JGR V 10.16
Περὶ κληρονομίας ἀνιόντων καὶ κατιόντων καὶ λοιπῶν συγγενῶν τῶν ἐξ ἀδιαθέτου κληρονομεῖν δυναμένων, καὶ τίνες καλοῦνται πρῶτοι καὶ τίνες δεύτεροι [καὶ καθεξῆς], καὶ τίνες ἐκπίπτουσι τῆς κληρονομίας καὶ πότε, καὶ περὶ τῆς παρ᾿ αὐτῶν αἰτουμένης διακατοχῆς, καὶ περὶ τῶν ἀξιωθέντων ἀποκαταστῆσαί τινι κληρονομίαν ἢ μέρος αὐτῆς ἢ φιδεϊκόμισσον, καὶ περὶ γυναικὸς καὶ ἀνδρὸς ἀλλήλους κληρονομούντων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. μδ΄ τί. α΄ κεφ. φη΄ καὶ ργ΄, ἐν ᾧ φησιν· Ὁ ἀξιούμενος ὑπὸ αἵρεσιν ὑπεξουσίοις ἀποκαταστῆσαι κληρονομίαν, οὔτε βουλομένοις αὐτοῖς δίδοται πρὸ τῆς προχωρήσεως ἀπο- καταστῆσαι. εἰκὸς γὰρ ἐν τῷ μεταξὺ αὐτεξουσίους αὐτοὺς γενέσθαι καὶ ἑαυτοῖς κτήσασθαι, ἤ τινας ἀποθανεῖν καὶ τοῖς λοιποῖς τὸ ὅλον περιγενέσθαι.
2
pr.Καὶ κεφ. ρδ΄ καὶ κεφ. ρκδ΄ καὶ κεφ. ρκε΄, ἐν ᾧ φησιν· Ἐὰν γυνὴ τοὺς παῖδας τοὺς ἰδίους γράψασα κληρονόμους ἀξιώσῃ τὸν πατέρα αὐτῶν ποιῆσαι αὐτοὺς αὐτεξουσίους, δοκεῖ τοῦτο λέγειν, ὅτι γενομένοις αὐτοῖς αὐτεξουσίοις ἀποκατάστησον τὴν κληρονομίαν. καὶ διὰ τοῦτο ὁτεδήποτε αὐτῶν αὐτεξουσίων γινομένων ὑπόκειται τῇ ἀποκαταστάσει.
3
pr.Καὶ κεφ. ρκς΄ καὶ ρλα΄ καὶ ρλδ ' καὶ ρλε΄ καὶ ρμ΄, ἐν ᾧ φησιν· Εἴ τις τὸν υἱὸν τὸν ἴδιον κληρονόμον ἐνεστήσατο καὶ τῷ τῆς ἀποκαταστάσεως βάρει μετὰ θάνατον ὑπέβαλε, μὴ ἄλλως τοῦτο δόξῃ διατυπῶσαι, εἰ μὴ ὅτε ὁ υἱὸς αὐτοῦ χωρὶς ἀπογονῆς τὴν ζωὴν τὴν ἰδίαν κατέλειψε. μὴ μόνον δὲ τὸν υἱὸν γράφων κληρονόμον, ἀλλὰ καὶ θυγατέρα ἐξ ἀρχῆς, ἢ ἔκγονον ἢ ἐκγόνην ἢ προέκγονον ἢ προεκγόνην ἢ ἄλλην ἐφεξῆς ἀπογονὴν, [εἰ] καὶ ταύτην τῷ τῆς ἀποκαταστάσεως μετὰ τελευτὴν βάρει ὑπέβαλλε, μὴ ἄλλως τοῦτο ἔσεσθαι δόξῃ, εἰ μὴ οὗτοι, οἵτινες τῇ ἀποκαταστάσει βαρηθέντες εἰσὶ, χωρὶς υἱῶν ἢ θυγατέρων ἢ ἐκγόνων ἀῤῥένων ἢ προεκγόνων εἴησαν τελευτήσαντες, ἵνα μὴ δόξῃ ὁ τελευτήσας τὰς ἀλλοτρίας διαδοχὰς τῶν ἰδίων προτιθέναι. καὶ κεφ. ρμα΄.
4
pr.Καὶ τί. β΄ κεφ. μα΄ καὶ ξς΄ καὶ ξη᾿ [καὶ ογ΄], ἐν ᾧ φησι· Γράψας τὴν θυγατέρα μου κληρονόμον οὕτως εἶπον· αἰτῶ σε θύγατερ εἰ καὶ σχοίης ἄλλα τέκνα, ὅμως πέτρῳ τῷ παιδί σου πλέον τὶ καταλιπεῖν. δοκῶ τοίνυν πᾶσι τοῖς ἐξ αὐτῆς ἀποκαταστῆσαι τὴν κληρονομίαν ἐξ ἴσου, πλέον δὲ πέτρῳ ὅσον ἡ θυγάτηρ βούλεται. καὶ κεφ. πα΄ καὶ πβ΄ καὶ πγ '.
5
pr.Καὶ τί. γ΄ κεφ. η΄ καὶ ια΄ καὶ ιβ΄ καὶ λα΄ καὶ λγ ' καὶ λε΄, ἐν ᾧ φησιν· Ἐὰν τὸν ἀγρὸν τῆς μητρός μου λεγατεύσω αὐτῇ καὶ ἀξιώσω αὐτὴν ἀποκαταστῆσαι τῇ γαμετῇ μου, εἰ μηδὲν ἐκ τῆς διαθήκης μου ἐκέρδανεν, οὔτε τὸ λεγάτον οὔτε ἡ ἀποκατάστασις ἔῤῥωται, κἂν εἰ τὰ μάλιστα μετὰ τὴν ἐμὴν τελευτὴν ἐν ὑπομνήμασιν ἡ μήτηρ κατέθετο, μηδὲν ὑπεναντίον τῆς βουλήσεώς μου ποιεῖν. καὶ κεφ. λς΄ καὶ λζ ' καὶλθ΄ [καὶ ἡθ΄] καὶ ργ ' καὶ τί. δ΄ κεφ. κ΄ς.
6
pr.Ἀνάγν. καὶ βι. με΄ τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τότε ἡ ἐξ ἀδιαθέτου διαδοχὴ ἁρμόζει, ὅτε μή ἐστιν ἡ ἐκ διαθήκης [ἢ ἡ κατὰ τῆς διαθήκης]. εἰ δὲ καὶ τῶν καιρῶν ἐνδαψιλευομένων παραιτηθείη ἡ ἐκ διαθήκης, ἄρχεται ἡ ἐξ ἀδιαθέτου. ὁ γὰρ παραιτησάμενος οὐκέτι δύναται αὐτὴν αἰτῆσαι. Ὥσπερ τοῖς παισὶ πρώτοις ἐκ διαθήκης ἡ κατ᾿ αὐτῆς ἐναντίωσις ἁρμόζει, οὕτως ἐξ ἀδιαθέτου ἡ ἐκ τοῦ δικαίου τῶν παίδων. Παῖδας δὲ νοοῦμεν, ὡς ἐπὶ τῆς κατὰ τῆς διαθήκης ἐναντιώσεως, φυσικοὺς καὶ θετούς. τοὺς δὲ θετοὺς ἕως ἂν ὦσιν ὑπεξούσιοι· αὐτεξούσιοι γὰρ γινόμενοι οὐκ ἔχουσι τὴν διακατοχήν.
7
pr.Ἐν δὲ τῷ δ ' κεφ. Καὶ μετὰ καταστάσεως ἐναλλαγὴν σώζεται τοῖς παισὶ τὰ ἐξ ἀδιαθέτου, χωρὶς τῶν θετῶν· αὐτοὶ γὰρ αὐτεξούσιοι γινόμενοι καὶ τὸ ὄνομα τῶν παίδων ἀπολλύουσιν. εἰ δὲ τὸν φυσικόν μου υἱὸν αὐτεξούσιον ποιήσω, καὶ υἱοθετήσωμαι αὐτὸν καὶ πάλιν αὐτεξούσιον ποιήσω, μένει τὰ τῶν παίδων δίκαια ἔχων.
8
pr.Ἐν δὲ τῷ ζ ' κεφ. Τῷ λόγῳ τοῦ οἴκτου κληρονομοῦσιν οἱ γονεῖς τῶν παίδων, οἱ δὲ παῖδες τῶν γονέων καὶ φυσικῷ λόγῳ καὶ τῇ εὐχῇ τῶν γονέων.
9
pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Γνήσιοί εἰσιν ὑπεξούσιοι υἱοὶ καὶ θυγατέρες, φυσικοὶ καὶ θετοί. Τῶν ὑπεξουσίων προτιμᾶται ὁ δημόσιος, ὅτε ὁ πατὴρ αὐτῶν μετὰ θάνατον ἐπὶ τυραννίδι κρατηθῇ· καὶ ὁ τοιοῦτος υἱὸς τὸ δίκαιον οὐκ ἔχει τῶν τάφων.
10
pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Αἱ θήλειαι ὑπεξουσίους οὐκ ἔχουσιν, οὔτε παύονται ἔχειν διὰ ἐναλλαγῆς καταστάσεως.
11
pr.Ἐν δὲ τῷ κς ' κεφ. Ἐὰν εἴπω ἐν τῷ προικῴῳ τῆς θυγατρός μου, μηδὲν αὐτὴν πλέον ἐλπίσαι τῆς κληρονομίας μου, οὐκ ἔῤῥωται. τὰ γὰρ ἰδιωτικὰ συμβόλαια οὐ προκρίνουσι τῷ κοινῷ νομίμῳ.
12
pr.Ἐν δὲ τῷ κζ ' κεφ. Ἡ γυνὴ τοῦ νομίμου καὶ τοῦ πορνογενοῦς αὐτῆς παιδὸς κληρονομεῖ. Οἱ παῖδες τοῦ ἀποθανόντος ἀποκλείουσι τὴν αὐτοῦ μητέρα, εἴτε ὑπεξούσιοί εἰσιν εἴτε φυσικοὶ αὐτεξούσιοι. ὁ γὰρ θετὸς αὐτεξούσιος τότε ἀπωθεῖται τὴν μητέρα τοῦ ἀποθανόντος, ὅτε καὶ φυσικός ἐστι παῖς· τυχὸν γὰρ πάππος αὐτὸν υἱοθετήσατο. ἐὰν δὲ παραιτήσηται τὴν κληρονομίαν ὁ ὑπεξούσιος, λαμβάνει χώραν ἡ μήτηρ τοῦ ἀποθανόντος. ἐφ᾽ ὅσον δὲ παρὰ τοῖς πολεμίοις ἐστὶν ὁ υἱὸς ἢ ἐλπίζεται τίκτεσθαι, τὸ δίκαιον τῆς μητρὸς ἀναρτᾶται.
13
pr.Ἐν δὲ τῷ κη΄ κεφ. Απειπὼν ὁ υἱὸς τῇ μητρώᾳ κληρονομίᾳ, πρὶν ὑπεισέλθωσι τὴν κληρονομίαν οἱ ἀδελφοὶ αὐτῆς ἢ οἱ ἄλλοι συγγενεῖς, ἐξουσίαν ἔχει ἐντὸς ἐνιαυτοῦ μεταμέλεσθαι. καὶ αὐτὴ γὰρ ἡ διακατοχὴ ἐνιαυσιαία ἐστίν.
14
pr.Ἐν δὲ τῷ κθ ' κεφ. Ὅσα φυλάττεται μητρὸς ὑπούσης καὶ ἀδελφῶν ὁμοπατρίων τῷ τελευτήσαντι φυσικῶν, ταῦτα κρατεῖ καὶ θετῶν ὑπόντων.
15
pr.Ἐν δὲ τῷ λβ΄ κεφ. Ἡ μήτηρ μὴ αἰτήσασα ἐπίτροπον τῷ παιδὶ οὐ κληρονομεῖ αὐτὸν, ἐὰν ἄνηβος τελευτήσῃ. εἰ δὲ ἔφηβος γενόμενος τότε τελευτήσει, καλῶς αὐτὸν κληρονομεῖ.
16
pr.Ἐν δὲ τῷ λγ ' κεφ. Εἴ τις γυνὴ μηδαμῶς τὴν θρησκείαν τῷ πρώτῳ ἀνδρὶ, ἐξ οὗ παῖδας ἢ θυγατέρας οὐκ εἶχε, τῇ τῶν γάμων ἐπείξει παρέσχεν, ἐκ τοῦ φανερωτάτου νομίμου ἄτιμος ἔστω, εἰ μὴ τὸν τοιοῦτον σπίλον βασιλικὴ εὐεργεσία αὐτῇ συγχωρήσει. οὕτω μέντοιγε ὥστε εἰ παῖδας ἔχοι, πασῶν τῶν ὑποστάσεων, αἵτινες ἦσαν ἐν καιρῷ τῶν γάμων, τὴν μέσην τουτέστι τὴν ἡμίσειαν τῷ υἱῷ ἢ τῇ θυγατρὶ ἢ τοῖς υἱοῖς ἢ ταῖς θυγατρᾶσι δωρήσηται, μηδὲ παρακατασχεθείσης τῆς χρήσεως. ἀλλὰ καὶ τελευτῶντος ἑνὸς τῶν παίδων τοὺς περιόντας ἀδελφοὺς λαμβάνειν τὸ μέρος αὐτοῦ. ἐὰν δὲ πάντες ἀδιάθε τοι τελευτήσωσι, τῆς σκληρᾶς τύχης πρὸς τὴν μητέρα αἱ παραμυθίαι ἐξ ἀκεραίου ὑποστρέψουσιν.
17
pr.Ἐν δὲ τῷ λδ΄ κεφ. Ὁσάκις μήτηρ κληρονομήσει υἱὸν ἴδιον ἢ θυγατέρα ἐξ ἀδιαθέτου, εἰ μὴ δευτερογαμήσει μετὰ τὴν τοῦ παιδὸς τελευτὴν, μενέτω τέλειον ἔχουσα τὸ εἰς αὐτὴν περιελθὸν κέρδος. ἐὰν δὲ δευτερογαμήσει, τὰ μὲν ἔξωθεν εἰς τὸν υἱὸν περιελθόντα πράγματα ἐχέτω· [ὅσα δὲ ἐκ τῆς τοῦ πατρὸς οὐσίας εἰς τὸν υἱὸν ἦλθον, τούτων τὴν χρῆσιν ἐχέτω], τὴν δὲ δεσποτείαν φυλαττέτω τοῖς ἀδελφοῖς καὶ ταῖς ἀδελφαῖς τοῦ τελευτήσαντος παιδός. τοῦτο γὰρ κρατεῖ καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων, ἅπερ ἐκέρδανε παρὰ τοῦ πρώτου ἀνδρὸς ἡ δευτερογαμήσασα γυνή.
18
pr.Ἐν δὲ τῷ λε΄ κεφ. Ἐὰν ἡ μήτηρ ἐπαγγείληται μὴ δευτερογαμεῖν [καὶ] ἐπιτροπεύσῃ τοῦ ἰδίου παιδὸς, εἶτα δευτερογαμήσει, μὴ κληρονομείτω τὸν υἱὸν ἄνηβον τελευτῶντα, μηδὲ ἐὰν ὑποκατάστατος ἐδόθη αὕτη παρὰ τοῦ πατρός· εἰ μὴ ἄρα πρότερον καὶ ἐπίτροπον αὐτῷ αἰτήσει καὶ ἀποκαταστήσει τὰ ἐκ τῆς ἐπιτροπῆς χρεωστούμενα.
19
pr.[Ἐν δὲ τῷ λς ' κεφ.] Ἐὰν γυνὴ τελευτήσῃ ἐπὶ ἀδελφοῖς ὁμοπατρίοις καὶ μητρὶ καὶ θυγατρὶ, ἡ θυγάτηρ αὐτὴν κληρονομεῖ.
20
pr.Ἐν δὲ τῷ λη΄ κεφ. Θεσπίζομεν, ἵνα μήτε ἐκ διαθήκης μήτε ἐξ ἀδιαθέτου μήτε ἀπὸ δωρεᾶς ἐν ζωῇ γινομένης νομίμων παίδων ὑπόντων τίποτε παντελῶς ἐκ τῶν ἐνδόξων μητέρων εἰς τοὺς πορνογενεῖς ἐλθεῖν· ἐπειδὴ ἐν ταῖς γυναιξὶ ταῖς εὐγενέσι καὶ ἐνδόξοις, αἷστισιν ἡ τῆς σωφροσύνης παραφυλακὴ ἐξαίρετον χρέος ἐστὶ, καὶ ὀνομάζεσθαι τοὺς πορνογενεῖς πάνυ ἄδικον, πάνυ σφοδρὸν καὶ τῶν ἡμετέρων καιρῶν ἀνάξιον κρίνομεν. καὶ τοῦτον τὸν νόμον αὐτῇ τῇ σωφροσύνῃ, ἣν διὰ παντὸς ἐπιμελητέαν κρίνομεν, ἀξίως καθιεροῦμεν. ἐὰν δὲ παλλακὴ ἐλευθέρας τύχης ὑπάρχουσα υἱὸν ἢ θυγατέρα ἀπὸ θεμιτῆς συνηθείας πρὸς ἄνθρωπον ἐλεύθερον γενομένης ἔτεκε, τούτους καὶ μετὰ τῶν νομίμων παίδων εἰς τὰ μητρῷα ἐλθεῖν πράγματα, ἅτινα αὐτὴ νομίμῳ δικαίῳ καὶ ἐν ἰδίᾳ οὐσίᾳ κέκτηται, οὐδεὶς φθόνος ἐστίν.
21
pr.Ἐν δὲ τῷ μβ΄ κεφ. Πᾶς καλούμενος εἰς κληρονομίαν ἀνήβου, ἐὰν εὑρεθῇ μὴ αἰτήσας αὐτῷ ἐπίτροπον ἐντὸς ἐνιαυτοῦ, οὐ δύναται αὐτὸν ἄνηβον τελευτῶντα κληρονομῆσαι, εἴτε ἐξ ἀδιαθέτου βούλεται ἐλθεῖν, εἴτε ὡς ἀπὸ ὑποκαταστάσεως τῆς κατὰ ἀνηβότητα.
22
pr.Ἐν δὲ τῷ μς΄ κεφ. Ὁ πατρωὸς τὸν προγονὸν ἐξ ἀδιαθέτου οὐ κληρονομεῖ.
23
pr.Ἐν δὲ τῷ νβ΄ κεφ. Ἐὰν εὐτελὴς τελευτήσῃ ἀδιάθετος καὶ μὴ ἔχων συγγενεῖς ἐξ ἀδιαθέτου, ἐκ τῶν ἄλλων εὐτελῶν κληρονομεῖται.
24
pr.Ἐν δὲ τῷ β΄ τί. κεφ. ε΄· Ἡ συγγενικὴ κληρονομία μόνως ἐστὶ πραιτωρία. συγγενεῖς δὲ λέγονται ὡς ἐξ ἑνὸς τεχθέντες, ἢ ὅτι κοινὴν ἀρχὴν τῆς γενέσεως ἐσχήκασιν.
25
pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Βαθμηδὸν οἱ συγγενεῖς καλοῦνται, καὶ οἱ τοῦ αὐτοῦ ὄντες βαθμοῦ ἅμα πάντες.
26
pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ἡ προσγενομένη διὰ θέσεως συγγένεια ἀπόλλυται τῇ αὐτεξουσιότητι. ὅθεν ἐὰν ὁ θετός μου ἀδελφὸς μετὰ θάνατόν μου εἴσω ρ ' ἡμερῶν αὐτεξούσιος γέγηται, ἀπολλύει τὴν διακατοχήν· οὐ γὰρ μόνον ἐν τῷ καιρῷ τῆς τελευτῆς, ἀλλὰ καὶ τῷ τῆς διακατοχῆς δεῖ φυλάττεσθαι τὴν συγγένειαν.
27
pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Ἡ τοῦ σπουρίου κληρονομία οὐκ ἀνήκει τοῖς κατὰ πατέρα συγγενέσιν· οὐ γὰρ ἔχει πατέρα. τῇ μητρὶ δὲ αὐτοῦ καὶ τοῖς ὁμομητρίοις ἀδελφοῖς δίδοται ἡ συγγενικὴ βοήθεια.
28
pr.Ἐν δὲ τῷ κ ' κεφ. Τὸ κατηγορῆσαί με τῶν συγγενῶν μου οὐκ ἀποκλείει με τῆς συγγενικῆς βοηθείας.
29
pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Οἱ πορνογενεῖς καὶ τὴν κατὰ τὴν μητέρα μάμμην ἐξ ἀδιαθέτου διαδέχονται.
30
pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Ὁ δυνάμενος ἐκ πολιτικῶν δικαίων ὡς συγγενής κληρονομεῖν, οὐκ ἀποκλείεται τῇ τῶν ρ΄ ἡμερῶν παραδρομῇ. αὗται γὰρ ἐπὶ τῶν διακατοχῶν εἰσιν ὡρισμέναι.
31
pr.Ἐν δὲ τῷ κε΄ κεφ. Οἱ ἔκγονοι ἐκ τῶν δύο παίδων, ἐὰν μὴ ὦσιν ἴσοι περὶ τὸν ἀριθμὸν, ἀλλ᾽ ἐκ μὲν τοῦ ἑνὸς πλείονες, ἐκ δὲ τοῦ ἑνὸς ἐλάττονες, ὁμοίως καλοῦνται, καὶ κατὰ σειρὰν ἐξ ἴσης μερίζονται τὴν τοῦ πάππου κληρονομίανε.
32
pr.[Ἐν δὲ τῷ κς ' κεφ.] Ἐάν τις τελευτήσῃ ἐπὶ υἱῷ καὶ ἐκγόνῳ ἐξ υἱοῦ προτελευτήσαντος, ὁμοίως ἑκάτεροι κληρονομοῦσιν.
33
pr.Ἐν δὲ τῷ κη΄ κεφ. Ἐάν τις τελευτήσῃ ἀδιάθετος ἐπὶ παισὶ φυσικοῖς καὶ παιδὶ θετῷ, ὁμοίως πάντες κληρονομοῦσιν.
34
pr.Ἐν δὲ τῷ κθ΄ κεφ. Ὁ ἐξ ἐλευθέρας καὶ δούλου συλληφθεὶς πορνογενής ἐστιν. ὅθεν κἂν ὁ πατὴρ ἐλευθερωθεὶς καὶ ἀποκατασταθεὶς εἰς εὐγένειαν ἀξιωματικὸς ἐγένετο, καὶ ἐτελεύτησεν, οὐ δύναται αὐτὸν οὗτος ὁ υἱὸς κληρονομεῖν.
35
pr.Ἐν δὲ τῷ λβ΄ κεφ. Ἐάν τις τελευτήσῃ μητρὸς περιούσης, καὶ καταλείψῃ παῖδας ἢ ἐκγόνους ἢ προεκγόνους, ἀμάχως αὐτοὶ προλαμβάνουσι τὴν μητέρα. ὅπερ ἀναμφιβόλως καὶ περὶ ἀπεκγόνων φυλάττεσθαι θεσπίζομεν.
36
pr.Ἐν δὲ τῷ λγ ' θέμ. η΄ καὶ θ΄· Ἐὰν ἀδελφὸς ἀδελφῷ κατὰ ἀνηβότητα ὑποκαταστῇ, ρ΄ ἡμέρας ἔχει. Κἂν διὰ δούλου μου ἁρμόσῃ μοι διαδοχὴ γονέως μου ἢ παιδός μου, ἐνιαυτὸν ἔχω.
37
pr.Ἐν δὲ τῷ λδ΄ κεφ. Καὶ ἐπὶ τῆς κατὰ τὴν διαθήκην ἐναντιώσεως καὶ ἐπὶ πάσης διακατοχῆς ἐνιαυτὸς ἀνιοῦσι καὶ κατιοῦσιν ὥρισται.
38
pr.Ἐν δὲ τῷ λς ' κεφ. Πρώτη τῶν ἐξ ἀδιαθέτου κλῆσίς ἐστιν ἡ τῶν κατιόντων· δευτέρα ἡ τῶν ἀνιόντων· τρίτη ἡ τῶν ἐκ πλαγίου· τετάρτη ἡ τοῦ ἀνδρὸς καὶ τῆς γυναικός. Εἴτε μή ἐστι διαθήκη, ἢ ἐστὶ μὲν, οὐκ ᾐτήθη δὲ ἐξ αὐτῆς ἢ καὶ κατ᾿ αὐτῆς διακατοχή.
39
pr.Ἐν δὲ τῷ γ΄ τί. διαλαμβάνεται περὶ βαθμῶν συγγενείας [περὶ ὧν προείρηται]· ἐν δὲ τῷ η΄ κεφ. τοῦ αὐτοῦ γ΄ τί. [φησίν]· Ἐπειδὴ πᾶσα ἡ τοῦ γένους ἐξ ἀδιαθέτου διαδοχὴ τρισὶ γνωρίζεται τάξεσι, τουτέστι τῇ τε τῶν ἀνιόντων καὶ τῇ τῶν κατιόντων καὶ τῇ τῶν ἐκ πλαγίου, πρώτην εἶναι διατυποῦμεν τὴν τῶν κατιόντων διαδοχήν. εἴ τις τοίνυν τῶν κατιόντων ὑπείη τῷ ἀδιαθέτως τελευτήσαντι, οἱασδήποτε φύσεως ἢ βαθμοῦ, εἴτε ἐξ ἀῤῥενογονίας εἴτε ἐκ θηλυγονίας καταγόμενος, καὶ εἴτε αὐτεξούσιος εἴη εἴτε ὑπεξούσιος, πάντων τῶν ἀνιόντων καὶ τῶν ἐκ πλαγίου συγγενῶν προτιμάσθω. κἂν γὰρ ὁ τελευτήσας ἑτέρου ὑπεξούσιος ἦν, ὅμως τοὺς αὐτοῦ παῖδας, οἱασδήποτε ἂν ὦσι φύσεως ἢ βαθμοῦ, καὶ αὐτῶν τῶν γονέων προτιμᾶσθαι κελεύομεν, ὧν ὑπεξούσιος ἦν ὁ τελευτήσας· ἐπ᾿ ἐκείνοις δηλαδὴ τοῖς πράγμασιν, ἅτινα κατὰ τοὺς ἄλλους ἡμῶν νόμους τοῖς πατρᾶσιν οὐ προσπορίζεται. ἐπὶ γὰρ τῇ χρήσει τῶν πραγμάτων τούτων ὧν ὀφείλουσι προσπορίζεσθαι ἢ φυλάττεσθαι, τοὺς περὶ τούτων ἡμῶν νόμους τοῖς γονεῦσι φυλάττομεν· οὕτω μέντοιγε, ὥστε εἴ τινα τούτων τῶν κατιόντων παῖδας καταλιπόντα τελευτῆσαι συμβαίη, τοὺς ἐκείνου υἱοὺς ἢ θυγατέρας ἢ τοὺς ἄλλους κατιόντας εἰς τὸν τοῦ ἰδίου γονέως τόπον ὑπεισιέναι, εἴτε ὑπεξούσιοι τῷ τελευτήσαντι εἴτε αὐτεξούσιοι εὑρεθεῖεν, τοσοῦτον ἐκ τῆς κληρονομίας τοῦ τε λευτήσανος λαμβάνοντες μέρος, ὁσοιδήποτε ἂν ὦσιν, ὅσον ἑαυτῶν ὁ γονεὺς εἰ περιῆν ἐκομίζετο· ἥντινα διαδοχὴν κατὰ σειρὰν ἐξίσης ἡ ἀρχαιότης ἐκάλεσεν. ἐπὶ ταύτης γὰρ τῆς τάξεως τὸν βαθμὸν ζητεῖσθαι οὐ βουλόμεθα, ἀλλὰ μετὰ τῶν υἱῶν καὶ θυγατέρων τοὺς ἐκ προτελευτήσαντος υἱοῦ ἢ θυγατρὸς ἐκγόνους καλεῖσθαι θεσπίζομεν· οὐδεμιᾶς εἰσαγομένης διαφορᾶς, εἴτε ἄῤῥενες εἴτε θήλειαί εἰσιν, εἴτε ἐξ ἀῤῥενογονίας εἴτε ἐκ θηλυγονίας κατάγονται, εἴτε ὑπεξούσιοι εἴτε αὐτεξούσιοι εἴησαν. καὶ ταῦτα μὲν περὶ τῆς τῶν κατιόντων διαδοχῆς ἐτυπώσαμεν. Ακόλουθον δὲ εἶναι συνείδομεν, καὶ περὶ τῶν ἀνιόντων διατάξασθαι, ὅπως ἂν εἰς τὴν τῶν κατιόντων κληθεῖεν διαδοχήν. εἰ τοίνυν ὁ τελευτήσας κατιόντας μὲν μὴ καταλίποι κληρονόμους, πατὴρ δὲ ἢ μήτηρ ἢ ἄλλοι γονεῖς αὐτοῦ ἐπιζήσουσι, πάντων τῶν ἐκ πλαγίου συγγενῶν τούτους προτιμᾶσθαι θεσπίζομεν, ἐξῃρημένων μόνων ἀδελφῶν καὶ ἀδελφοπαίδων ἐξ ἑκατέρου γονέως· συναπτομένων τῷ τελευτήσαντι, ὡς διὰ τῶν ἑξῆς δηλωθήσεται. εἰ δὲ πολλοὶ τῶν ἀνιόντων περίεισι, τούτους προτιμᾶσθαι κελεύομεν, οἵτινες ἐγγύτεροι τῷ βαθμῷ εὑρεθεῖεν, ἄῤῥενές τε καὶ θήλειαι, εἴτε πρὸς πατρὸς εἴτε πρὸς μητρὸς εἶεν. εἰ δὲ τὸν αὐτὸν ἔχουσι βαθμὸν, ἐξ ἴσης αὐτοῖς ἡ κληρονομία διαιρεθήσεται, ὥστε τὸ μὲν ἥμισυ λαμβάνειν πάντας τοὺς πρὸς πατρὸς ἀνιόντας ὁσοιδήποτε ἂν ὦσι, τὸ δὲ ὑπόλοιπον ἥμισυ τοὺς πρὸς μητρὸς ἀνιόντας, ὁσουσδήποτε ἂν αὐτοὺς εὑρεθῆναι συμβαίη. εἰ δὲ μετὰ τῶν ἀνιόντων εὑρεθῶσιν ἀδελφοὶ ἢ ἀδελφαὶ καὶ ἀδελφόπαιδες ἐξ ἑκατέρων γονέων συναπτόμενοι τῷ τελευτήσαντι, μετὰ τῶν ἐγγυτέρων τῷ βαθμῷ ἀνιόντων κληθήσονται, εἰ καὶ πατὴρ ἢ μήτηρ εἴησαν, διαιρουμένης εἰς αὐτοὺς δηλαδὴ τῆς κληρονομίας κατὰ τὸν τῶν προσώπων ἀριθμὸν, ἵνα καὶ τῶν ἀνιόντων καὶ τῶν ἀδελφῶν ἕκαστος ἴσην ἔχοιεν μοῖραν, ἀλλὰ καὶ οἱ ἀδελφόπαιδες τὴν μοῖραν τοῦ ἰδίου γονέως λαμβάνωσιν. οὐδεμίαν χρῆσιν ἐκ τῆς τῶν υἱῶν ἢ θυγατέρων μοίρας ἐν τούτῳ τῷ θέματι δυναμένου τοῦ πατρὸς ἑαυτῷ παντελῶς ἐκδικεῖν· ἐπειδὴ ἀντὶ ταύτης τῆς χρήσεως μέρος αὐτῷ τῆς κληρονομίας καὶ κατὰ δεσποτείας δίκαιον διὰ τοῦ παρόντος δεδώκαμεν νόμου. οὐδεμιᾶς φυλαττομένης διαφορᾶς μεταξὺ τῶν προσώπων τούτων ' εἴτε θήλειαι εἴτε ἄῤῥενες εἴησαν οἱ πρὸς τὴν κληρονομίαν καλούμενοι, καὶ εἴτε δι᾽ ἄῤῥενος ἢ θήλεος προσώπου συνάπτονται, καὶ εἴτε αὐτεξούσιος εἴτε ὑπεξούσιος ἦν, ὃν διαδέχονται. Ὑπόλοιπόν ἐστιν, ἵνα καὶ τὴν τρίτην ὁρίσωμεν τάξιν, ἥτις ἐκ πλαγίου καλεῖται, ἵνα καὶ τούτου τοῦ μέρους διατυπωθέντος πανταχόθεν ὁ νόμος τέλειος εὑρεθῇ. εἰ τοίνυν ὁ τελευτήσας μηδὲ κατιόντας μηδὲ ἀνιόντας καταλείψει, πρώτους εἰς τὴν κληρονομίαν καλοῦμεν τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφὰς, τοὺς ἐκ τοῦ αὐτοῦ πατρὸς καὶ τῆς αὐτῆς μητρὸς τεχθέντας, ὁμοίως δὲ καὶ τοὺς ἀδελφόπαιδας, οὓς καὶ μετὰ τῶν πατέρων πρὸς τὴν κληρονομίαν ἐκαλέσαμεν. τούτων δὲ ἱ Οἱ λεγόμενοι ἀμφιθαλεῖς ἀδελφοί. μὴ ὑπόντων, ἐν δευτέρᾳ τάξει ἐκείνους τοὺς ἀδελφοὺς πρὸς τὴν κληρονομίαν καλοῦμεν, οἵτινες ἐξ ἑνὸς γονέως συνάπτονται τῷ τελευτήσαντι, εἴτε διὰ τοῦ πατρὸς μόνου εἴτε διὰ τῆς μητρός. καὶ εἴγε τῷ τελευτήσαντι ἀδελφοὶ ὑπείησαν καὶ ἑτέρου ἀδελφοῦ ἢ ἀδελφῆς προτελευτησάντων παῖδες, κληθήσονται πρὸς τὴν κληρονομίαν οὗτοι μετὰ τῶν πρὸς πατρὸς καὶ πρὸς μητρὸς θείων, ἀῤῥένων τε καὶ θηλειῶν, καὶ ὁσοιδήποτε ἂν ὦσι, τοσοῦτον ἐκ τῆς κληρονομίας λήψονται μέρος, ὅσον ὁ αὐτῶν γονεὺς ἔμελλε λαμβάνειν, εἰ ἔζησεν. ὅθεν ἀκόλουθόν ἐστιν, ἵνα εἰ τυχὸν ὁ προτελευτήσας ἀδελφὸς, οὗ οἱ παῖδες περίεισι, δι᾽ ἑκατέρου γονέως τῷ νῦν τελευτήσαντι προσώπῳ συνήπτετο, οἱ δὲ περιόντες ἀδελφοὶ διὰ τοῦ πατρὸς μόνου τυχὸν ἢ τῆς μητρὸς αὐτῷ συνήπτοντο, προτιμηθῶσιν οἱ τούτου παῖδες τῶν ἰδίων θείων, κἂν τρίτου ὦσι βαθμοῦ, εἴτε πρὸς πατρὸς εἴησαν οἱ θεῖοι εἴτε πρὸς μητρὸς, καὶ εἴτε ἄῤῥενες εἴτε θήλειαι, ὥσπερ ὁ αὐτῶν γονεὺς προετιμᾶτο, εἰ περιῆν. καὶ ἐκ τῶν ἐναντίων, εἰ ὁ μὲν περιὼν ἀδελφὸς ἐξ ἑκατέρου γονέως συνάπτεται τῷ τελευτήσαντι, ὁ δὲ [προ-] τελευτήσας δι᾽ ἑνὸς γονέως συνήπτετο, τοὺς τούτου παῖδας τῆς κληρονομίας ἀποκλείομεν, ὥσπερ καὶ αὐτὸς εἰ περιῆν ἐξεκλείετο. τὸ δὲ τοιοῦτον προνόμιον ἐν ταύτῃ τῇ τάξει τῆς συγγενείας μόνοις παρέχομεν τοῖς τῶν ἀδελφῶν ἀῤῥένων ἢ θηλειῶν υἱοῖς ἢ θυγατρᾶσιν, ἵνα εἰς τὰ τῶν ἰδίων γονέων δίκαια ὑπεισέλθωσιν, οὐδενὶ δὲ ἄλλῳ παντελῶς προσώπῳ ἐκ ταύτης τῆς τάξεως ἐρχομένῳ τοῦτο τὸ δίκαιον συγχωροῦμεν. ὁπότε τοίνυν τοῖς τοῦ ἀδελφοῦ καὶ τῆς ἀδελφῆς παισὶ τοιοῦτον προνόμιον δεδώκαμεν, ἵνα τὸν τῶν γονέων ὑπεισιόντες τόπον μόνοι τρίτου ὄντες βαθμοῦ μετὰ τῶν ἐκ πρώτου καὶ δευτέρου βαθμοῦ πρὸς τὴν κληρονομίαν καλῶνται, ἐκεῖνο πρόδηλόν ἐστιν, ὅτι τῶν θείων τοῦ τελευτήσαντος ἀῤῥένων τε καὶ θηλειῶν, εἴτε πρὸς πατρὸς εἴτε πρὸς μητρὸς εἴησαν, προτιμῶνται ', εἰ καὶ ἐκεῖνοι τρίτον ὁμοίως συγγενείας βαθμὸν ἔχοιεν. εἰ δὲ μήτε ἀδελφοὺς μήτε παῖδας ἀδελφῶν (ὡς εἰρήκαμεν) ὁ τελευτήσας καταλείψει, πάντας τοὺς ἐφεξῆς ἐκ πλαγίου συγγενεῖς πρὸς τὴν κληρονομίαν καλοῦμεν κατὰ τὴν ἑνὸς ἑκάστου βαθμοῦ προτίμησιν, ἵνα οἱ ἐγγύτεροι τῷ βαθμῷ αὐτοὶ τῶν λοιπῶν προτιμῶνται. εἰ δὲ πολλοὶ τοῦ αὐτοῦ βαθμοῦ εὑρεθῶσι, κατὰ τὸν τῶν προσώπων ἀριθμὸν μεταξὺ αὐτῶν ἡ κληρονομία διαιρεθήσεται, ὅπερ κατὰ κεφαλὴν ἤτοι προσωπικῶς οἱ ἡμέτεροι λέγουσι νόμοι. Οὐδεμίαν δὲ εἶναι βουλόμεθα διαφορὰν ἐν οἱᾳδήποτε διακατοχῇ ἢ κληρονομίᾳ μεταξὺ τῶν πρὸς τὴν κληρονομίαν και λουμένων ἀῤῥένων ἢ θηλειῶν, οὓς πρὸς τὴν κληρονομίαν κοινῶς ὡρίσαμεν καλεῖσθαι, εἴτε δι᾽ ἄῤῥενος εἴτε διὰ θήλεος προσώπου συνήπτοντο τῷ τελευτήσαντι· ἀλλ᾽ ἐπὶ πασῶν τῶν διαδοχῶν τὴν ἐξ ἀῤῥενογονίας τε καὶ θηλυγονίας διαφορὰν ἀργεῖν κελεύομεν, εἴτε διὰ θῆλυ πρόσωπον εἴτε δι᾽ αὐτεξουσιότητα ἢ ἕτερον οἱονδήποτε τρόπον τοῖς προτέροις διεσκοπεῖτο νόμοις, καὶ πάντας δίχα τινὸς τοιαύτης διαφορᾶς κατὰ τὸν τῆς ἰδίας συγγενείας βαθμὸν εἰς τὴν ἐξ ἀδιαθέτου τῶν συγγενῶν διαδοχὴν ἐλθεῖν κελεύομεν.
40
pr.Ἐν δὲ τῷ δ΄ τί. δ΄ διαλαμβάνεται περὶ μητρικῶν ὑπάρξεων καὶ τῶν ἀπὸ μητρικῆς συγγενείας καταγομένων, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τὰ πράγματα τὰ μητρῷα εἰς τοὺς παῖδας περιελθόντα τοὺς ὄντας ὑπεξουσίους τοῦ ἰδίου πατρὸς διαφερέτωσαν τῷ πατρὶ, ὥστε αὐτὸν ἔχειν μόνην τὴν χρῆσιν, τὴν [δὲ] δεσποτείαν αὐτῶν τοῖς παισὶ διαφέρειν. πᾶσαν δὲ σπουδὴν καὶ ἐπιμέλειαν ποιεῖσθαι περὶ τὸ πρᾶγμα τοὺς πατέρας, καὶ τὰς ἀγωγὰς τῶν παίδων ἐκβιβάζειν ἐν δικαστηρίῳ, καὶ δι᾽ ἑαυτῶν καὶ διὰ ἐντολέων, ἐπὶ τῷ δαπανᾷν᾽ ἐκ τῶν καρπῶν. ἐὰν δέ ποτε ζητήσωσι τί ποτε ἐκ τούτων τῶν πραγμάτων ἐκποιῆσαι, ὀφείλει ὁ ἀγοραστὴς ἐγγυητὴν λαβεῖν τοῦ πατρὸς, ὡς δυναμένων ὅτε ἂν βουληθῶσι τῶν παίδων τὸ πρᾶγμα διεκδικῆσαι.
41
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἐὰν ἔτι περιούσης τῆς μητρὸς συμβῇ τοὺς παῖδας αὐτεξουσίους γενέσθαι παρὰ τοῦ πατρὸς, μετὰ ταῦτα δὲ ἡ μήτηρ τελευτήσῃ, κελεύει ἡ διάταξις πρὸς τὸ μέτρον τῶν παίδων τὸν πατέρα λαμβάνειν τὴν χρῆσινο. ἐὰν δέ τινες ἐκ τῶν παίδων γεγόνασιν αὐτεξούσιοι, τινὲς δὲ ἔμειναν ὑπεξούσιοι, καὶ οἱ ὑπεξούσιοι προσπορίζονται τῷ πατρὶ τὴν χρῆσιν τοῦ μέρους αὐτῶν, καὶ μετὰ τῶν αὐτεξουσίων ἑαυ– τοῦ παίδων τὴν χρῆσιν μερίζεται. καὶ ὁτεδήποτε ποιῶν τοὺς παῖδας αὐτεξουσίους παρακατέχει τὸ ἥμισυ μέρος τῆς προσπορισθείσης αὐτῷ ἐξ αὐτῶν. ταῦτα μὲν περὶ τῶν παίδων. ἐὰν δὲ ἔκγονοι ὦσι, μερίζεται μετὰ τῶν ἐκγόνων τῶν τεχθέντων ἀπὸ παιδὸς ὑπεξουσίου, καὶ λαμβάνει μόνην τὴν χρῆσιν. καὶ ὁτεδήποτε ποιῶν ἕνα ἐξ αὐτῶν αὐτεξούσιον ἐχέτω τὸ κέρδος τὸ ἐκ τῆς αὐτεξουσιότητος. ἐὰν δὲ ὦσιν ἔκγονοι τεχθέντες αὐτεξουσίου υἱοῦ, ἢ ἀπὸ θυγατρὸς τεχθέντες, ἢ παρ᾽ αὐτοῦ γενόμενοι αὐτεξούσιοι ζώσης ἔτι τῆς μάμμης, πάλιν πρὸς ἀναλογίαν λαμβανέτω τὴν χρῆσιν. ἐὰν δὲ τῶν ἐκγόνων τινὲς ὦσιν ὑπεξούσιοι τινὲς δὲ αὐτεξούσιοι, τότε, ὡς εἴρηται καὶ ἐπὶ τῶν παίδων, καὶ τῶν λαγχανόντων τοῖς ὑπεξουσίοις ἐχέτω τὴν χρῆσιν, καὶ μετὰ τῶν αὐτεξουσίων πρὸς ἀναλογίαν αὐτῶν μεριζέσθω. τὰ αὐτὰ δὲ καὶ περὶ ἐκγόνων θεσπί- ζομεν.
42
pr.Ἐν δὲ τῷ δ ' κεφ. Πᾶσαν ἀμφισβητήσεως σύγχυσιν περιαιροῦντες τούτῳ τῷ φανερῷ καὶ συντόμῳ νόμῳ θεσπίζομεν, εἰς᾿ τὴν χρῆσιν τῶν μητρῴων πραγμάτων μηδεμίαν εἶναι διαφορὰν, εἴτε ἐν τῷ πρώτῳ γάμῳ ὁ πατὴρ, ἐξ οὗ τοὺς υἱοὺς ἔσχε, διαμένειν ἐβουλήθη, εἴτε μητρυιὰν τοῖς παισὶν ἐπεισήγαγε· τῶν νόμων, οἵτινες περὶ μητρῴων πραγμάτων ἐξηνέχ θησαν, τὴν ἰδίαν ἐχόντων ἰσχύν. οἱ πατέρες τοίνυν τὴν χρῆσιν τῶν μητρῴων πραγμάτων, εἰ καὶ εἰς δευτέρους μετέβησαν γάμους, ἀναμφιβόλως ἔχειν ὀφείλουσι, καὶ οὐδεμίαν τοῖς παισὶν ἢ τοῖς εἴ τισι δήποτε ἐκ προσώπου αὐτῶν κατὰ τῶν πατέρων ἀναίσχυντον φωνὴν ἢ αἰτίασίν τινα δύνασθαι ἁρμόζειν.
43
pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ὥσπερ τὰ ἀπὸ μητρικῆς συγγενείας ἁρμόζοντα τοῖς παισὶ τοῖς ὑπεξουσίοις οὐ προσπορίζονται τοῖς πατρᾶσιν, οὕτω καὶ τὰ ἀπὸ γαμικῆς αἰτίας κερδαινόμενα ὑπὸ τῶν ὑπεξουσίων οὐ προσπορίζονται αὐτοῖς, ἀλλὰ μένει ἡ δεσποτεία αὐτῶν παρὰ τοῖς παισίν.
44
pr.Ἐν δὲ τῷ ς΄ κεφ. Ὅσα ὁ πατὴρ πρὸ τῶν γάμων δίδωσιν ὑπὲρ παιδὸς ἢ εἰς προῖκα ὑπὲρ θυγατρὸς παρέχει, ταῦτα λυομένων τῶν γάμων, ἐὰν [τὸ σύμφωνον οὕτως] συμβῇ, προσπορίζονται αὐτῷ, ἵνα μὴ οἱ πατέρες ὀκνηρότεροι γίνωνται εἰς τὸ παρέχειν ὑπὲρ τῶν παίδων. ὅσα δὲ ἕτερα ἐκ τῆς γυναικὸς ἔλθωσιν εἰς τὸν ἄνδρα ἢ ἐκ τοῦ ἀνδρὸς εἰς τὴν γυναῖκα, τούτων τὴν χρῆσιν ἐχέτω ὁ πατὴρ, τὴν δεσποτείαν δὲ ἐχέτω τὸ ὑπεξούσιον πρόσωπον. ἐὰν δὲ ὁ πατὴρ μετὰ ταῦτα ἐβουλήθη αὐτεξούσιον ποιῆσαι τὸ ὑπεξούσιον πρόσωπον, κατεχέτω ἐκ τούτων τῶν πραγμάτων, ὥσπερ ἐκ τῶν μητρῴων εἰρήκαμεν, τὸ ἥμισυ τῆς χρήσεως.
45
pr.Ἐν δὲ τῷ ζ ' κεφ. Ὅσα ἀπὸ γαμικῆς αἰτίας κερδαίνουσιν οἱ ὑπεξούσιοι, ταῦτα τελευτώντων αὐτῶν ἐπὶ παισὶ τοῖς παισὶν αὐτῶν ἁρμόζουσι, καὶ οὐδὲ προσπορίζονται ἐξ αὐτῶν τοῖς πάπποις, τουτέστι τοῖς πατρᾶσι τῶν τελευτησάντων. ἐὰν δὲ τελευτήσωσιν ἐπὶ πατρὶ καὶ πάππῳ, ὁ πατὴρ αὐτῶν τοῦ πάππου προτιμᾶται, καὶ αὐτὸς τὰ μητρῷα αὐτῶν καὶ τὰ ἀπὸ γαμικῆς αἰτίας κέρδη κληρονομεῖ, τῆς χρήσεως καὶ ἐν τούτοις τοῖς θέμασιν τῷ πάππῳ, ἐν ὅσῳ περίεστι, φυλαττομένης.
46
pr.Ἐν δὲ τῷ η΄ κεφ. Γυνή τις κερδάνασα ἀπὸ μνηστῆρος ἔλεγεν, ὅτι ὁ μνηστὴρ ἐν πολλοῖς ἄνδρα μιμεῖται καὶ ὀφεί λουσι τὰ ἐξ αὐτοῦ κέρδη ἀπροσπόριστα εἶναι. ἀντετίθετο δὲ αὐτῇ ὁ ἀδελφὸς αὐτῆς ὁ ὁμοπάτριος, ὅτι ἡ διάταξις ἀνδρὸς μέμνηται ἰδικῶς καὶ γυναικός. καὶ πρὸς τοῦτο ἀντιγράφουσα ἡ διάταξις λέγει, ὅτι καὶ τὰ ἀπὸ μνηστῆρος ἢ μνηστῆς κέρδη, ὥσπερ τὰ ἀπὸ γαμικῆς αἰτίας, οὐ προσπορίζονται.
47
pr.Ἐν δὲ τῷ ι ' κεφ. Εἴ τις ὑπεξούσιος ἢ ἐν τῇ τοῦ ἰδίου πατρὸς ἢ ἐν τῇ τοῦ πάππου ἢ ἐν τῇ τοῦ προπάππου ὑπεξουσιότητι τυγχάνων τί ποτε ἑαυτῷ προσεκτήσατο, μὴ ἐκ τῆς ὑποστάσεως οὗτινος ὑπεξούσιός ἐστιν, ἀλλ᾽ ἐξ ἄλλων οἱωνδήποτε αἰτιῶν, αἵτινες ἀπὸ φιλοτιμίας τῆς τύχης ἢ ἀπὸ καμάτων ἰδίων εἰς αὐτὸν φέρονται, ταῦτα τοῖς ἰδίοις γονεῦσιν οὐκ εἰς ὁλόκληρον, ἀλλ᾽ ἕως μόνης τῆς χρήσεως προσποριζέτω· τῆς δεσποτείας ἐν αὐτῷ διαμενούσης κατὰ μίμησιν τῶν μητρώων πραγμάτων καὶ τῶν ἀπὸ γαμικῆς αἰτίας τοῖς ὑπεξουσίοις προσποριζομένων· ὑπεξῃρημένων τῶν στρατιωτικῶν πεκουλίων, ὧν οὐδὲ τὴν χρῆσιν τὸν πατέρα ἢ πάππον ἢ πρόπαππον ἔχειν οἱ παλαιοὶ συγχωροῦσιν. ἐν τούτοις γὰρ οὐδὲν καινίζομεν, ἀλλὰ τὰ παλαιὰ ἄθικτα παραφυλάττομεν· τοῦ αὐτοῦ παραφυλαττομένου καὶ ἐν τούτοις τοῖς πεκουλίοις, ἅτινα οἷονεὶ στρατιωτικά εἰσι κατὰ μίμησιν τοῦ στρατιωτικοῦ πεκουλίου. ἐχέτω δὲ ὁ πατὴρ εἰς τὰ ἄλλα πράγματα, ἅπερ ἀνωτέρω ἠριθμήσαμεν, τελειοτάτην ἐξουσίαν κεχρῆσθαι καὶ ἀπολαύειν καὶ διοικεῖν τὰ πράγματα κατὰ τὸν εἰρημένον τρόπον κτηθέντα. καὶ εἴ τι ἀπὸ τῆς χρήσεως αὐτῶν ὁ πατὴρ ἢ ὁ πάππος ἢ ὁ πρόπαππος συναγάγῃ, ἐχέτω ἐξουσίαν ὃν τρόπον ἐπιθυμεῖ τοῦτο διατιθέναι καὶ εἰς ἄλλους κληρονόμους παραπέμπειν, ἢ ἐὰν ἐκ τῶν καρπῶν τούτων τῶν πραγμάτων κινητὰ ἢ ἀκίνητα ἢ αὐτοκίνητα κτήσηται, καὶ ταῦτα οἵῳ τρόπῳ βουληθῇ ἐχέτω καὶ παραπεμπέτω καὶ εἰς ἄλλους μεταφερέτω, εἴτε ἐξωτικοὺς εἴτε παῖδας ἰδίους εἴτε οἱονδήποτε πρόσωπον.
48
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Εἴ τις ἐκ τοῦ βασιλέως ἢ τῆς αὐγούστης δωρεὰν κτήσεται ἐν ὑπεξουσιότητι τυγχάνων, ἐχέτω τὰ τοιαῦτα πράγματα παντὸς προσπορισμοῦ ἀπολελυμένα, μηδὲ τούτων τὴν χρῆσιν ὁ πατὴρ ἐκδικείτω· ἀλλὰ κατὰ μίμησιν τοῦ ἰδιοκτήτου ἤτοι στρατιωτικοῦ πεκουλίου πᾶσαν ἐξουσίαν ἐν τούτοις οἱ ὑπεξούσιοι ἐχέτωσαν. ὥσπερ γὰρ ἡ βασιλικὴ τύχη πάσας ὑπερέχει τὰς ἄλλας, οὕτω χρὴ καὶ τὰς βασιλικὰς δωρεὰς ὀροφὴν ἔχειν ὑψηλὴν, τουτέστιν ὕψος ἔχειν ὑπερβαῖνον.
49
pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Πάντων σχεδὸν τῶν πραγμάτων, ὡν ἡ χρῆσις προσπορίζεται τοῖς πατρᾶσι, τὴν δεσποτείαν ἔχουσιν οἱ παῖδες, χωρὶς τῶν ἐκ τῶν πραγμάτων τοῦ πατρός.
50
pr.Ἐν δὲ τῷ ε΄ τί. φησί· Παρανόμου ὄντος τοῦ γάμου οὔτε ἡ ἐκ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς διαδοχὴ ἁρμόζει, οὔτε κληρονομίαν ἐκ διαθήκης ἢ ἄλλο τὶ κερδαίνειν δύνανται. πρὸς δὲ τὸ ἁρμόσαι τὴν διακατοχὴν γαμετὴν εἶναι δεῖ ἐν καιρῷ τελευτῆς. εἰ γὰρ παρακολουθήσει διαζύγιον, κἄν ἐστιν ἄκυρον, οὐκ ἔχει χώραν ἡ διακατοχή. ἄκυρον δὲ λέγομεν τὸ μὴ γινόμενον κατὰ τὴν τοῦ νόμου παρατήρησιν.
51
pr.Ανὴρ καὶ γυνὴ ἐξ ἀδιαθέτου ἀμοιβαδὸν ἑαυτοῖς εἰς ὁλόκληρον κατὰ τὸ ἀρχαῖον νόμιμον ὑπεισερχέσθωσαν, ὁσάκις ἀργεῖ πᾶσα ἀνιόντων ἢ κατιόντων ἢ συγγενῶν νόμιμος ἢ φυσικὴ διαδοχή, τοῦ δημοσίου ἀποκλειομένου.
52
pr.Ἐν δὲ τῷ ς΄ τί. διαλαμβάνεται [περὶ] τοῦ καὶ τοὺς ἀρμενίους τοῖς ῥωμαίων ἀκολουθεῖν νόμοις, οὗτινος ἐν τῷ ε΄ κεφ. [φησί]· Θεσπίζομεν, εἴ τις ἀγράφως κατὰ διάθεσιν γαμικὴν γυναῖκα λάβοι, καὶ παῖδας ἐξ αὐτῆς ποιήσαιτο, λυθέντος δὲ τοῦ πρὸς αὐτὴν γάμου συμβῇ αὐτὸν καὶ ἑτέραν ἀγαγέσθαι γυναῖκα μετὰ προικῴων συμβολαίων, καὶ ἐξ αὐτῆς ὁμοίως ποιήσασθαι παῖδας, μηδὲν περὶ τὴν πατρώαν κληρονομίαν τοῖς ἐκ τῆς ἀπροίκου γαμετῆς τεχθεῖσι παισὶ πρόκριμα γίνεσθαι· ἀλλὰ μετὰ τῶν ἄλλων παίδων τῶν ἐκ τῆς δευτέρας τεχθέντων γαμετῆς τῆς μετὰ προικῴων συμβολαίων συνοικησάσης εἰς τὸν τοῦ πατρὸς κἀκείνους καλεῖσθαι κλῆρον, οἷα καὶ ἐκ μόνης διαθέσεως δυναμένου τοῦ γάμου συνίστασθαι. ὅπερ ὁμοίως κρατεῖν βουλόμεθα, εἰ καὶ πρῶτον μὲν μετὰ προικῴων συμβολαίων συναφθῇ τις γαμετῇ, μετ᾿ ἐκείνην δὲ ἑτέραν ἀγάγηται μόνῃ γαμικῇ διαθέσει.
53
pr.Ἀνάγν. καὶ βι. ε΄ τί. γ΄ κεφ. ι΄, ἐν ᾧ φησι περὶ τῆς διαδοχῆς τῶν ἐπισκόπων καὶ κληρικῶν καὶ ξενοδόχων καὶ ὀρφανοτρόφων. εἴρηται δὲ καὶ ἐν τῷ περὶ ἐπισκόπων τίτλῳ.