IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Κ

JGR V 10.18

Περὶ κληρικῶν ἱερέων τε καὶ λοιπῶν τῶν ἐκκλησιαστικῷ βαθμῷ καταλεγομένων.

Abrir no leitor do IusCommune →

1

pr.[Ἀνάγν. βι. β΄ τί. α΄ κεφ. α΄ περὶ] τοῦ μὴ ἀναγκάζεσθαι αὐτοὺς ἐπιτρόπους ἢ κουράτορας γίνεσθαι· ἀλλ᾽ οὐδὲ ἐκλήπτορά φησιν ἢ ἀπαιτητὴν δημοσίων συντελειῶν ἢ μισθωτὴν τελῶν ἢ ἀλλοτρίων κτήσεων ἢ κουράτορα οἴκου ἢ ἐντολέα δίκης ἢ ἐγγυητὴν ὑπὲρ τούτων τῶν αἰτιῶν ἐπίσκοπον ἢ οἰκονόμον ἢ ἄλλον κληρικὸν οἱουδήποτε βαθμοῦ ἢ μοναχὸν, ἰδίῳ ὀνόματι ἢ τῆς ἐκκλησίας ἢ τοῦ μοναστηρίου, ὑπεισιέναι συγχωροῦμεν, ἵνα μὴ διὰ ταύτης τῆς προφάσεως καὶ τοῖς ἁγίοις οἴκοις ζημία γένηται καὶ αἱ θεῖαι ὑπηρεσίαι ἐμποδίζωνται.

2

pr.[Ἐν δὲ τῷ ζ΄ κεφ. φησὶ περὶ τῶν κατηγορίαν τινὰ ποιούντων κατὰ τοῦ μέλλοντος χειροτονεῖσθαι ἐπισκόπου ἢ πρεσβυτέρου ἢ διακόνου. ἐν δὲ τοῦ αὐτοῦ κεφ. θέμ. β΄ φησὶ περὶ ὅρκου διδομένου παρὰ τῶν χειροτονουμένων ἐπισκόπων.]

3

pr.Ἐν δὲ τῷ κε΄ κεφ. Κληρικοὺς δὲ οὐκ ἄλλως χειροτονεῖσθαι συγχωροῦμεν, εἰ μὴ γράμματα ἴσασι καὶ ὀρθὴν πίστιν καὶ βίον σεμνὸν ἔχουσι, καὶ οὐδὲ παλλακὴν οὐδὲ φυσικοὺς ἔχουσιν ἢ ἔσχον παῖδας· ἀλλ᾽ ἢ σωφρόνως βιοῦντας, ἢ γαμετὴν νόμιμον καὶ αὐτὴν μίαν καὶ πρώτην ἐσχηκότας ἢ ἔχοντας, καὶ μηδὲ χήραν μηδὲ διαζευχθεῖσαν ἀνδρὸς μηδὲ ἄλλως τοῖς νόμοις ἢ τοῖς θείοις κανόσιν ἀπηγορευμένην.

4

pr.Ἐν δὲ τῷ λ ' κεφ. Καὶ γενικῶς νομοθετοῦμεν, μηδενὶ ἐξεῖναι ἐν οἱῳδήποτε ἐκκλησιαστικῷ βαθμῷ καθεστῶτι ἀναχωρεῖν ἐξ αὐτοῦ καὶ κοσμικὸν γίνεσθαι· ἐπισταμένων τῶν οὕτω ποιούντων, ὅτι καὶ τῆς ὡς εἰκὸς ἐπικειμένης αὐτοῖς ζώνης ἢ ἀξίας ἢ στρατείας γυμνωθήσονται καὶ τῇ τάξει τῆς ἰδίας πόλεως παραδοθήσονται.

5

pr.Ἐν δὲ τῷ λα΄ κεφ. Αλλ᾽ οὐδὲ κληρικὸν οἱουδήποτε βα θμοῦ διδόναι τὶ ἐκείνῳ ὑφ᾽ οὗ χειροτονεῖται ἢ ἄλλῳ οἱῳδήποτε προσώπῳ συγχωροῦμεν· μόνας δὲ παρέχειν αὐτὸν τὰς συνηθείας τοῖς τῷ χειροτονοῦντι ὑπηρετουμένοις καὶ ἐξ ἔθους κομιζομένοις, ἑνὸς ἐνιαυτοῦ διάρια ' μὴ ὑπερβαινούσας. ἐν δὲ τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ, ἐν ᾗ κατατάττεται τὴν θείαν πληροῦν λειτουργίαν, καὶ μηδὲν παντελῶς τοῖς ἰδίοις συγκληρικοῖς διδόναι ὑπὲρ τῆς ἰδίας ἐμφανείας, μηδὲ διὰ ταύτην τὴν αἰτίαν τῶν ἰδίων παραμυθιῶν ἢ τῶν ἄλλων μεριτικῶν αὐτὸν ἀποστερεῖσθαι. Ἀλλὰ μηδὲ ξενοδόχον ἢ πτωχοτρόφον ἢ νοσοκόμον ἢ ἄλλον οἱουδήποτε εὐαγοῦς οἴκου διοικητὴν ἢ οἱονδήποτε ἐκκλησιαστικὸν φρόντισμα χειρίζοντα διδόναι τὶ ἐκείνῳ ὑφ᾽ οὗ προβάλλεται ἢ ἄλλῳ οἱῳδήποτε προσώπῳ ὑπὲρ τῆς ἐμπιστευθείσης αὐτῷ διοικήσεως. ὁ δὲ παρὰ ταῦτα ἅπερ διετυπώσαμεν ἢ διδοὺς ἢ λαμβάνων ἢ μεσίτης γενόμενος τῆς ἱερωσύνης ἤτοι τοῦ κλήρου ἢ τῆς ἐμπιστευθείσης αὐτῷ οἱασδήποτε διοικήσεως γυμνωθήσεται, τῶν δεδομένων ἐκδικουμένων τῷ εὐαγεῖ τόπῳ, οὗτινος τὸ τοιοῦτον πρόσωπον τὴν χειροτονίαν ἢ φρόντισμα ἢ διοίκησιν ἔλαβεν. εἰ δὲ κοσμικὸς εἴη ὁ λαμβάνων ἢ μεσίτης γινόμενος, τὸ δοθὲν διπλοῦν ἀπαιτηθήσεται, καὶ τῷ εὐαγεῖ τόπῳ, ἐν ᾧ τὸ τοιοῦτον πρόσωπον τὴν διοίκησιν ἢ τὴν χειροτονίαν ἢ φροντίδα ἔλαβε, παρεχέσθω.

6

pr.Ἐν δὲ τῷ μα΄ κεφ. Τοῖς δὲ πρεσβυτέροις καὶ διακόνοις καὶ ὑποδιακόνοις καὶ πᾶσι τοῖς ἄλλοις τοῖς ἐν κλήρῳ τεταγμένοις, μὴ ἔχουσι γαμετὰς κατὰ τοὺς θείους κανόνας, ἀπαγορεύομεν καὶ ἡμεῖς κατὰ τὴν τῶν ἁγίων κανόνων δύναμιν γυναῖκά τινα ἐν τῷ ἰδίῳ οἴκῳ ἐπείσακτον ἔχειν, δίχα μέντοι μητρὸς καὶ θυγατρὸς καὶ ἀδελφῆς καὶ τῶν ἄλλων προσώπων, ἅτινα πᾶσαν ὑποψίαν ἐκφεύγει. ἐπίσκοπον δὲ μηδεμίαν παντελῶς γυναῖκα ἔχειν ἢ μετ᾿ αὐτῆς οἰκεῖν συγχωροῦμεν. εἰ δὲ ἀποδειχθείη τοῦτο μηδαμῶς φυλάξας, τῆς ἐπισκοπῆς ἐκβαλ λέσθω. αὐτὸς γὰρ ἑαυτὸν δείκνυσιν ἀνάξιον τῆς ἱερωσύνης.

7

pr.Ἐν δὲ τῷ μβ΄ κεφ. Διακόνισσαν δὲ οὐδενὶ τρόπῳ μετὰ ἀνδρὸς, ἐξ οὗ δύναται ἀσέμνου βίου ἀναφαίνεσθαι ὑποψία, οἰκεῖν συγχωροῦμεν. εἰ δὲ ταῦτα μὴ παραφυλάξει, ὁ ἱερεὺς ὑφ᾽ ὃν τέτακται ὑπομιμνησκέτω ταύτην, ἵνα πᾶσι τρόποις ἐκβάλῃ τὸν τοιοῦτον ἄνδρα ἐκ τοῦ ἰδίου οἴκου. εἰ δὲ τοῦτο ὑπέρθηται πρᾶξαι, τῆς ἐκκλησιαστικῆς ὑπηρεσίας καὶ τῶν ἰδίων διαρίων ἀλλοτριουμένη ἐν μοναστηρίῳ παραδιδόσθω, κἀκεῖ πάντα τὸν τῆς ἰδίας ζωῆς χρόνον διατελείτω· τῶν πραγμάτων αὐτῆς, εἰ μὲν παῖδας ἔχει, μεταξὺ αὐτῆς κἀκείνων κατὰ τὸν ἀριθμὸν τῶν προσώπων διαιρουμένων, ἵνα τὸ ἁρμόζον τῇ αὐτῇ γυναικὶ τὸ μοναστήριον λαμβάνον ταύτην ἀποτρέφῃ. εἰ δὲ μὴ ἔχῃ παῖδας, πᾶσα ἡ αὐτῆς περιουσία μεταξὺ τοῦ μοναστηρίου ἐν ᾧ ἐμβάλλεται καὶ τῆς ἐκκλησίας ἐν ᾗ πρότερον ἐτέτακτο ἐξ ἴσης μοίρας διαιρείσθω.

8

pr.Ἀνάγν. καὶ τί. β΄ καὶ τί. γ΄ καὶ τί. δ΄α.