IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Κ

JGR V 10.15

Περὶ κληρονομίας παίδων γνησίων τε καὶ νόθων, καὶ ἐκ νόθων γνησίων γινομένων. καὶ [ἐκ] παλλακῶν τῶν καὶ γνησίων γινομένων τῇ τῶν προικῴων συμβολαίων ποιήσει.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. λβ ' τί. α΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Θεσπίζομεν εἴ τις γαμετὴν οὐκ ἔχων γνησίαν πρὸς θεράπαιναν οἰκείαν σχοίη κατά τινα βελτίονα γνώμην, καὶ δὴ καὶ παιδοποιήσειεν ἐξ αὐτῆς ἐν δουλείᾳ καθεστώσης, ὕστερον δὲ ἐλευθερίᾳ τιμήσειε τὴν θεράπαιναν καὶ τὸν γάμον βεβαιώσειεν, ἔπειτα καὶ γαμικὰ συμβόλαια συγγράψειε, καὶ εἰ γένοιντο παῖδες μετὰ ταῦτα ἢ καὶ μὴ γένοιντο (ἵνα τὰ ἑκατέρας ἡμῶν διατάξεως συλλάβοιμεν θέματα), ἔστω καὶ ἡ γυνὴ γνησία, καὶ οἱ παῖδες ὑπεξούσιοι καὶ γνήσιοι καὶ ἐξ ἀδιαθέτου κληρονόμοι τῷ γεγεννηκότι· φαμὲν δὲ τοὺς πρὸ τῶν προικῴων τεχθέντας· τῶν ὁδῶν, δι᾽ ὧν εἰς εὐγένειαν κατὰ τὸ προειρημένον ἀφίκοιντο, καὶ τῆς μετὰ ταῦτα τῶν προικῴων ποιήσεως τὸ γνήσιον αὐτοῖς χαριζομένων.

2

pr.Ἀνάγν. καὶ τί. β΄, οὗτινος ἐν τῷ δ ' κεφ. φησίν· Ὅτι εἰ παῖδας ἔχοι τὶς νομίμους, μὴ δύνασθαι αὐτὸν τοῖς φυσικοῖς παισὶ μήτε τοῖς ἐκ παλλακῆς περαιτέρω μιᾶς οὐγκίας καὶ τῇ μητρὶ αὐτῶν καταλιμπάνειν ἢ δωρεῖσθαι. εἰ δὲ παλλακὴ μόνη εἴη, ταύτῃ τὸ ἡμιούγκιον καταλιμπάνεσθαι ἢ δωρεῖσθαι. εἰ μέντοι παῖδας οὐκ ἔχει γνησίους, ἤ τινα τῶν ἀνιόντων, οἷς ἀνάγκῃ νόμου καταλιμπάνειν μέρος τῆς οἰκείας περιουσίας προσήκει τοὺς διατιθεμένους, ἄδεια ἔστω καὶ εἰς τὰς ιβ ' οὐγκίας γράφειν τοὺς φυσικοὺς παῖδας κληρονόμους. εἰ δὲ ἔχοιέν τινας τῶν ἀνιόντων, τὴν νόμιμον αὐτοῖς καταλιμπανέτωσαν μοῖραν, τὸ δὲ λοιπὸν εἰς τοὺς φυσικοὺς παῖδας παραπέμπειν ἄδειαν ἐχέτωσαν. ἀδιαθέτων δὲ τελευτώντων τῶν τοὺς φυσικοὺς παῖδας ἐχόντων, δύο μόνας οὐγκίας ἔχειν τοὺς παῖδας ἅμα τῇ μητρὶ μεριζομένας, ὥστε ἑνὸς παιδὸς μερίδα καὶ τὴν μητέρα λαμβάνειν. ταῦτα δέ φαμεν, εἰ μιᾷ παλλακῇ συνοικῶν παῖδας ἐξ αὐτῆς ἔχοι. εἰ γὰρ ἐκκεχυμένα τὰ τῆς ἐπιθυμίας αὐτῷ γένηται, καὶ ἄλλας ἐπ᾽ ἄλλας᾽ ἐπεισάγοι πορνευομένας, πόῤῥω τοῦ νόμου [καθάπαξ αὐτὰς ἀπελαύνεσθαι. εἰ δὲ γνησίων ὑπόντων] καταλίποι καὶ νόθους, ἐξ ἀδιαθέτου μὲν οὐδὲν αὐτοῖς ὑπάρχειν, ἀποτρέφεσθαι δὲ μόνον παρὰ τῶν γνησίων κατὰ τὸ πρέπον καὶ πρὸς τὸ τῆς οὐσίας μέτρον. ἐφ᾽ ὧν δὲ θεμάτων οἱ φυσικοὶ παῖδες καλοῦνται, ἐπὶ τούτων καὶ αὐτοὶ τῷ ἴσῳ τρόπῳ τοὺς γονεῖς ἀμειβέσθωσαν.