IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Κ

JGR V 10.22

Περὶ κοινῶν πραγμάτων καὶ διαιρέσεως αὐτῶν καὶ διαπράσεως, καὶ παρὰ τίνι ὀφείλει εἶναι τὸ κοινὸν δικαίωμα.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιβ΄ τί. β΄, οὗτινος ἐν τῷ ί κεφ. φησί· Τοῦ κοινωνοῦ βλάψαντος τὸ κοινὸν πρᾶγμα καὶ ὁ κληρονόμος αὐτοῦ ἐνέχεται· εἰ καὶ τὰ μάλιστα κατὰ κληρονόμων οὐχ ἁρμόζει ὁ ἀκουΐλιος.

2

pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Ὁ κοινὸς πυλεὼν δύο οἴκων ἄκοντος ἑνὸς τῶν δεσποτῶν οὐ διαιρεῖται, ἐν ᾧ μή ἐστιν ἑτέρωθεν εἴσοδος.

3

pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Ἐὰν ὀνόματί μου καὶ τοῦ γείτονος κτίσω τοῖχον, κοινὸς γίνεται· εἴτε ὡς ἀναληψόμενος τὸ μέρος τῆς δαπάνης εἴτε καὶ κατὰ χάριν ἔπραξα.

4

pr.Ἐν δὲ τῷ λδ κεφ. Εἰ μὴ δύναται διαιρεθῆναι τὰ πράγματα, καθ᾽ ὑπερθεματισμὸν ἑνὶ προσκυρούσθωσαν. ἐὰν δὲ ὁ εἷς τῶν δικαζομένων πένης ὢν μὴ δύνηται ὑπερθεματίσαι, φερέσθω καὶ ἐξωτικὸς ὀφείλων ὑπερθεματισμὸν ἐπὶ τῷ πράγματι ποιήσασθαι.

5

pr.Ἀνάγν. καὶ τί. γ΄, οὗτινος ἐν τῷ [ε] κεφ. φησίν· Ὁ ἄρχων δοκιμαζέτω παρὰ τίνι τῶν κοινωνῶν εἶναι χρὴ τὰ ἐπίκοινα συμβόλαια.

6

pr.Ἐν δὲ τῷ ἡ΄ κεφ. Ἐὰν ἡ γενομένη μεταξὺ ὑμῶν τελείων ὄντων ἐπὶ τοῖς ἐπικοίνοις πράγμασι διαίρεσις καταλειφθείσης ἢ μετενεχθείσης τῆς νομῆς πέρας ἐδέξατο, ἀνανεοῦσθαι τὰ τῇ ἀμοιβαίᾳ πίστει περαιωθέντα οὐ δύναται.

7

pr.Ἀνάγν. καὶ βι. ιε τί. α΄ κεφ. φς΄, ἐν ᾧ φησιν· Ἐάν τις εἰς ἐπίκοινον δύο τινῶν ἔδαφος οἰκοδομήσῃ, τῶν δύο κοινωνῶν ὁ οἶκος γίνεται· κἂν ὁ εἷς ἐκ τούτων κινήσῃ περὶ τοῦ μέρους τοῦ οἴκου, ὀφείλει προσφέρειν τῷ καλῇ πίστει κτίσαντι τὰ δαπανήματα.

8

pr.Ἀνάγν. καὶ βι. ις τί. θ ' κεφ. ιγ΄, ἐν ᾧ φησιν· Ὁ ἐπίκοινος οἰκέτης πάντα προσπορίζει πρὸς τὰ τῆς δεσποτείας μέρη, ὑπεξῃρημένων ἐκείνων ὅσα κατὰ κέλευσιν ἑνὸς τῶν δεσποτῶν ἐπερωτᾷ.

9

pr.Ἀνάγν. καὶ βι. ιζ ' τί. α΄ κεφ. λθ ' 1. ἀνάγν. καὶ βι. ιθ ' τί. ή κεφ. ογ καὶ οδ΄ καὶ οε καὶ ος, ἐν ᾧ φησιν· Οὐ δύναται ὁ κοινωνὸς τὸ κοινὸν πρᾶγμα μονομερῶς ἐκποιεῖν. ἐὰν δὲ ἐκποιήσῃ, ὁ ἕτερος κοινωνὸς τὸ ἴδιον μόνον μέρος ἐκδικεῖ, οὐ μὴν καὶ τὸ τοῦ πεπρακότος, κἂν στρατιώτης εἴη.