IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Κ

JGR V 10.17

Περὶ κληρονόμων ἐνεχομένων ἐκ τῶν πλημμελημάτων τῶν τελευτησάντων καὶ ἐναγόντων καὶ ἐναγομένων ὑπὲρ τῶν κληρονομιαίων πραγμάτων, καὶ περὶ τῆς τούτων ἐκδικήσεως καὶ ἀπαιτήσεως καὶ ἀποκαταστάσεως ἀπὸ τῶν ταῦτα νεμομένων, εἴτε καλῇ πίστει εἴτε κακῇ.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιε΄ τί. α΄ κεφ. ν ' καὶ να΄ καὶ νε΄ καὶ ξς΄ θέμ. β΄ καὶ τί. δ΄ κεφ. ιβ΄ θέμ. β΄.

2

pr.Ἀνάγν. καὶ βι. κδ΄ τί. ζ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἐὰν ὁ δημόσιός ἐστι χρεωστούμενος, ἡ μὲν προσωπικὴ ἀγωγὴ κατὰ πάντων τῶν κληρονόμων ἁρμόζει τοῦ χρεώστου, ἡ δὲ ὑποθηκαρία κατὰ τοῦ διακρατοῦντος τὰ ἐνέχυρα.

3

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Περὶ χρεῶν οἱ κληρονόμοι κατέχονται, οὐχ οἱ λεγατάριοι.

4

pr.Εἰ δὲ μετὰ προκάταρξιν ὁ ἁμαρτήσας τελευτήσει, εἰς ὁλόκληρον παραπέμπεται ἡ ἀγωγὴ κατὰ τῶν αὐτοῦ κληρονόμων. ἐὰν δὲ πρὸ προκατάρξεως, εἰς μόνον τὸ περιελθὸν ἐνάγονται. οὐδὲ γὰρ δίκαιόν ἐστιν ἐξ ἀλλοτρίας ζημίας κερδαίνειν τοὺς κληρονόμους.