IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Κ

JGR V 10.21

Περὶ κοινωνίας καὶ λύσεως αὐτῆς, καὶ περὶ κοινοπραξίας, καὶ περὶ δαπανημάτων γινομένων παρὰ [τῶν] κοινωνῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιβ΄ τί. α΄ κεφ. α· Συνίσταται κοινωνία ἢ διηνεκῶς, τουτέστιν ἕως οὗ ζῶσιν, ἢ πρὸς καιρὸν, ἢ ἀπὸ καιροῦ, ἢ ὑπὸ αἵρεσιν '.

2

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἐν τῇ κοινωνίᾳ τῶν πραγμάτων πάντων παραχρῆμα τῶν συναλλασσόντων πάντα γίνεται κοινὰ, ὡς σιωπηρῶς παραδεδομένα, πλὴν τῶν χρεῶν.

3

pr.Ἐν δὲ τῷ γ ' κεφ. Ἐὰν ῥητῶς πάντων τῶν πραγμάτων γένηται κοινωνία, καὶ κληρονομία καὶ λεγάτα καὶ δωρεαὶ καὶ πᾶν κέρδος τῇ κοινότητι προσπορίζεται. Ἡ κατὰ δόλον καὶ ἀπάτην γινομένη κοινωνία οὐκ ἔῤῥωται. τούτοις γὰρ ἡ ἀγαθὴ πίστις ἐναντιοῦται.

4

pr.Ἐν δὲ τῷ δ ' κεφ. Συνίσταται κοινωνία πράγματι καὶ ῥήματι ' καὶ δι᾽ ἀγγέλου, καὶ διαλύεται ἀπαγορεύσει, θανάτῳ, καταστάσεως ἐναλλαγῇ καὶ ἀπορίᾳ.

5

pr.Συνίσταται καὶ ἐπὶ πᾶσι τοῖς πράγμασι, καὶ ἐπὶ πραγματείᾳ καὶ ἐπὶ τέλει καὶ ἐφ᾽ ἑνὶ πράγματι. καὶ μεταξὺ τῶν ἄνισον οὐσίαν ἐχόντων· ὁ γὰρ πενέστερος ὡς ἐπίπαν τὸ λεῖπον ἐν χρήματι διὰ τῆς σπουδῆς ἀντεισάγει.

6

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ἐὰν ἁπλῶς γένηται κοινωνία, καὶ μὴ λεχθῇ ἐπὶ τίνι, δοκεῖ συνίστασθαι ἐπὶ τῷ πόρῳ, τουτέστιν ἐπὶ τῷ περιγενομένῳ πόρῳ καὶ κέρδει ἀπὸ πράσεως καὶ ἀγορασίας καὶ μισθώσεως καὶ ἐκλήψεως.

7

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ἐὰν ἀπαγορεύσω τῷ ἀπολιμπανομένῳ μου κοινωνᾷ, ὅσα μὲν κτήσομαι ἕως οὗ μάθῃ, κοινὰ γίνεται· ἡ δὲ ζημία μόνον ἐμὲ ὁρᾷ. τὸ δὲ κέρδος τοῦ κοινωνοῦ αὐτοῦ μόνου ἐστὶ, καὶ ζημία κοινή. Ἐν τῇ συστάσει τῆς κοινωνίας οὐδὲν δεῖ περὶ τῆς ἀπαγορεύσεως συμφωνεῖν. κατὰ φύσιν γὰρ τῆς κοινωνίας μενούσης· ὁ παρὰ καιρὸν ἀπαγορεύσας ἐνέχεται.

8

pr.Ἐν δὲ τῷ κε΄ κεφ. Τὰ ἐξ οἰκείας ἀμελείας συμβαίνοντα ἐπιγινώσκει ὁ κοινωνὸς, κἂν ἐν πολλοῖς ἑτέροις ὠφέλησεν.

9

pr.Οὐδὲ γὰρ συλλογίζεται τῷ κέρδει ἡ ἀμέλεια.

10

pr.Ἐν δὲ τῷ κθ ' κεφ. Ἐὰν μὴ λεχθῇ τὰ μέρη, ἴσα εἰσί. δυνατὸν δὲ συμφωνεῖν, τὸν μὲν ἔχειν ἓν μέρος, τὸν δὲ δύο ἢ τρία· ἐὰν μέντοι [τὶ] πλέον εἰσαγάγῃ τῇ κοινωνίᾳ, ἢ ἐν χρήμασιν ἢ ὑπουργίᾳ ἢ ἑτέρῳ τινί. Καὶ ἵνα τὶς μὴ ζημιῶται μὲν, τοῦ δὲ κέρδους ἐστὶ κοινωνὸς, ἐὰν τοσαύτη ἐστὶν ἡ ὑπουργία, ὅσον ἡ ζημία, ἐὰν μόνος πλῇ ἢ κινδυνεύῃ ἢ ξενιτεύῃ. Οὐ δυνατὸν συμφωνεῖν, ὥστε τὸν μὲν μόνον τὴν ζημίαν, τὸν δὲ τὸ κέρδος οἰκειοῦσθαι.

11

pr.Ἐν δὲ τῷ λβ ' κεφ. Ὅτε μὲν ἀπὸ συναινέσεως γένηται κοινωνία, χώρα τῇ περὶ κοινωνίας ἀγωγῇ· ὅτε δὲ χωρὶς συναινέσεως, κοινοπραξία ἐστίν.

12

pr.Ἐν δὲ τῷ μγ ' κεφ. Ὁ κοινωνός μου ἐπὶ τῷ κοινῷ πρά γματι καὶ τῇ περὶ κλοπῆς καὶ τῇ περὶ κοινωνίας ἀγωγῇ ἐνέχεταί μοι· καὶ οὐκ ἀναιρεῖ τὴν ἑτέραν ἡ ἑτέρα.

13

pr.Ἐν δὲ τῷ μθ ' κεφ. Ὁ κοινωνὸς ἀπὸ δόλου ἐνέχεται. εἰ δὲ τέχνην ἢ ὑπηρεσίαν ἐν τῷ συνίστασθαι τὴν κοινωνίαν ὑπέσχετο, καὶ ἀπὸ ἀμελείας ἐνέχεται. Καὶ ὅτι τὰ τυχηρὰ ὁ κοινωνὸς οὐκ ἐπιγινώσκει. ὅθεν τὰ δοθέντα διατετιμημένα θρέμματα, εἰ μὲν ὑπὸ λῃστῶν ἀφαιρεθῶσι, κοινὴ γίνεται ἡ ζημία· εἰ δὲ κλαπῶσι, μόνος ὁ ἐσχηκὼς αὐτὰ ζημιοῦται· χρεωστεῖ γὰρ φυλακὴν ὁ δεξάμενος διατετιμημένα. καὶ ἁρμόζει ἡ περὶ κοινωνίας ἀγωγὴ, ἐὰν ἐπὶ κοινωνίᾳ ἐδόθησαν βόσκεσθαι. Ἐὰν ὁ κοινωνὸς ἐπὶ κοινῇ ἀποδημήσας ἐμπορίᾳ περιέπεσε λῃσταῖς, καὶ ἀπώλεσεν ἴδια χρήματα ἢ πράγματα, ἅτινα εἰ μὴ διὰ τὴν ἐμπορίαν οὐκ ἐλάμβανε, τὸ μέρος τῆς ζημίας ἐπιγινώσκει ὁ κοινωνὸς, καὶ τῶν περὶ τὴν ἰατρείαν δαπανῶν. τὸ αὐτό ἐστι κἂν πλέων μετὰ τῆς πραγματείας ἐναυάγησε καὶ ἐζημιώθη· ὅτε χωρὶς θαλάσσης οὐκ εἰώθει ἡ πραγματεία φέρεσθαι. Εἰ καὶ τὰ μάλιστα ὁ αὐτεξούσιος οὐ συνεισάγει τῷ μείναντι ὑπεξουσίῳ τὰ ἀπὸ στρατείας προσγινόμενα καὶ τὰ σιτηρέσια, ἐπειδὴ εἰ καὶ ὑπεξούσιος ἦν οὐ προσεπόριζεν αὐτὰ τῷ πατρὶ, ὅμως ἐὰν ἀδελφοὶ κοινωνίαν συστήσωνται, καὶ ταῦτα κοινοποιοῦνται.

14

pr.Ἐν δὲ τῷ ν ' κεφ. Ὁ κοινωνὸς ὑπερτιθεμένων τῶν ἄλλων ἐὰν ἀνανεώσῃ τὸν κοινὸν οἶκον, ἐπιλογὴν ἔχει ἢ τὰ δαπανηθέντα λαβεῖν μετὰ τόκων εἴσω τεσσάρων μηνῶν μετὰ τὴν ἀνανέωσιν, καὶ ἔχει περὶ τὴν ἀνανέωσιν προνόμιον ἤτοι ἀπαίτησιν τῶν ἄλλων δανειστῶν ὡς εἰς ἐπανόρθωσιν τούτου δαπανήσας ὥσπερ ὁ δανείσας πιπρασκομένου δηλαδὴ τοῦ οἴκου ἢ καὶ τὸν οἶκον εἰς δεσποτείαν μετὰ τὴν τετράμηνον· ἢ μᾶλλον διὰ τῆς περὶ κοινωνίας ἀγωγῆς λαβεῖν τὸ διαφέρον· ἴσως γὰρ οὐ βούλεται σχεῖν τὸν οἶκον. διὰ τοῦτο δὲ τετραμήνῳ περιωρίσθη ὁ τόκος, ἐπειδὴ μετ᾿ αὐτὴν ὁ νόμος τὴν δεσποτείαν δίδωσι τῷ ἀνανεώσαντι. Ὁ πάντων τῶν πραγμάτων κοινωνὸς πάντα κοινοποιεῖ, καὶ τὰ ἀπὸ τῆς περὶ ὕβρεως ἀγωγῆς καὶ τοῦ ἀκουϊλίου, εἴτε τὸ σῶμα αὐτοῦ εἴτε τοῦ υἱοῦ αὐτοῦ ἐβλάβη. Οὐ κοινοποιεῖ δὲ τὰ ἐξ ἀπηγορευμένων αἰτιῶν. εἰ δὲ καταδικασθῇ τῇ περὶ ὕβρεως ἀγωγῇ ἢ ὡς μὴ παραστὰς τῷ δικαστῇ, εἰ μὲν ἀδίκως κατεδικάσθη, ἐκ τοῦ κοινοῦ δίδοται· εἰ δὲ δικαίως, μόνος ζημιοῦται.

15

pr.Ὅπερ δὲ ἀπὸ κλοπῆς ἢ ἑτέρου πλημμελήματος σχῇ, οὐ χρὴ κοινοποιεῖσθαι. αἰσχρὰ γάρ ἐστιν ἡ τῶν ἁμαρτημάτων κοινωνία. εἰ δὲ συνεισενέγκῃ· αὐτῷ, κοινοποιεῖται.

16

pr.Καὶ οὐκ ἀναλαμβάνει αὐτὸ, εἰ μὴ καταδικασθῇ.

17

pr.Τότε γὰρ, εἰ μὲν ἀγνοοῦντος τοῦ κοινωνοῦ εἰσήγαγεν αὐτὸ τῇ κοινότητι, μόνον αὐτὸ λαμβάνει· εἰ δὲ γινώσκοντος, καὶ τὴν ποινὴν λαμβάνει.

18

pr.Ἐν δὲ τῷ νγ ' κεφ. Θανάτῳ λύεται ἡ κοινωνία, καὶ οὐκ ἐφεῖται συμφωνεῖν διαβαίνειν αὐτὴν εἰς κληρονόμους, εἰ μὴ ἐπὶ δημοσίων χρεῶν. καὶ τοῦτο μετὰ λογισμοῦ δεῖ σκοπεῖν. τί γάρ; ὅτι διὰ τὴν ὑπουργίαν τοῦ τελευτήσαντος συνέστη καὶ χωρὶς αὐτοῦ διοικεῖσθαι οὐ δύναται.

19

pr.Ἐν δὲ τῷ νδ ' κεφ. Τοῦ κέρδους ὁ κοινωνὸς οὐ δίδωσι τόκους, εἰ μὴ ἀπὸ ὑπερθέσεως καὶ συγχρήσεως. ἐπὶ δὲ τοῦ κληρονόμου τοιοῦτον οὐδὲν λέγομεν· λέλυται γὰρ ἡ κοινωνία. καὶ ὁ κοινωνὸς δὲ περιὼν οὐχ ὡς τόκον, ἀλλ᾽ ὡς διαφέρον δίδωσι. Ἐὰν ὁ κοινωνὸς ἀντιστὰς φεύγουσι τοῖς πρασίμοις δούλοις τραυματισθῇ ἐξ αὐτῶν, οὐ λαμβάνει τὴν δαπάνην τῆς ἐπιμελείας διὰ τῆς περὶ κοινωνίας ἀγωγῆς. οὐ γὰρ περὶ τὴν κοινωνίαν, εἰ καὶ διὰ τὴν κοινωνίαν, ἐδαπανήθη.

20

pr.Ἐν δὲ τῷ νθ ' κεφ. θέμ. γ΄. Εἰ μὲν πάντες ἀπαγορεύσουσιν οἱ κοινωνοί, λύεται ἡ κοινωνία. εἰ δὲ ὁ εἷς ἀπαγορεύσει, αὐτὸς μὲν τοῖς ἄλλοις, οὐ μὴν δὲ αὐτῷ οἱ ἄλλοι ὑπόκεινται, εἴγε κατὰ δόλον ἀπηγόρευσεν, ἴσως κληρονομίας εἰς αὐτὸν ἐπενεχθείσης. ἡ γὰρ τῆς κληρονομίας ζημία μόνου αὐτοῦ ἔσται, τὸ δὲ κέρδος κοινόν. εἰ δὲ μετὰ τὴν ἀπαγόρευσιν εἰς αὐτὸν ἔλθῃ κληρονομία, οὐ κοινοποιεῖται. Εἰ δὲ καὶ ἐπὶ πράσει πράγματος ἐκοινωνήσαμεν καὶ βουλόμενος αὐτὸ ἀγοράσαι ἀπαγορεύσεις, ἐνέχῃ μοι ἐπὶ τῷ διαφέροντι· εἰ δὲ ὡς ἀπαρεσθεὶς τῇ ἀγορασίᾳ ἀπαγορεύσῃς, οὐκ ἐνέχῃ, κἂν ἀγοράσω αὐτό. Εἰ δὲ καὶ ἐν καιρῷ καθ᾽ ὃν οὐ συμφέρει ἀπαγορεύσει ὁ κοινωνὸς, ἐνέχεται. τὸ δὲ συμφέρον τῇ κοινωνίᾳ καὶ οὐ τῷ καθ᾽ ἕκαστον τῶν κοινωνῶν σκοποῦμεν, εἰ μηδὲν περὶ τούτου ἐν τῷ συνίστασθαι τὴν κοινωνίαν συνέδοξε. Καὶ ὁ πρὸ τοῦ συνδόξαντος χρόνου ἐπὶ τῇ κοινωνίᾳ ἀπαγορεύων· Τοῦ μὲν ἐπισυμβαίνοντος κέρδους οὐδὲν λαμβάνει, δίδωσι δὲ τὸ μέρος τῆς ἐπιγενομένης ζημίας, εἰ μὴ ἐξ ἀνάγκης ἀπηγόρευσε. μετὰ πλήρωσιν δὲ τοῦ χρόνου ἔξεστιν ἀπαγορεύειν· καὶ δι᾽ ἑτέρου '.

21

pr.Ἐν δὲ τῷ ἔγ΄ κεφ. Οὐδεμία κοινωνία εἰς ἀπέραντον συνίσταται.

22

pr.Ἐν δὲ τῷ ξε΄ κεφ. Ὁ κοινωνὸς ἀπὸ ἀμελείας καὶ ῥᾳθυμίας ἐνέχεται. οὐ χρεωστεῖ δὲ μεγάλην ἐπιμέλειαν, ἀλλ᾽ οἵαν ἐν τοῖς ἰδίοις πράγμασιν.

23

pr.Ἐν δὲ τῷ ξς κεφ. Ἐὰν πάντων τῶν πραγμάτων, τουτἐστι καὶ ἐπὶ τοῖς μέλλουσι, γένηται κοινωνία, καὶ αἱ κληρονομίαι κοινοποιοῦνται. εἰ δὲ καὶ ἐπὶ πάσῃ δαπάνῃ καὶ παντὶ κέρδει γένηται, καὶ τὸ δοθὲν εἰς τιμὴν τῶν παίδων τοῦ ἑνὸς πάντες λογίζονται.

24

pr.Ἐν δὲ τῷ οε΄ κεφ. Τῷ δικαίῳ τῆς κοινωνίας ὁ κοινωνὸς [οὐκ] ἐνέχεται ὑπὲρ ὧν ὁ κοινωνὸς αὐτοῦ ἐδανείσατο, εἰ μὴ εἰς τὸ κοινὸν ἦλθε τὰ χρήματα.

25

pr.Ἀνάγν. καὶ βι. ιζ ' τί. α΄ κεφ. ζ΄. ἀνάγν. καὶ βι. νη ' τί. ια κεφ. γ ', ἐν ᾧ φησιν· Ἐὰν ὁ κοινωνὸς εἰς ἀνανέωσιν οἰκίας ἐδαπάνησεν, οὐκ ἀναγκαίως ἔξω τῶν διατεταγμένων βοηθεῖται· εἰ δὲ μόνος ἔκτισας καὶ μὴ ἔλαβες τὸ ἀναλογοῦν μέρος μετὰ τῆς ἑκατοστῆς, εἰς ὁλόκληρον γίνῃ δεσπότης αὐτοῦ, ἐν ᾧ τετράμηνος παρῆλθεν, εἰ μὴ ἄρα ἐκεῖνος [οὐκ] ἐνεπόδισε τῇ καταβολῇ.