IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Κ

JGR V 10.19

Περὶ κλοπῆς γενομένης ὑπὸ ἐλευθέρων τε καὶ δούλων, καὶ περὶ τῶν κλοπιμαίων, καὶ περὶ τῆς παρὰ φαμιλίας γενομένης κλοπῆς, καὶ περὶ τῆς ἐν πανδοχείῳ ἢ καπηλείῳ γενομένης, καὶ περὶ τῆς τῶν κληρονομιαίων κλοπῆς, καὶ τῆς γινομένης εἰς σάκκους ἢ ἐσθῆτας τουτέστι τῶν ἐκδυόντων ἀνθρώπους κλεπτῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. θ ' τί. γ΄ κεφ. να, ἐν ᾧ φησιν· Ἐν τῇ ἀγωγῇ τῇ περὶ κλοπιμαίων εἰς τὸ πᾶν ὁ ἀνὴρ τῇ γυναικὶ κατακρίνεται ἁμάρτημα γάρ ἐστιν.

2

pr.Ἀνάγν. καὶ βι. ιε΄ τί. β΄ κεφ. ια· Τὸ συλληφθὲν παρὰ τῷ καλῇ πίστει [ἐκ] τῆς κλοπιμαίας [διὰ] τῆς πουβλικιανῆς ἀπαιτεῖται, κἂν μὴ ἐνεμήθη᾽ αὐτόν. τῷ δὲ κληρονόμῳ τοῦ κλέπτου οὐχ ἁρμόζει. Ἔσθ᾽ ὅτε κἂν μὴ ἠγόρασα, ἀλλ᾽ ἐδωρήθη μοι ἡ κλοπιμαία, ἔχω ἐπὶ τῷ παρ᾽ ἐμοὶ συλληφθέντι καὶ τεχθέντι ἐξ αὐτῆς τὴν πουβλικιανὴν, ἐὰν ἐν τῷ κινεῖν ἀγνοῶ τὴν μητέρα κλοπιμαίαν. Ἐξ ὧν γὰρ αἰτιῶν ἐδυνάμην διὰ χρήσεως κτήσασθαι τὴν μητέρα, εἰ μὴ κλοπιμαία ἦν, ἐκ τῶν αὐτῶν αἰτιῶν διὰ χρήσεως κτῶμαι τὸν τοκετὸν ἀγνοῶν τὴν μητέρα κλοπιμαίαν.

3

pr.Ἀνάγν. βι. ν΄ τί. δ ' κεφ. θ ' καὶ ιζ ', ἐν ᾧ φησιν· Ἐάν τις καλῇ πίστει ἀγοράσῃ δούλην κλοπιμαίαν, ἐκείνη δὲ συλλάβῃ παρ᾿ αὐτῷ καὶ γεννήσῃ, εἰ καὶ αὐτὴ εἰς αἰτίαν κλοπιμαίαν ἐνέπεσεν, οὐκ ἐστιν ὁ τοκετὸς κλοπιμαῖος καὶ δύναται διὰ τῆς χρήσεως δεσποθῆναι.

4

pr.Ἀνάγν. καὶ βι. ξ ' τί. ς΄ ἀπὸ τοῦ ιθ΄ κεφ., ἐν ᾧ φησιν· Ὁ ἀγοράσας κλοπιμαῖα καὶ ἀπαιτούμενος εἰπεῖν τὸν πεπρακόια οὐκ ὀφείλει λέγειν, ὅτι ἀγνοῶ τίς ἐστιν· παρερχόμενος γάρ τις πέπρακέ μοι αὐτὰ καὶ ὧδευσεν· ἀλλ᾽ ὀφείλει λέγειν τὸν κλέπτην.

5

pr.Ἐν δὲ τῷ κ ' κεφ. Ὁ λαβὼν χρήματα ἐφ᾽ ᾧ διακομίσαι τινὶ, καί τινα ἐξ αὐτῶν παρακατασχὼν καὶ συγχρησάμενος αὐτοῖς, κλοπὴν ἁμαρτάνει.

6

pr.Ἐν δὲ τῷ κα ' κεφ. Ἐὰν μὴ ἀγνωμονοῦντός τινος περὶ τὰς συντελείας ὁ ἀπαιτητὴς ἔλαβε πράγματα καὶ πέπρακε, κλοπὴν ἁμαρτάνει· ὅθεν καὶ εἰς τὸ διπλοῦν κατέχεται αὐτὸς, καὶ οὐδὲ ὁ ἀγοράσας ἀπὸ τῆς χρήσεως δεσπόζει τὸ πρᾶγμα.

7

pr.Ἐν δὲ τῷ κέ κεφ. Ἡ μητρυιὰ ἡ κλέψασα τὰ πράγματα τοῦ ἰδίου προγονοῦ καλῶς ἐνάγεται εἰς τὸ διπλοῦν.

8

pr.Ἐν δὲ τῷ κθ ' κεφ. Ἡ μὲν περὶ κλοπῆς ἀγωγὴ κατὰ κληρονόμων οὐ παραπέμπεται. ἡ δὲ ἀγωγὴ ἡ ἀπαιτοῦσα τὸ κλαπὲν πρᾶγμα κατὰ παντὸς νεμομένου ἁρμόζει. ἀντιγέγραπται δὲ ἡ διάταξις περί τινος δικαιώματα κλέψαντος καὶ τελευτήσαντος.

9

pr.Ἀνάγν. καὶ τί. ι΄. διαλαμβάνει γὰρ περὶ τῆς τῶν κλοπιμαίων ἀπαιτήσεως. οὗτινος ἐν τῷ ιβ΄ κεφ. φησί· Δοῦλος ἐξ ἄλλου κλέπτων ἐνάγεται τῇ περὶ κλοπῆς εἰς τὸ διπλοῦν ἀγωγῇ μετὰ τὴν ἐλευθερίαν, οὐ μὴν καὶ τῇ ἀπαιτούσῃ τὸ κλαπὲν, εἰ μὴ ψηλαφήσει ἐλεύθερος ὤν.

10

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ἐὰν πρὶν ἢ προσαγάγῃ τὸ πρᾶγμα ὁ κλέπτης συμβῇ ἀπολέσθαι, τῷ κλέπτῃ κινδυνεύεται.

11

pr.Ἀνάγν. καὶ τί. ια΄, οὗτινος ἐν τῷ β΄ κεφ. θέμ. δ΄ φησί· [Καὶ ὁ δούλην κλέψας, καὶ διαφθείρας τοὺς τρόπους αὐτῆς ἢ τὸ σῶμα, ἐνέχεται καὶ τῇ περὶ κλοπῆς εἰς τὸ διπλοῦν καὶ τῇ κατὰ τῶν φθειρόντων οἰκέτας.

12

pr.Ἀνάγν. καὶ τί. ιβ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησί·] Τῆς κλοπῆς δύο γένη εἰσὶ, φανερὸν καὶ ἀφανές.

13

pr.Φανερὸς κλέπτης ἐστὶν, ὁ μετὰ τοῦ κλοπιμαίου πράγματος ἐξ οἱουδήποτε προσώπου συλλαμβανόμενος,

14

pr.Πρὶν ἢ τὸ πρᾶγμα ἐπαγάγῃ ἔνθα προέθετο,

15

pr.Ἐν αὐτῇ τῇ ἡμέρᾳ, εἴτε ἐν δημοσίῳ εἴτε ἐν ἰδιωτικῷ τόπῳ. Εἰ δὲ ἀπήγαγεν αὐτὸ ἔνθα προέθετο, κἂν λοιπὸν συλληφθῇ μετ᾿ αὐτοῦ, οὔκ ἐστι φανερὸς κλέπτης.

16

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Δοῦλος κλέψας, καὶ μετὰ ἐλευθερίαν κρατούμενος, οὔκ ἐστι φανερὸς κλέπτης. Τὸ κρατηθῆναι τὸν κλέπτην ποιεῖ αὐτὸν φανερόν. εἰ γὰρ κλέπτοντά με ἐν τῷ οἴκῳ σου θεωρῶν κρύψας· σεαυτὸν ἵνα μὴ φονευθῇς, οὔκ εἰμι φανερὸς κλέπτης. Εἰ δὲ ἐπεδίωξάς με κρατῆσαι καὶ τὸ κλοπιμαῖον ῥίψας ἔφυγον, φανερὸς κλέπτης εἰμί. Καὶ οὐ διαφέρει, εἴτε ὁ δεσπότης συνέσχεν, ἢ γείτων ἤ τις παριών.

17

pr.Ἐν δὲ τῷ ις ' κεφ. Οὔτε ἡμεῖς κατὰ τῶν ὑπεξουσίων ἡμῶν ἔχομεν τὴν περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγὴν, οὔτε αὐτοὶ καθ᾽ ἡμῶν.

18

pr.Ἐν δὲ τῷ κς ' κεφ. Ασφαλειῶν ὑποκλαπεισῶν οὐ μόνον τὸ τίμημα τῶν χαρτῶν, ἀλλὰ καὶ τὸ περιεχόμενον αὐταῖς [ποσὸν] διπλασιάζεται. Καὶ ὁ κλέψας ἀποχὴν εἰς τὸ διαφέρον ἐνέχεται τῷ διπλῷ· οὐ διαφέρει δὲ, ἐὰν ἑτέρωθεν ἡ καταβολὴ δείκνυται. Ὁ δὲ μὴ ἀποκινήσας, ἀλλ᾽ ἀπαλείψας τὸ δικαίωμα, οὐ μόνον τῇ περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγῆ, ἀλλὰ καὶ τῷ ἀκουϊλίῳ ἐνέχεται.

19

pr.Ἐν δὲ τῷ λδ κεφ. Υἱὸς καὶ δοῦλος καὶ γαμετὴ οὐχ ὑπόκεινται τῇ περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγῇ. [ὁ μέντοι σπουδὴν αὐτοῖς εἰσαγαγὼν ἐνέχεται τῇ περὶ κλοπῆς εἰς τὸ διπλοῦν ἀγωγῇ.]

20

pr.Ἐν δὲ τῷ να κεφ. Τῆς ποινῆς καταβληθείσης σώζεται ἡ τοῦ κλαπέντος ἐκδίκησις, καὶ τοῦ κλαπέντος πράγματος καταβληθέντος σώζεται ἡ περὶ κλοπῆς εἰς τὸ διπλοῦν ἀγωγή. Τὸν νυκτερινὸν κλέπτην᾿ τὸν ἔξω πόλεως ἔξεστι φονεύειν, κἂν στρατιώτης ἐστί· τὸν δὲ ἐν πόλεσιν οὐκ ἔξεστι φονεύειν, εἰ μὴ ἐὰν ἄλλως διαφυγεῖν τὸν κίνδυνον ὁ φονεύσας οὐκ ἠδύνατο. τὸν δὲ ἡμερινὸν οὐκ ἔξεστι φονεύειν, εἰ μὴ ἀκόντιον ἐπιφέρεται. πάντα δὲ τὰ βλάπτοντα τῇ τοῦ ἀκοντίου προσηγορίᾳ δίδοται. ἐπὶ ἑκατέρου δὲ δεῖ τοῦτο μετὰ κραυγῆς διαμαρτύρασθαι. οἱ ἐν ' νυκτὶ κλέπτοντες αὐστηρῶς κολάζονται μέχρι τοῦ πρὸς καιρὸν εἰς δημόσιον ἔργον ἐμβληθῆναι. τὸ αὐτὸ καὶ [ἐπὶ τῶν ἐν βαλανείοις κλεπτόντων. εἰ δὲ οἱ κλέπται ἢ οἱ διορύσσοντες ἢ οἱ παραπλήσιοι διεκδικοῦσιν ἑαυτοὺς ἀκοντίῳ, κἂν μηδένα πλήξωσιν, εὐτελεῖς μὲν ὄντες μεταλλίζονται, οἱ δὲ ἔντιμοι ἐξορίζονται. ὁ δὲ ἐν ἡμέρᾳ κλέπτων, εἰ μὲν φανερὸς κλέπτης ἐστὶν, εἰς τὸ τετραπλάσιον ἐνάγεται· ὁε δὲ ἀφανὴς εἰς τὸ διπλάσιον. καὶ τὸν οἱονδήποτε σίδηρον· ἐπιφερόμενον ἀκινδύνως τὶς φονεύει. καὶ ὁ φόβῳ τοῦ μὴ ἀποθανεῖν ἀνελὼν τὸν κλέπτην οὐχ ὑπόκειται ποινῇ, εἰ μὴ δυνάμενος αὐτὸν κατασχεῖν ἀνεῖλεν· ὁ γὰρ τοιοῦτος καὶ τῷ περὶ ἀνδροφόνων ὑπόκειται νόμῳ.

21

pr.Ανάγν. καὶ τί. ιγ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ἐν διαθήκῃ ἐλευθερωθεὶς ἐὰν πρὸ ὑπεισελεύσεως τῆς κληρονομίας βλάψῃ τὴν κληρονομίαν, εἰς τὸ διπλάσιον εἴσω ἐνιαυτοῦ ἐνέχεται. Ἵνα [δὲ] ἁρμόσῃ αὕτη ἡ ἀγωγὴ, δεῖ συνδραμεῖν καὶ δόλον τοῦ ἀπελευθέρου.

22

pr.Ἀνάγν. καὶ τί. κθ΄, οὗτινος ἐν τῷ ἡ κεφ. φησί· Δύναταί τις καὶ κατὰ πατρωοῦ κινῆσαι τὸ περὶ ἀποσυλήσεως κληρονομιαίων πραγμάτων ἔγκλημα.

23

pr.Ἐν δὲ τῷ θ ' κεφ. Εἴτε οἱ ἐλευθερωθέντες ἐνάγονται τῷ περὶ ἀποσυλήσεως κληρονομιαίων πραγμάτων ἐγκλήματι εἴτε οἱ λεγατάριοι, οὐ χρὴ προσχήματι κολάσεως ἀποστερῆσαι αὐτοὺς τῶν καταλειφθέντων αὐτοῖς λεγάτων ἢ τῶν καταλειφθεισῶν αὐτοῖς ἐλευθεριῶν.

24

pr.Ἀνάγν. καὶ βι. μδ΄ τί. δ΄ κεφ. κθ ', ἐν ᾧ φησιν· Ἐάν τινι λεγατευθῇ μέρος τινῶν πραγμάτων, καί τινα ἐξ αὐτῶν τῶν πραγμάτων κλέψῃ, ἀπὸ τῆς οὐσίας δηλονότι, τὴν ἐπὶ τῷ μέρει τῶν αὐτῶν πραγμάτων ἀγωγὴν ἀπόλλυσιν.

25

pr.Ἀνάγν. καὶ βι. ξ ' τί. ε κεφ. κζ ', ἐν ᾧ φησιν· Ἐὰν ἡ φαμιλία μου κλέψῃ, καὶ μὴ θέλω ἐκδοῦναι αὐτοὺς, τοσοῦτον δίδωμι, ἵσον εἷς ἐλεύθερος κλέψας, τουτέστι τὸ διπλοῦν καὶ τὴν τοῦ πράγματος διατίμησιν, εἴτε ἐν χρήμασιν εἴτε διὰ τῆς ἐκδόσεώς· τινων τῶν ἡμαρτηκότων, καὶ οὐκ ἐνάγομαι περὶ τῶν λοιπῶν.

26

pr.Ἀνάγν. καὶ τί. ιε, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἐὰν πολλῶν κλεψάντων ἢ ζημιωσάντων ὀνόματι τοῦ ἑνὸς κινηθῇ κατὰ τοῦ δεσπότου, ἐπὶ τοσοῦτον ὀνόματι τῶν ἄλλων ἐπέχεται ἡ ἀγωγὴ, ἕως οὗ ἐν τῷ πρώτῳ δικαστηρίῳ ὁ ἐνάγων δυνηθῇ λαβεῖν, ὅσον ἐλεύθερον κλέψαντα παρασχεῖν ἐχρῆν,

27

pr.Τουτέστι καὶ τὴν ποινὴν τοῦ διπλοῦ, καὶ τὸ ἁπλοῦν τοῦ πράγματος. εἰ δὲ ἄποροι εἶεν οἱ τοῦτο πεπραχότες, τυπτόμενοι ἐξοριζέσθωσαν. ἐὰν δὲ οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ἐπὶ κλοπῇ ἁλῶσι, χειροκοπείσθωσαν.

28

pr.Καὶ ἐλευθεροῦται οὐ μόνος αὐτὸς, ἀλλὰ καὶ ὁ ἀγοράσας τινὰ τῶν κλεψάντων, καὶ αὐτὸς ὁ κλέψας ἐλευθερούμενος.

29

pr.Ἀνάγν. καὶ τί. ιδ΄, οὗτινος ἐν τῷ α κεφ. φησίν· Ἐὰν κλαπῇ τι ἐν καπηλείῳ ἢ ἐν πανδοχείῳ παρὰ τῶν ὄντων ἐν αὐτοῖς, εἴτε συμβουλῇ καὶ συνεργείᾳ τοῦ προεστῶτος, ἐξουσίαν ἔχει ὁ κλαπεὶς ἢ τὴν περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγὴν κινῆσαι κατὰ τοῦ κλέπτου, ἢ τὴν πραιτορίαν κατὰ τοῦ προεστῶτος τοῦ καπηλείου. Εἰ μέντοι τὴν φυλακὴν τοῦ πράγματος ὁ κάπηλος ἀνεδέξατο, αὐτὸς ἔχει τὴν περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγὴν, καὶ οὐχ ὁ δεσπότης. Ὀνόματι ἐλευθέρου καὶ δούλου ἀλλοτρίου εἰς ὁλόκληρον ἐνάγεται· τὸν ἴδιον δὲ δοῦλον εἰς νόξαν ἐκδιδοὺς ἐλευθεροῦται. Καὶ τῶν πρὸς ὑπουργίαν τοῦ καπηλείου ὄντων ἐν αὐτῷ καὶ τῶν ἐκεῖ διηνεκῶς οἰκούντων ἐπιγινώσκει τὰ ἀποτελέσματα ὁ κάπηλος, οὐ μὴν τῶν παροδευόντων. οὐ γὰρ αὐτοὺς ἀπωθεῖσθαι δύναται ὁ πανδοχεύς.

30

pr.Ἀνάγν. καὶ τί. κβ΄ κεφ., ἐν ᾧ φησιν· Οἱ ἀπὸ σάκκων κλέπτοντες ἢ διαίταις ἀλλοτρίαις διὰ τὸ κλέψαι ὑπεισιόντες ὑπὲρ τοὺς κλέπτας τιμωροῦνται, καὶ ἢ πρὸς καιρὸν δίδονται εἰς δημόσιον ἔργον, ἢ ῥοπαλίζονται καὶ ἀπολύονται, ἢ προσκαίρως ἐξορίζονται.

31

pr.Ἀνάγν. καὶ τί. κη΄ κεφ. α΄, ἐν ᾧ φησιν· Οἱ τοὺς ἀνθρώπους ἐκδύοντες, ὡς τραχύτεροι τῶν κλεπτῶν εἰς ἔργον δημόσιον προσκαίρως ἢ διηνεκῶς ἐμβάλλονται· οἱ δὲ τιμιώτεροι προσκαίρως ἀποκινοῦνται τοῦ ὀφφικίου, ἢ τῆς αὐτῶν πατρίδος ἐξορίζονται. ἔνθα γὰρ παρὰ τῶν νόμων ἰδικὴ ποινὴ οὐχ ὥρισται, ἔξεστι τῷ δικάζοντι ἐπαγαγεῖν ἣν βούλεται.

32

pr.Περὶ τῶν μὴ δυναμένων ἐνάγεσθαι τῇ περὶ κλοπῆς ἀγωγῇ καὶ ἀφαιρέσεως πραγμάτων, καὶ περὶ κλοπῆς γενομένης ἐν τοῖς τῷ δημοσίῳ διαφέρουσι] προείρηται ἐν τῷ περὶ δημοσίου.