JGR V 10.20
Περὶ κογχυλευτῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. νδ΄ τί. ις, ἐν ᾧ καὶ περὶ ὀξυβάφων διαλαμβάνει, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἐπειδὴ οἱ καθολικοὶ τῶν ἡμετέρων πραγμάτων, ἔτι μὴν καὶ οἱ βαφεῖς καὶ οἱ γυναικειάριοι, πολλὰ διέφθειραν καὶ ἐκακούργησαν, τοῦτο δὲ γέγονεν ἐκ τοῦ γενέσθαι αὐτοὺς κατὰ προστασίαν, διὰ τοῦτο συνορῶμεν τοῦ λοιποῦ μὴ γίνεσθαι οὕτω τινὰ, ἐπεὶ εἰς κεφαλὴν ὁ τοιοῦτος τιμωρηθήσεται.
2
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ἐὰν κογχυλευτής στρατεύσηται ἢ ἀξιώματος τύχῃ, οὐδὲν ἧττον τῇ οἰκείᾳ ἀποδοθήσεται τύχῃ. εἰ δὲ ὁμόεθνός τις ἔλαβε παρ᾽ αὐτοῦ εἴδη τινὰ, ἀναδιδότω αὐτά. ΧΧΙ.