατόρων καὶ προκουρατόρων, καὶ τίνες κωλύονται κουρατορεύειν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιζ ' τί. β΄ κεφ. α΄, ἐν ᾧ φησιν· Ἔγνωμεν, ὅτι κουράτορα πατὴρ οὐ δύναται καταλιπεῖν τοῖς ἑαυτοῦ παισίν. τούτοις τοίνυν ἀκολούθως καὶ ἡ παροῦσα διάταξις νομοθετοῦσα λέγει· ὅτι κουράτωρ μὲν ἐν διαθήκῃ πατρὸς οὐκ ὀρθῶς δίδοται. εἰ δὲ δοθεὶς καὶ εἰδὼς ἑαυτὸν ἀνυποστάτως δεδόσθαι θεσμῷ φιλίας διοικήσει τὰ πράγματα, ἡ κατὰ τῶν διοικούντων ἀλλότρια κινουμένη ἀγωγὴ ἁρμόζει, καὶ κατὰ τοῦ περιόντος καὶ κατὰ τῶν κληρονόμων αὐτοῦ. καὶ κεφ. ιζ΄.

2

pr.Ἀνάγν. βι. λζ΄ τί. β΄ι κεφ. λ΄ καὶ τί. ε΄, οὗτινος ἐν τῷ ιθ΄ κεφ. φησὶν, ὅτι γυνὴ οὐ κουρατορεύει.

3

pr.Ἐν δὲ τῷ λγ ' κεφ. Ὁ ἔνοπλον στρατείαν στρατευόμενος οὐδὲ ἐπίτροπος οὐδὲ κουράτωρ δύναται χειροτονηθῆναι. εἰ δὲ καὶ κατὰ πλάνην διοικήσει, κατέχεται τῇ περὶ πραγμάτων διοικήσεως ἀγωγῇ.

4

pr.Ἐν δὲ τῷ λς΄ κεφ. Δοῦλος ἐπίτροπος ἢ κουράτωρ οὐ δύναται δοθῆναι.

5

pr.Ἀνάγν. καὶ τί. ς ' καὶ τί. ζ΄, οὗτινος ἐν τῷ ζ΄ κεφ. φησίν· Ὁ κληρονόμος τοῦ κουράτορος, μὴ ὀχλῶν ἕτερον προβληθῆναι, καταβάλλει τόκους καὶ ὑπὲρ τῶν παρ᾽ αὐτῷ ἀποκειμένων χρημάτων.

6

pr.Ἐν δὲ τῷ κ΄ κεφ. Οὐκ ἀναγκάζεται ὁ κουράτωρ τῷ συγκουράτορι τοὺς λόγους ἀποδοῦναι τῆς ἰδίας διοικήσεως.

7

pr.Ἐν δὲ τῷ ξ΄ κεφ. Ἐὰν κουράτωρ ὁμολογήσῃ παρασχεῖν ρ΄ νομίσματα ὑπὲρ προικὸς τῆς κουρατορευομένης, καὶ χρέους ἀναφανέντος εὑρεθῇ μὴ ἔχουσα τοσαῦτα ἡ οὐσία, οὐ βοηθεῖται. καὶ τοῖς ὀρφανικοῖς γὰρ δανεισταῖς ἑκουσίως ἐρωτώμενος καὶ ἐνοχοποιῶν ἑαυτὸν οὐ βοηθεῖται. εἰ δὲ καὶ εἰδὼς μὴ τοσαῦτα τὴν οὐσίαν ἔχειν ὡμολόγησεν, ἢ ἔδοξε δωρεῖσθαι ἢ διὰ τὸν δόλον ἐνέχεται. εἰ δὲ μὴ ὡς δωρούμενος ὡμολόγησεν, ἔχει τὴν γυναῖκα ἔνοχον καὶ συνεστῶτος τοῦ γάμου καὶ μετὰ διάλυσιν.

8

pr.Ἀνάγν. καὶ τί. η΄ καὶ θ΄ καὶ ι΄ καὶ ια΄· διαλαμβάνουσι γὰρ καὶ αὐτοὶ μερικῶς περὶ κουρατόρων. ἀνάγν. καὶ βι. λη΄ τί. α΄ καὶ β΄ καὶ γ΄ καὶ ζ΄ καὶ θ΄ καὶ ι΄ καὶ ιβ΄ καὶ ιγ΄ καὶ ιε΄ καὶ ιθ΄· ὁμοίως γὰρ καὶ ἐν αὐτοῖς διαλαμβάνεται μερικῶς περὶ κουρατόρων.