IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Κ

JGR V 10.14

Περὶ κληρονομίας, καὶ ἐνστάσεως ἀνιόντων ἢ κατιόντων καὶ κυοφορουμένων, καὶ περὶ ἀποκλήρων ἢ ἀμνημονεύτων ἐαθέντων εἴτε ὡς ἀχαρίστων εἶἴτε ἄλλως πως, καὶ περὶ τῶν τῆς ἀχαριστίας αἰτιῶν, καὶ περὶ συνεισφορᾶς.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. λε΄ τί. η΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὀνομαστὶ ἀπόκληρον ποιῆσαί ἐστι τὸ εἰπεῖν τὸ ὄνομα ἢ τὸν χρηματισμὸν ἢ τὸ ἐπώνυμον.

2

pr.Ἐν δὲ τῷ λβ΄ κεφ. Τοὺς ὑπεξουσίους δεῖ γράφειν κληρονόμους ἢ ἀποκλήρους· ἐπεὶ ἀμνημόνευτοι γινόμενοι ῥήσσουσι τὴν διαθήκην, εἰ μὴ ἐν αἰχμαλωσίᾳ εἰσίν.

3

pr.Ἐν δὲ τῷ λη΄ κεφ. Θεσπίζομεν, μὴ ἐξεῖναι παντελῶς πατρὶ ἢ μητρὶ ἢ πάππῳ ἢ μάμμῃ ἢ προπάππῳ ἢ προμάμμῃ τὸν ἴδιον υἱὸν ἢ θυγατέρα ἢ τοὺς λοιποὺς παῖδας ἀμνημονεύτους καταλιμπάνειν ἢ ἀποκληρονόμους ἐν τῇ ἰδίᾳ ποιεῖν διαθήκῃ, εἰ μὴ ὀνομαστὶ τὰς τῆς ἀχαριστίας αἰτίας ἐγγράψαιεν.

4

pr.Ἐν δὲ τῷ λθ΄ κεφ. διαλαμβάνει περὶ τοῦ μὴ ἐξεῖναι μήτε τοῖς παισὶ τοὺς ἰδίους γονεῖς ἀμνημονεύτους καταλιμπάνειν, ἢ καθ᾽ οἱονδήποτε τρόπον τῶν ἰδίων πραγμάτων, ἐν οἷς ἐξουσίαν ἔχουσι διατίθεσθαι, τούτους παντελῶς ἀλλοτρίους ποιεῖσθαι, εἰ μὴ τὰς αἰτίας τῆς ἀχαριστίας ταῖς ἰδίαις ἐγγράψαιεν καὶ αὐτοὶ διαθήκαις. ἅστινας αἰτίας ὀνομαστὶ ἐν τῷ περὶ ἀχαριστίας τί. προειρήκαμεν.

5

pr.Ἀνάγν. καὶ τί. θ΄, ἐν ᾧ διαλαμβάνεται περὶ ἐνστάσεως καὶ ὑποκαταστάσεως. οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἔνστασίς ἐστι τὸ εἰπεῖν, πέτρος τῆς κληρονομίας μου κύριος ἔστω.

6

pr.Ἐν δὲ τῷ θ΄ κεφ. Οἱ κληρονόμοι δικαίου εἰσὶ διάδοχοι. καὶ ἐὰν μὴ διέλῃ εἰς αὐτοὺς ὁ διαθέμενος, ἐξ ἴσου καλοῦνται.

7

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ἐνστησάμενος πέτρον καὶ τοὺς ἀδελφόπαιδάς μου, εἰ μὲν εἴπω· ἐξ ἴσων μερῶν, πάντες ἐξ ἴσου κληρονομοῦσιν. εἰ δὲ μὴ εἴπω, πέτρος τὸ ἥμισυ λαμβάνει, καὶ οἱ ἀδελφόπαιδες τὸ ἥμισυ. Εἴθισται μὲν τὴν κληρονομίαν εἰς ιβ΄ οὐγκίας διαιρεῖσθαι καὶ λέγονται λίτρα. δύναται δὲ ὁ διαθέμενος καὶ εἰς πλείους καὶ [εἰς] ἥττους αὐτὴν διελεῖν.

8

pr.[Ἐν δὲ τῷ λς΄ κεφ. Ἡ] δέσποινα τὸν ἐπὶ μοιχείᾳ αὐτῆς κατηγορούμενον δοῦλον ἀχρήστως πρὸ ψήφου γράφει ἐλεύθερον ἢ κληρονόμον.

9

pr.Ἐν δὲ τῷ με΄ κεφ. θέμ. δ΄· Ὁ ἐν οἱῳδήποτε βαθμῷ γραφεὶς ἔνστατος ἢ ὑποκατάστατος ἐὰν μὴ κληρονομήσῃ, τὸ μέρος αὐτοῦ πᾶσι πρὸς τὰ κληρονομιαῖα μέρη προσαύξει, εἰ μή τινι ἦν συνημμένος. τότε γὰρ τῷ συνημμένῳ προσαύξει.

10

pr.Ἐν δὲ τῷ νς ' κεφ. Αἱ χάριν ἀμειβόμεναι ἐνστάσεις οὐκ ἔῤῥωνται, οἷον· πέτρος ἐξ ὅσου ' μέρους γράψει με κλη- ρονόμον, ἔστω μου κληρονόμος. Οὐδὲ αἱ εἰς τὸν παρελθόντα χρόνον συγκείμεναι ἐνστάσεις, οἷον· ἐξ ὅσου μέρους ἔγραψέ με πέτρος κληρονόμον, ἐκ τοσούτου ἔστω μου παῦλος κληρονόμος. οὐ μόνον δὲ εἰς τὸ πρόσωπον τοῦ διαθεμένου, ἀλλὰ καὶ εἰς ἕτερον γίνεται ἡ χάριν ἀμειβομένη ἔνστασις. οἷον· ἐὰν πέτρος γράψῃ παῦλον κληρονόμον, ἔστω μου κληρονόμος.

11

pr.Ἐν δὲ τῷ ξς΄ κεφ. Εἰ καὶ ἐν κωδικέλλοις κληρονομία οὐ δίδοται, ὅμως ἐν αὐτοῖς δυνατὸν τὸ ὄνομα τοῦ κληρονόμου σαφηνίζειν, ὅταν ἐν διαθήκῃ εἴπω· κληρονόμος ἔστω, ὃν ἂν ἐν τοῖς κωδικέλλοις ποιήσω κληρονόμον. καὶ ὁ τοιοῦτος τὸ λεῖπον ταῖς ἐν τῇ διαθήκῃ διανεμηθείσαις ιβ΄ οὐγκίαις λαμβάνει.

12

pr.Ἀνάγν. καὶ τί. ι΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Οἱ κληρονόμοι ἢ ἔνστατοι ἢ ὑποκατάστατοι λέγονται. Ἡ δὲ ὑποκατάστασις ἢ ἁπλή ἐστιν, ὡς τὸ εἰπεῖν· ἐὰν μὴ κληρονομήσῃ πέτρος, ἔστω παῦλος κληρονόμος, ἢ διπλῆ, οἷον· εἴτε μὴ κληρονομήσει εἴτε κληρονομήσας ἄνηβος ἀποθάνῃ.

13

pr.Ἐν δὲ τῷ β΄ κειρ. Τοῖς ὑπεξουσίοις παισὶν ὑποκαθιστῶμεν, ἄῤῥεσι μὲν ἕως ιδ΄ ἐτῶν, θηλείαις δὲ ἕως ιβ΄. καὶ ἐκγόνοις καὶ κυοφορουμένοις ὑποκαθιστῶμεν, ὅτε μὴ ὑπὸ τῶν ἰδίων γονέων προλαμβάνονται καὶ μέλλουσιν εἰς τὴν ἐξουσίαν αὐτῶν μεταπίπτειν. εἰ γὰρ τοῦτό ἐστι, δεῖ αὐτοὺς γράφεσθαι κληρονόμους ἢ ἀποκλήρους γίνεσθαι, ἐπεὶ ἐπαναβαίνοντες· εἰς τὸ πρόσωπον τῶν γονέων ῥήσσουσι᾿ τὴν αὐθεντικὴν καὶ συν-- αφανίζεται ἡ ὀρφανική. καὶ ἐξωτικῷ ἀνήβῳ δύναμαι ὀρφανικῶς ὑποκαταστῆσαι, ἐὰν υἱοθετήσωμαι αὐτόν.

14

pr.Ἐν δὲ τῷ λδ΄ κεφ. Πολλοὺς βαθμοὺς ὑποκαταστάσεων δυνατὸν ποιεῖν, καὶ ὕστερον δοῦλον ἀναγκαῖον· καὶ αὐτοὺς ἀλλήλοις, καὶ ἑκάστῳ ἕνα καὶ πολλοὺς ἑνὶ καὶ ἕνα πολλοῖς.

15

pr.Ἐν δὲ τῷ λζ΄ κεφ. Ἔχων τὶς δύο ἐκγόνους τὸν ἕνα ὑπεξούσιον καὶ τὸν ἄλλον αὐτεξούσιον, καὶ βουλόμενος αὐτοὺς ἐξ ἴσου ποιῆσαι κληρονόμους καὶ ἀλλήλοις ὀρφανικῶς ὑποκατα-· στῆσαι, ἐπειδὴ τοῦ ἑνὸς ὄντος αὐτεξουσίου τοῦτο ποιεῖν οὐκ ἠδύνατο, τὸν μὲν ὑπεξούσιον ἔγραψεν εἰς ὁλόκληρον, λεγάτον δὲ παρ᾽ αὐτοῦ τῷ ἑτέρῳ γινομένῳ ἐφήβῳ κατέλιπε τοῦ ἡμίσεος μέρους, καὶ ὑποκατέστησεν ὀρφανικῶς τῷ ὑπεξουσίῳ τὸν ἕτερον. Δυνατὸν ἕτερον μὲν ἰδιωτικῶς, ἕτερον δὲ ὀρφανικῶς ὑπο-· καθιστᾷν.

16

pr.Ἐν δὲ τῷ λθ΄ κεφ. Οἱ ἀλλήλοις ὑποκαθιστάμενοι πρὸς ἀναλογίαν τῶν ἰδίων μερῶν λαμβάνουσι τὰ τῶν ἀτονούντων μέρη. Ἐὰν ἀξιώσῃ τὸν ἄνηβον ὁ πατὴρ ἀποκαταστῆσαί τινι τὴν κληρονομίαν ἄνηβον τελευτῶντα, ἀναγκάζεται ὁ ἐξ ἀδιαθέτου κληρονομῶν τοῦ ἀνήβου παρακρατῶν τὸν φαλκίδιον ἀποκαταστῆσαι τὸ φιδεϊκόμισσον. τὸ αὐτὸ γάρ ἐστι καὶ ἐπὶ ἐφήβου. ταῦτα εἰ ἔῤῥωται ἡ τοῦ πατρὸς διαθήκη. εἰ γὰρ ἀνίσχυρος, οὔτε ὡς κωδίκελλος κρατεῖ, εἰ μὴ ῥητῶς ὁ διαθέμενος εἴπῃ. ἐπὶ δὲ τῆς φιδεϊκομισσαρίας ἀποκαταστάσεως μόνα τὰ τοῦ πατρὸς οὐ μὴν καὶ τὰ τοῦ παιδὸς ἀποκαθίστανται. Ἐάν τινας συνημμένως εἰς μέρος γράψω, καὶ εἰς τὸ ἄλλο ἑτέρους συνημμένως, καὶ εἴπω· τοὺς κληρονόμους μου ἀλλήλοις ἀποκαθιστῶ, τὸ τοῦ ἀτονοῦντος μέρος οἱ δύο συνημμένοι λαμβάνουσι· τούτων δὲ μὴ εὑρισκομένωνε οἱ ἄλλοι καλοῦνται.

17

pr.Ἐν δὲ τῷ μα΄ κεφ. θέμ. γ΄΄ Ἐὰν τὴν γαμετήν μου γράψας κληρονόμον ὑποκαταστήσω αὐτῇ τοὺς ἐμοὺς ὑπεξουσίους, ἀκυρουμένης τῆς ἐνστάσεως αὐτοὶ ὡς ἐκ διαθήκης ἔρχονται κληρονόμοι. οὐ γὰρ πᾶσα, ἀλλὰ μόνος ὁ βαθμὸς, ἐν ᾧ ἀμνημόνευτοι γεγόνασιν, ἀκυροῦται. οἱ κληρονόμοι ὑποκαθιστάμενοι τῷ ἀνήβῳ πρὸς τὰ τῆς ἐνστάσεως μέρη καλοῦνται εἰς τὴν ὑποκατάστασιν.

18

pr.Ἐν δὲ τῷ μγ΄ κεφ. Ἐὰν ἔχων παῖδα νόμιμον καὶ φυσικὸν ἕτερον κληρονόμους αὐτοὺς γράψω καὶ ὑποκαταστήσω ἀλλήλοις, ἰδιωτική ἐστιν. οὐ γὰρ ἠδυνάμην τῷ φυσικῷ ὀρφανικῶς ὑποκαθιστᾷν. Ἐὰν ἀλλήλοις οἱ κληρονόμοι ὑποκαταστῶσι, καὶ ἀποθανόντων τινῶν ἕτερος παραιτήσηται τὸ μέρος αὐτοῦ, μόνοι οἱ περιόντες λαμβάνουσιν αὐτό.

19

pr.Ἀνάγν. καὶ τί. ια΄, ἐν ᾧ διαλαμβάνεται περὶ φιδεικομισσαρίων ἀγωγῶν ἀποκαταστάσεως, οὗτινος ἐν τῷ η΄ κεφ. φησί· Τοῦ κληρονόμου εὐλαβουμένου προσελθεῖν ἐὰν ὁ φιδεϊκομισσάριος λέγῃ· κινδύνῳ μου κληρονόμησον, ἀναγκάζεται, καὶ οὐ παρακρατεῖ τρίτον, εἴτε εὔπορός· ἐστιν ἡ κληρονομία εἴτε καὶ μὴ, καὶ οὐ περιεργαζόμεθα διὰ ποίαν αἰτίαν φοβεῖται προσελθεῖν ὁ κληρονόμος.

20

pr.Ἐν δὲ τῷ θ΄ κεφ. Καὶ ὁ ἐν μεγάλῃ ὢν ἀξίᾳ ἢ αὐθεντίᾳ γραφόμενος κληρονόμος παρὰ κυνηγοῦ ἢ πόρνης καὶ ἀξιούμενος ἀποκαθιστᾷν ἀναγκάζεται.

21

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ἐν τῇ ἀποκαταστάσει τῆς κληρονομίας οἱ καρποὶ οὐ φέρονται, εἰ μὴ ὑπέρθεσις γέγονεν ἢ ῥητῶς αὐτοὺς ἐπετράπη ἀποκαταστῆσαι. λογίζεται δὲ εἰς φαλκίδιον. Ὁ γὰρ ἀξιῶν ἀποκαταστῆναι κληρονομίαν ἐκεῖνο δοκεῖ λέγειν, ὅπερ ὑπάρχει τῆς κληρονομίας. οἱ δὲ καρποὶ οὐ τῇ κληρονομίᾳ, ἀλλὰ τοῖς πράγμασι λογίζονται. Εἰ δὲ λεγάτῳ τιμηθεὶς ὁ κληρονόμος ἀξιωθῇ τὸ μέρος τῆς κληρονομίας ἀποκαταστῆσαι, τὸ λεγάτον καθ᾽ ὅσον μὲν ἔλαβεν ἐκ τοῦ συγκληρονόμου παρακρατεῖ· ὅσον δὲ κατὰ τὴν οἰκείαν ἔνστασιν παρέσχεν, ἀποκαθίστησιν.

22

pr.Ἐν δὲ τῷ λε΄ κεφ. Ἐν τῇ ἀποκαταστάσει τῆς κληρονομίας καὶ οἱ τόκοι καὶ τὰ ἐνοίκια ὡς καρποὶ καταφέρονται. καὶ οὐ διαφέρουσι τῶν λοιπῶν χρεῶν τῶν ὑπὸ αἵρεσιν ἢ κατ᾿ ἐνιαυτὸν ἢ μῆνα κεχρεωστημένων. καὶ οὓς μὲν ἔλαβεν ὁ κληρονόμος μὴ ποιήσας περὶ τὴν ἀποκατάστασιν ὑπέρθεσιν, οὐκ ἀπαιτεῖται. εἰ δὲ οἷα [νῦν] ἐστιν ἡ κληρονομία ἐπιζητεῖ ὁ τὴν ἀποκατάστασιν ἀξιωθεὶς ἀποκαταστῆσαι, ὀφείλει ἀκούεσθαι. καὶ ταῦτα μὲν περὶ ὧν ὁ διαθέμενος ἐπηρώτησε τόκων ἢ ἀγροὺς ἐγεώργησεν. [εἰ γὰρ αὐτὸς ὁ κληρονόμος ἐδάνεισεν ἢ ἐγεώργησεν], ἐπειδὴ ἰδίῳ κινδύνῳ δανείζει καὶ δαπανᾷ περ τὴν γεωργίαν, οὐδὲν τούτων ἀποκαθίστησι τῷ φιδεϊκομισσαρίῳ μὴ ποιήσας ὑπέρθεσιν.

23

pr.Ἐν δὲ τῷ μδ΄ κεφ. Ἐὰν μέρος κληρονομίας καταλειφθῇ μοι καί τινα πράγματα τῆς κληρονομίας ἀφέλωμαι, ἐπ᾿ αὐτοῖς ἀγωγὴν οὐκ ἔχω.

24

pr.[Ἐν δὲ τῷ με΄ κεφ.] Ότε κληρονομία μέλλει ἀποκαθίστασθαι καὶ ἀπολιμπάνεται ὁ ἀξιωθεὶς αὐτῆς, αἱ κινδυνεύ ουσαι τῷ χρόνῳ φθαρῆναι ἀγωγαὶ κατὰ τοῦ κληρονόμου προκατάρχονται. εἰ δὲ καὶ ὁ υἱὸς διασκέπτεται, ἢ ὀφείλει κι νῆσαι κατὰ τῆς τοῦ πατρὸς διαθήκης τὴν ὑπεναντίωσιν, ὁ γεγραμμένος ἐνάγεται παρὰ τῶν δανειστῶν.

25

pr.Ἐὰν ὁ πατὴρ ἀξιωθεὶς ἀποκαταστῆσαι τῷ υἱῷ γενομένῳ αὐτεξουσίῳ πολλὰ πρὸς περιγραφὴν τῆς ἀποκαταστάσεως ποιήσῃ, ἐπειδὴ ἀσφάλεια οὐ δίδοται διὰ τὸν τῆς ὑπεξουσιότητος λόγον, ἀναγκάζεται καὶ ὑπεξουσίῳ ὄντι τὴν κληρονομίαν ἀποκαταστῆσαι, καὶ μηδὲν ἔχειν ἐπ᾿ αὐτὴν δίκαιον ἐφ᾽ ὅσον ὁ υἱὸς περίεστι. καὶ ἔοικεν ὁ υἱὸς ἐν τούτῳ τῷ στρατιώτῃ εἰς τὸ ἐνάγειν τοῖς χρεώσταις καὶ ἐνάγεσθαι. πενόμενον δὲ τὸν πατέρα ἐκ τῶν καρπῶν καὶ προσόδων τῆς κληρονομίας ἀποτρέφει.

26

pr.Ἐν δὲ τῷ νγ΄ κεφ. Ἐὰν ἀξιωθῶ χωρὶς τῶν καρπῶν ἀποκαταστῆσαι μετὰ θάνατόν μου κληρονομίαν, οὐ δύναμαι τοὺς τοκετοὺς τῶν κληρονομιαίων θεραπαινῶν λαβεῖν, οὔτε τὰς γονὰς τῶν θρεμμάτων, ἃς ἐχρῆν ὑποβληθῆναι τῇ ἀγέλῃ. Ἐπὶ τῶν ὑπὸ ἡμέραν ἀποκαταστάσεων, ὅσους τόκους ἢ καρποὺς ἢ μισθοὺς κτημάτων πρὸ τῆς ἡμέρας λάβῃ ὁ κληρονόμος, εἰς φαλκίδιον λογίζεται.

27

pr.Ἐν δὲ τῷ οα΄ κεφ. Ἐν κωδικέλλοις γενομένη ὀρφανικὴ ὑποκατάστασις, εἰ καὶ ἄκυρός ἐστι διὰ τὸ μὴ δύνασθαι κληρονομίαν ἐν κωδικέλλοις δίδοσθαι ἢ ἀφαιρεῖσθαι, ὅμως ὡς ἀποκατάστασις ἰσχύει. εἰ δὲ δύο ὄντες οἱ ὑποκατάστατοι ἀμοιβαδὸν ἀλλήλοις ὑποκατέστησαν, κρατεῖ καὶ ἐν τῇ ἀποκαταστάσει ἡ ὑποκατάστασις, καὶ τοῦ ἑνὸς τελευτήσαντος ὁ ἕτερος ὁλόκληρον ἀπαιτεῖ τὸ φιδεϊκόμισσον.

28

pr.Ἀνάγν. καὶ τί. ιβ΄, ἐν ᾧ διαλαμβάνεται περὶ αἱρετικῶν ἐνστάσεων, οὗτινος ἐν τῷ θ΄ κεφ. φησίν· Αἱ παρὰ τὰ χρηστὰ ἔθη αἱρέσεις - συγχωροῦνται, ὡς τὸ μὴ ἀναῤῥύσασθαι τὸν πατέρα ἀπὸ αἰχμαλωσίας, ἢ μὴ θρέψαι πατέρα ἢ πάτρωνα.

29

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Αἱ παράνομοι καὶ καταγέλαστοι αἱρέσεις περιαιροῦνται τῶν ἐνστάσεων καὶ τῶν λεγάτων, καὶ χωρὶς αἱρέσεως ταῦτα παρέχονται.

30

pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ἡ παράνομος αἵρεσις ἐπικλασθεῖσα ὑπεξουσίῳ υἱῷ ἀκυροῖ τὴν διαθήκην, ὡς μὴ οὖσα ἐξουσιαστική. τὰ γὰρ βλάπτοντα τὴν εὐσέβειαν ἢ τὴν ὑπόληψιν ἡμῶν ἢ τὴν αἰδῶ, καὶ ἁπλῶς τὰ παρὰ τοὺς ἀγαθοὶς τρόπους οὐδὲ πιστευόμεθα δύνασθαι ποιεῖν.

31

pr.Ἐν δὲ τῷ κς ' κεφ. Τῷ χωρὶς αἱρέσεως ἐν διαθήκῃ γραφέντι κληρονόμῳ οὐ δύναται ἐν κωδικέλλοις αἵρεσις ἐπιτίθεσθαι, διὰ τὸν κανόνα τὸν λέγοντα· κληρονομία ἐν κωδικέλλοις οὔτε δίδοται οὔτε ἀφαιρεῖται.

32

pr.[Ἐν δὲ τῷ λ ' κεφ. Ἡ] γραφεῖσα ὑπὸ αἵρεσιν παρὰ τῆς μητρὸς κληρονόμος τήν· ἐὰν τῷ τρισεξαδέλφῳ γαμηθῇ, πληρούτω πάντως τὴν αἵρεσιν· οὐ γὰρ αἰσχρός ἐστιν ὁ γάμος· εἰ μὴ ἄρα ἐκεῖνος ἐμποδίζῃ.

33

pr.Ἀνάγν. καὶ τί. ιγ΄, ἐν ᾧ διαλαμβάνεται περὶ ἐνστάτων καὶ ὑποκαταστάτων, οὗτινος ἐν τῷ θ΄ κεφ. φησί· Τὴν τῆς ἀπαιδίας αἵρεσιν καὶ ὁ ἀπελεύθερος υἱὸς ἀποκλείει. καὶ αὐτὸς γὰρ υἱὸς νοεῖται, ἐὰν δειχθῇ περὶ αὐτοῦ εἰπὼν ὁ διαθέμενος.

34

pr.Ἐν δὲ τῷ ιη΄ κεφ· Τῷ κωλυομένῳ κληρονομεῖν μηδὲ διὰ οἰκέτου κληρονομία προσποριζέσθω.

35

pr.Ἐν δὲ τῷ κγ΄ κεφ. Ἐάν τις γράψῃ κληρονόμους ἐξ ἀνίσων μερῶν καὶ ἀμοιβαδὸν αὐτοὺς ἀλλήλοις ὑποκαταστήσῃ, μὴ ἐκφωνήσῃ δὲ τὸ μέρος τῆς ὑποκαταστάσεως, οὕτω καλοῦνται εἰς τὴν ὑποκατάστασιν, ὡς ἐκλήθησαν ἐν τῇ ἐνστάσει.

36

pr.Ἐν δὲ τῷ κη΄ κεφ. Πολλῶν ἐνσταθέντων κληρονόμων καὶ ἀλλήλοις ὑποκαταστάντων, τὰ τῶν παραιτουμένων μέρη καὶ ἄκουσι προσκυρούσθω τοῖς τὴν κληρονομίαν καταδεξαμένοις.

37

pr.Ἐν δὲ τῷ λθ΄ κεφ. Ἡ διάταξις λέγει, ὅτι αὐτῷ τῷ γραφῆναι κληρονόμος ὁ δοῦλος, εἰ καὶ μὴ προσετέθη αὐτῷ ἡ ἐλευθερία, σιωπηρῶς αὐτὴν ἔχει. οὐκοῦν ὡς σὺν ἐλευθερίᾳ γραφεὶς κληρονόμος ἀνισχύρως ἐλεγατεύθη, καὶ οὐδὲ προσπορίζει τὴν κληρονομίαν τῷ λεγαταρίῳ, ἀλλὰ γίνεται ἐλεύθερος καὶ κληρονόμος. Ἔγραψέ τις ἐν διαθήκῃ τὸν δοῦλον δίχα ἐλευθερίας κληρονόμον, ἐν κωδικέλλοις δὲ κατέλειψεν αὐτῷ τὴν ἐλευθερίαν. λέγει ἡ διάταξις, ὅτι ἔδοξε διὰ τῆς ἐνστάσεως καὶ τὴν ἐλευθερίαν ἔχειν ἐν διαθήκῃ. καὶ οὐ δεόμεθα αὐτῆς τῆς ἀμφισβητήσεως περὶ τοῦ εἰ γίνεται ἐκ τῶν κωδικέλλων ἐλεύθερος· ἤδη γὰρ ἐκ τῆς διαθήκης ἠλευθερώθη. εἰ μέντοι λεγάτον ἢ φιδεϊκόμισσον δίχα ἐλευθερίας καταλειφθῇ, οὐ δοκεῖ σιωπηρῶς μετὰ τοῦ λεγάτου καὶ ἡ ἐλευθερία δίδοσθαι τῷ οἰκέτῃ.

38

pr.Ἀνάγν. καὶ τί. ιδ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ δυνάμενος κτήσασθαι πᾶσαν τὴν κληρονομίαν ἐκ μέρους κληρονομεῖν οὐ δύναται.

39

pr.Καὶ ἐκ πολλῶν μερῶν ἐν τῇ αὐτῇ διαθήκῃ γραφεὶς οὐ δύναταί τινα καταδέχεσθαι καί τινα παραιτεῖσθαι.

40

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ἐγχειρίζει κληρονομίαν ὁ πράττων τὶ ὡς κληρονόμος. τοῦτο δὲ οὐκ ἐκ τοῦ φάκτου, ἀλλ᾽ ἐκ τοῦ λογισμοῦ τοῦ χειρίσαντος κρίνεται. ὁ γὰρ δι᾽ εὐσέβειαν ἢ φυλακήν τι ποιῶν ἐν τῇ κληρονομίᾳ, τυχὸν θάπτων τὸν διαθέμενον ἢ τρέφων τοὺς δούλους ἢ τὰ ἄλογα, ἢ πιπράσκων τὰ εὔφθαρτα, ἢ μισθῶν ἢ ἀνορθῶν, ἴσως ἐπὶ προνοίᾳ ἑαυτοῦ διασκεπτομένου ἢ τοῦ ὑποκαταστάτου ἢ τοῦ ἐξ ἀδιαθέτου, οὐ δοκεῖ ἐγχειρίζειν τὴν κληρονομίαν. τοιγαροῦν ἀναγκαῖοι κληρονόμοι καὶ διαμαρτύρασθαι εἰώθασιν, ὅτι οὐχ ὡς κληρονόμοι χειρίζουσιν, ἀλλὰ διά τινας τῶν εἰρημένων αἰτιῶν ἢ ὡς ἴδια. εἰ δέ τι καὶ ὡς κληρονόμος μὲν ἀπήτησε, τοιοῦτον δὲ ὅπερ εἰς ἐξωτικὸν οὐ διαβαίνει κληρονόμον, οὐ δοκεῖ ἐγχειρίζειν τὴν κληρονομίαν· τυχὸν γὰρ ἀπῄτησεν ὑπηρεσίας πατρῴους ἀπελευθέρους· ἐπειδὴ καὶ δανεισταῖς ἡ τούτων ἀπαίτησις ἁρμόζει, καὶ μάλιστα τοῦ μέλλοντος χρόνου. οὔτε θάπτων ἐν τοῖς κληρονομιαίοις τάφοις ὑποβάλλεται τοῖς δανεισταῖς.

41

pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ἐγχειρίζει τὴν κληρονομίαν καὶ ὁ τῷ μὴ κληρονομιαίῳ πράγματι ὡς κληρονομιαίῳ χρώμενος. Τότε ἐγχειρίζων τὴν κληρονομίαν τὶς ἐνέχεται, ὅτε τοῦτο πράξει κατενεχθείσης αὐτῷ τῆς κληρονομίας. ἐξ ὧν γὰρ αἰτιῶν παραιτούμενοι οὐδὲν ἀνύομεν, ἐκ τῶν αὐτῶν οὔτε ἐγχειρίζοντες τὴν κληρονομίαν ἀνύομεν.

42

pr.Ἐν δὲ τῷ κθ ' κεφ. Ὁ κληρονόμος ὁλοκλήρου δικαίου διάδοχός ἐστι, καὶ εἰς αὐτὸν αἱ ἀγωγαὶ μετέρχονται.

43

pr.Ἐν δὲ τῷ λ ' κεφ. Δύο ἀναγκαίων ὄντων μετὰ τὸ ἀποστῆναι τὸν ἕνα ὁ ἄλλος καταδεχόμενος οὐ δύναται παραιτεῖσθαι, μὴ πᾶσιν ὑποκεῖσθαι τοῖς βάρεσιν.

44

pr.Ἐν δὲ τῷ ξβ΄ κεφ. Ὁ ἐκ πολλῶν μερῶν μόνος γραφεὶς κληρονόμος οὐ δύναταί τινα παραιτεῖσθαι, εἰ καὶ ἔν τισιν ὑποκατάστατον ἔχει. τὸ αὐτὸ κἂν μὴ μόνος ἐγράφη.

45

pr.Ἐν δὲ τῷ ξζ ' κεφ. Ψυχῇ τις ἐγχειρίζει τὴν κληρονομίαν, κἂν μὴ ἅψηται κληρονομιαίου πράγματος. ὅθεν ἐὰν ἐνέχυρον ἐν τῇ κληρονομίᾳ ὂν ἢ ἀλλότριον πρᾶγμα ὡς κληρονομιαῖον κατάσχῃ, ἐγχειρίζειν τὴν κληρονομίαν δοκεῖ.

46

pr.Ἐν δὲ τῷ ογ΄ κεφ. Ὁ υἱὸς καταβαλὼν χρέος κληρονομιαῖον ἔδοξε κατὰ τὸ ἀνῆκον αὐτῷ μέρος καταδέχεσθαι τὴν τοῦ πατρὸς κληρονομίαν.

47

pr.[᾿ Εν δὲ τῷ οδ΄ κεφ. Ἐὰν ὑπεξουσίῳ κατενεχθῇ κληρο νομία, καὶ ὁ πατὴρ κατὰ γνώμην αὐτοῦ ἐγχειρίσῃ τοῦ κληρονομεῖν, οὕτως ἐστὶν ὡσανεὶ αὐτὸς ὁ υἱὸς κελεύσει τοῦ πατρὸς κατεδέξατο τὴν κληρονομίαν.]

48

pr.[Ἐν δὲ τῷ οθ΄ κεφ.] Ὁ μείζων τῶν κε΄ ἐτῶν ἅπαξ καταδεξάμενος τὴν τοῦ πατρὸς κληρονομίαν οὐδὲ παραιτεῖσθαι δύναται τὴν κληρονομίαν ἅπαξ καταδεξάμενος, οὐδὲ φεύγειν τὰς τῶν δανειστῶν ἐναγωγὰς ἐκ τοῦ λέγειν [ὅτι] ὁ ἀδελφὸς βίαν αὐτῷ ποιεῖ καὶ ἁρπάζει τὸ μέρος αὐτοῦ ἤτοι τὴν διαθήκην· ἀλλ᾽ ἐνάγεται κατὰ τὰ μέρη τῆς κληρονομίας.

49

pr.Ἀνάγν. καὶ τί. ιε΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ὢν ἔνστατος καὶ ὑποκατάστατος οὐ δύναται παραιτεῖσθαι τὴν ἔνστασιν καὶ κληρονομῆσαι ἀπὸ τῆς ὑποκαταστάσεως.

50

pr.Ἐν δὲ τῷ κ΄ κεφ. Υἱοῦ καὶ θυγατρὸς ὑπεξουσίων γραφομένων κληρονόμων, καὶ αὐτεξουσίου ἀμνημονεύτου γεγονότος καὶ μὴ αἰτήσαντος κατὰ τῆς διαθήκης ἐναντίωσινὶ, ἐὰν ἐξ ἀδιαθέτου νεμηθῶσι, πᾶσι διδόασι τὰ λεγάτα.

51

pr.Ἐν δὲ τῷ κς΄ κεφ. Καὶ ὁ μὴ γεγραμμένος κληρονόμος, ἐὰν συμπαίξας τοῖς γεγραμμένοις μόνος ἐξ ἀδιαθέτου νέμηται, δίδωσι τὰ λεγάτα.

52

pr.[Ἐν δὲ τῷ κθ΄ κεφ.] Ὁ παραιτησάμενος καὶ νεμόμενος ἐξ ἀδιαθέτου τὰς ἐλευθερίας δίδωσιν. αὐτοῦ δὲ γίνονται ἀπελεύθεροι.

53

pr.Ἀνάγν. καὶ τί. ιη΄, ἐν ᾧ φησι περὶ κληρονόμων διασκέψεως, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Μητρὸς τελευτησάσης ἐπὶ ἀνήβῳ θυγατρὶ, εἰ ἀποθάνῃ μετὰ ις΄ ἡμέρας ἢ ἐλάττονας ἢ καὶ πλείονας ἡ κόρη, παραπέμπεται ἐπὶ τοὺς κληρονόμους αὐτῆς τὸ τῆς διασκέψεως δίκαιον.

54

pr.Ἀνάγν. καὶ τοῦ ιγ ' τί. κεφ. β΄, ἐν ᾧ φησιν· Ἐν τῷ δικαστῇ ἐστιν ὁρίσασθαι τὸν χρόνον τῆς διασκέψεως, ὡς μέντοι μὴ ἐλαττῶσαι τὰς ρ΄ ἡμέρας. Ἔσθ᾽ ὅτε δὲ μὴ ἀρκοῦντος τοῦ πρώτου χρόνου δίδοται δεύτερος. Τοῦτο δὲ ἀπὸ μεγάλης αἰτίας.

55

pr.[Καὶ κεφ. δ΄, ἐν ᾧ φησιν· Ἐὰν ὀνόματι ἀνήβου διάσκεψις αἰτῇται, κωλύεται ἡ ἐκποίησις τῶν πραγμάτων. ὁ δὲ κωλυόμενος ἐκποιεῖν οὔτε ἀγωγὴν κινῆσαι δύναται.]

56

pr.Καὶ κεφ. ζ΄, ἐν ᾧ φησι· Διασκεπτόμενος ὁ υἱὸς ἐκ τῆς κληρονομίας ἀποτρέφεται.

57

pr.Ἀνάγν. καὶ τοῦ ιδ΄ τί. κεφ. γ΄, ἐν ᾧ φησινκ· Ὅτε κληρονομία πρός τινα εἴτε ἐκ διαθήκης εἴτε ἐξ ἀδιαθέτου κατενεχθῇ, εἴτε ἐξ ὁλοκλήρου εἴτε ἐκ μέρους, εἰ μὲν ὀρθῇ ὁδῷ καταδέξασθαι βούλεται τὴν κληρονομίαν καὶ ἐλπίδι φανερωτάτῃ τοῦτο ποιήσει, καὶ ἑαυτῷ· ἐμμίξει ἵνα μὴ ὕστερον ταύτην ἀποπέμψηται, οὐδεμιᾶς χρήζει ἀπογραφῆς, ἐπειδὴ πᾶσι τοῖς δανεισταῖς καὶ λεγαταρίοις κατέχεται ὡς τῆς κληρονομίας αὐτῷ ἐξ οἰκείας βουλήσεως ἐμπαγείσης.

58

pr.Ἀνάγν. καὶ τί. κ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίι· Θεσπίζομεν, εἴ τις βούλοιτο τὰ οἰκεῖα πράγματα τοῖς παισὶ διελεῖν ἢ πάντα ἢ καί τινα τυχὸν καταλιπεῖν ἐξαίρετα, ταῦτα, μάλιστα μὲν εἰ δυνατὸν εἴη, λεγέτω ἐν τῇ διαθήκῃ καὶ ἀναμφισβήτητον διδότω τοῖς παισὶ τὴν ἐντεῦθεν ὠφέλειαν. εἰ δὲ τοῦτο οὐ πράττει διά τινας ἀναγκαίας αἰτίας, αἳ πολλαὶ περιεστᾶσιν ἀνθρώποις, ἀλλ᾽ ἔξεστι νεμήσεις ποιήσασθαι τῶν πραγμάτων, ἅπερ ἂν διανεμηθῆναι βουληθείη, καὶ ὑποσημήνασθαι πάσαις ἢ αὐτὸν ἢ τοὺς παῖδας ἅπαντας ὑπογράψαι παρασκευάσαι, ὧν μεταξὺ τὰ πράγματα διαιρεῖ, κἀντεῦθεν τῷ πράγματι δοῦναι πίστιν ἀναμφισβήτητον. καὶ τὸ κατὰ τοῦτο γινόμενον σχῆμα κύριόν τε ἔστω καὶ ἰσχυρὸν καὶ ἑτέρας οὐ δεόμενον ἀσφαλείας.

59

pr.Ἀνάγν. καὶ βι. μα΄ τί. δ΄, ἐν ᾧ καὶ περὶ φαλκιδίου διαλαμβάνεται. ἐν δὲ τῷ α΄ καὶ ε΄ καὶ ς΄ αὐτοῦ κεφ. φησίν· Ὅτι ὁ βουλόμενος ὑπεισελθεῖν ἢ παραιτήσασθαι τὴν κληρονομίαν, ἐντὸς ἐνιαυτοῦ τοῦτο ὀφείλει ποιεῖν καὶ πληροῦν ἐκ παντὸς τρόπου τὴν γνώμην τοῦ τελευτήσαντος. εἰ γάρ τις ἐκ ψήφου δικαστικῆς ὑπομνησθεὶς ἐνιαυτὸν ὅλον ἑλκύσει μὴ πράττων τοῦτο ὃ προσετάχθη, εἰ μέν τις ἐκείνων εἴη τῶν ἀναγκαστικῶς ἐκ τοῦ νόμου τὶ λαμβανόντων, εἰς πλέον δὲ ἢ καθ᾽ ὅσον ὁ νόμος αὐτῷ δίδωσι γέγραπται κληρονόμος, τοσοῦτον αὐτὸν λαμβάνειν μόνον, ὁπόσον ὁ νόμος αὐτῷ δίδοσθαι κατὰ τὴν τρίτην τῶν ἐξ ἀδιαθέτου μοῖραν συγχωρεῖς, τὸ δὲ ἄλλο σύμπαν ἀφαιρεῖσθαι. εἰ δὲ μὴ εἴη τοιοῦτον πρόσωπον, καὶ τὸ προστεταγμένον εἴσω τοῦ ῥηθέντος οὐ πληρώσειε χρόνου, οὐδ᾽ ὁτιοῦν λήψεται τῶν καταλελειμμένων αὐτῷ. ἀρχὴν δέ φησι τοῦ ἐνιαυτοῦ δίδομεν τὴν ἐκ δικαστικῆς ὑπόμνησιν ψήφου. ἀνήβοις δὲ καὶ ἐλάττοσιν οὐδὲν ὁ παρὼν προκρίνει νόμος.

60

pr.Ἀνάγν. καὶ τί. ζ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τῆς κατὰ τῆς διαθήκης ἐναντιώσεως αἰτουμένης οἱ αὐτεξούσιοι μόνοις τοῖς ὑπεξουσίοις συνεισάγουσι. καὶ διὰ τοῦτο ἐὰν ἀποθάνω καταλιπὼν οὐσίαν τετρακοσίων νομισμάτων, καὶ δύο παῖδας ὑπεξουσίους καὶ δύο αὐτεξουσίους, δικαίῳ μὲν κληρονομίας ἕκαστος τῶν παίδων ρ΄ λαμβάνει. ὅσα δὲ τῶν αὐτεξουσίων ἕκαστος ἔχει, εἰς τρία μέρη ποιεῖ, καὶ τὸ μὲν τρίτον αὐτὸς λαμβάνει, τὸ δὲ δίμοιρον οἱ ὑπεξούσιοι.

61

pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ὁ αὐτεξούσιος, κἂν αἰτήσῃ τὴν κατὰ τῆς διαθήκης τοῦ πατρὸς ἐναντίωσιν, οὐ συνεισάγει τὴν προῖκα ἣν ὑπὲρ τῆς οἰκείας ἐπέδωκε θυγατρός. αὐτῆς γάρ ἐστιν ἡ οὐσία καὶ οὐ τοῦ ἐπιδεδωκότος.

62

pr.Ἐν δὲ τῷ ιγ ' κεφ. θέμ. γ '· Ἐὰν ὕπεστιν ἔκγονος καὶ ἐκγόνη ἐκ τοῦ αὐτοῦ πατρὸς, καὶ θεῖος, ἡ ἐκγόνη τὴν προῖκα μόνῳ τῷ ἀδελφῷ αὐτῆς συνεισάγει. εἰ δὲ ἦν αὐτεξουσία, καὶ τὰ λοιπὰ αὐτῆς πράγματα συνεισάγει αὐτῷ. εἰ δὲ μὴ εἶχεν ἀδελφὸν, τῷ θείῳ καὶ τοῖς ἐξ ἑτέρου θείου ἀνεψιοῖς συνεισάγει. αἱ δὲ ἀπὸ διαφόρων πατέρων ἔκγονοι καὶ ἀλλήλοις καὶ τῷ θείῳ συνεισάγουσιν· αἱ δὲ ἀπὸ τοῦ πατρὸς μόναις ἀλλήλαις. Προικός συνεισαγομένης ὑπεξαιροῦνται τὰ περὶ αὐτὴν γινόμενα ἀναγκαῖα δαπανήματα, οὐ μὴν τὰ λοιπά.

63

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Τὸν αὐτεξούσιόν μου υἱὸν ἔγραψα κληρονόμον, ἀπόκληρον ποιήσας τὴν θυγατέρα μου. καὶ κινήσασα τὴν περὶ διαθήκης μέμψιν τὸ ἥμισυ τῆς κληρονομίας ἔλαβεν. οὐ συνεισάγει αὐτῇ ὁ υἱός. καὶ αἱ δοθεῖσαι γὰρ ἐν τῇ τοιαύτῃ διαθήκῃ ἐλευθερίαι ἔῤῥωνται.

64

pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Ἐάν τις ἔχων δύο παῖδας τὸν ἕνα ἐξ αὐτῶν αὐτεξούσιον ποιήσῃ, τὸν δὲ ἕτερον μείνῃ ἔχων ὑπεξούσιον καὶ τελευτήσῃ, κληρονομῶν ὁ αὐτεξούσιος ἐκ τῆς παρὰ τοῦ πραίτωρος διδομένης τοῖς ὑπεξουσίοις καὶ αὐτεξουσίοις διακατοχῆς ἀναγκάζεται ὅσα ἔσχε μετὰ τὴν αὐτεξουσιότητα, οὐκ ἔμελλε δὲ ἔχειν εἰ ἔμεινεν ὑπεξούσιος ἀλλὰ προσπορίζειν, τουτέστι τὰ ἐκ τοῦ πατρὸς δωρηθέντα καὶ τὴν χρῆσιν τῶν καρπῶν, συνεισενεγκεῖν τῷ ἀδελφῷ τῷ ἰδίῳ. εἰ δὲ καὶ ἀμνημόνευτος γένηται καὶ ἔλθῃ ὡς ἀπὸ τῆς κατὰ διαθήκης ἐναντιώσεως διακατοχῆς, πάλιν ἀναγκάζεται συνεισενεγκεῖν. ἐὰν δὲ γραφῇ κληρονόμος καὶ ὡς κληρονόμος κατάσχῃ μέρος τῆς οὐσίας, καὶ οὕτως ἀναγκάζεται τὰ ἴδια κέρδη συνεισενεγκεῖν. εἰ μὴ ἄρα ἐν τῇ διαθήκῃ αὐτοῦ ἰδικῶς ἐκέλευσεν, ὥστε αὐτὸν μὴ συνεισενεγκεῖν καὶ κληρονομῆσαι.

65

pr.Ἐν δὲ τῷ κα΄ κεφ. Πατήρ προικίζων τὴν ἰδίαν θυγατέρα σύμφωνον ἐνέθηκεν ἐν τῷ προικῴῳ συμβολαίῳ τοιοῦτον, ὥστε αὐτὴν ἀρκεσθῆναι τῇ προικὶ καὶ μηκέτι ζητῆσαί τι ἀπὸ τῶν πατρῴων πραγμάτων ἀδιαθέτου τελευτῶντος αὐτοῦ. λέγει οὖν ἡ διάταξις, ὅτι ἄχρηστόν ἐστι τοῦτο τὸ σύμφωνον. καὶ οὕτω γὰρ κληρονομεῖ τὸν πατέρα ἀδιάθετον, ἀναγκάζεται δὲ τὴν προῖκα τὴν ὑπὲρ αὐτῆς δοθεῖσαν συνεισενεγκεῖν τοῖς ἀδελ φοῖς αὐτῆς τοῖς μείνασι τοῦ πατρὸς ὑπεξουσίοις.

66

pr.Ἐν δὲ τῷ κγ΄ κεφ. Οἱ αὐτεξούσιοι παῖδες ἐκεῖνα συνεισφέρουσι τοῖς ἀδελφοῖς τοῖς ἰδίοις, ὅσα εἶχον ἐν καιρῷ τῆς τελευτῆς τοῦ ἰδίου πατρός. εἴ τι δὲ μετὰ ταῦτα ἐπεκτήσαντο, οὐ συνεισφέρουσιν. ὑπεξαιροῦμεν δὲ καὶ ἐκ τούτων τῶν πραγμάτων τῶν ὄντων ἐν καιρῷ τῆς τελευτῆς τοῦ πατρὸς, ὅσα ἐχρεώστουν. τὴν γὰρ καθαρὰν οὐσίαν ἑαυτῶν συνεισφέρουσιν.

67

pr.Ἐν δὲ τῷ λς΄ κεφ. Τὸ νόμιμον τῆς διατάξεως τοιοῦτόν ἐστιν, ἵνα μηδὲν τῶν ἀπροσπορίστων συνεισενεχθῇ, ἀλλ᾽ ὥσπερ ποτὲ τὸ ἰδιόκτητον πεκούλιον μὴ προσποριζόμενον οὐδὲ συνεισεφέρετο, τὸν αὐτὸν τρόπον καὶ νῦν πάντα τὰ ἀπροσπόριστα οὐ συνεισφέρονται. σήμερον τοίνυν οὐδὲν ἕτερον συνεισφέρουσι τοῖς ἰδίοις ἀδελφοῖς οἱ παῖδες [οἱ] αὐτεξούσιοι, εἰ μὴ μόνον τὰ ἀπὸ πραγμάτων γονικῶν καὶ τὴν χρῆσιν. ταῦτα γὰρ ἔμελλον, εἰ ἦσαν ὑπεξούσιοι, προσπορίζεινο.

68

pr.[Ἐν δὲ τῷ λζ ' κεφ.] Κἀκεῖνο δὲ καλῶς ἔχειν ᾠήθημεν τῷδε περιλαβεῖν τῷ νόμῳ. τῶν γὰρ ἔμπροσθεν νόμων βουλομένων ἐπὶ τῶν συνεισφορῶν, εἰ μὲν διαθήκης χωρὶς τελευτήσαιεν οἱ γονεῖς, τὰς συνεισφορὰς κατὰ τὴν αὐτῶν γίνεσθαι δύναμιν, εἰ δὲ ἐπὶ διαθήκαις, μηδὲν εἰπόντες περὶ αὐτῶν, μὴ χώραν ταῖς συνεισφοραῖς γίνεσθαι, ἀλλὰ καὶ τὰ πράγματα ἔχειν τὰ κατὰ προῖκα τυχὸν ἢ καθ᾽ ἕτερον τρόπον διδόμενα καὶ τῶν καταλελειμμένων ἀντιλαμβάνεσθαι· ἡμεῖς δὲ θεσπίζομεν, μὴ εἶναι παντελῶς τοιαύτην πρόληψιν, ἀλλ᾽ εἴ τις ἀδιάθετος τελευτήσειεν εἴτε ἐπὶ διαθήκαις, ἐπειδήπερ ἄδηλόν ἐστι μήποτε ἐκλαθόμενος τῶν δεδομένων ἢ ὑπὸ τῆς ἐν τῷ θανάτῳ ταραχῆς στενοχορούμενος οὐκ ἐμνήσθη τούτου, πάντως εἶναι τὰς συνεισφορὰς καὶ τὴν ἐκεῖθεν ἰσότητα κατὰ τὸ ἤδη διατεταγμένον· εἰ μὴ ῥητῶς ἐπισκήψειεν αὐτὸς βούλεσθαι μὴ γενέσθαι συνεισφορὰν, ἀλλ᾽ ἔχειν τὸν ἀναγκαζόμενον ἐκ τοῦ νόμου συνεισενεγκεῖν καὶ τὸ ἤδη δεδομένον καὶ τοῖς ἐκ τῆς διαθήκης κεχρῆσθαι δικαίοις· πάντων τῶν ἔμπροσθεν περὶ συνεισφορῶν ἡμῖν νενομοθετημένων ἐπὶ τῆς ἑαυτῶν μενόντων ἰσχύος.

69

pr.Κἀκεῖνο δὲ νομοθετῆσαι τῶν ἀναγκαιοτάτων ἡγούμεθα ἐν πολλοῖς καὶ ἀμυθήτοις πράγμασι ζητούμενον. ἐπιδέδωκε γὰρ πατὴρ προῖκα ἢ μήτηρ τυχὸν ὑπὲρ παιδὸς ἰδίας, ἡ δὲ ταύτην ἐπιδέδωκε τῷ ἀνδρὶ, καὶ ἐτελεύτησεν ὁ ἀνὴρ ἄπορος. εἶτα τοῦ πατρὸς ἢ τῆς μητρὸς τελευτησάντων ἀπαιτεῖται καὶ ἡ γήμασα συνεισενεγκεῖν τὴν ἑαυτῆς προῖκα ἢ παρὰ τοσοῦτον λαβεῖν. εἰ μὲν οὖν ὁ ἀνὴρ εὐπόρως ἔχει, τὸ πρᾶγμα πανταχόθεν εὔλυτόν ἐστιν. εἰ δὲ οὐδενὸς ἑτέρου κυρία καθίσταται ἐκείνη, πλὴν ἢ τῶν ἀγωγῶν τῶν κατὰ τοῦ ἀνδρὸς, αἱ δὲ ἄποροι καθεστήκασι, καὶ ἀντιτίθοιντοὶ τῇ γυναικὶ, ὡς ἤδη ἐπιδέδοται προὶξ ὑπὲρ αὐτῆς, ἡ δὲ τὴν ἀγωγὴν συνεισφέροι μηδὲν ἔχουσα παντελῶς ἀποτέλεσμα, νόμου τὸ πρᾶγμα ἡμῖν ἄξιον ἐνομίσθη. καὶ ἴσμεν ἤδη ἐν πολλαῖς κρίσεσιν ἀπηνέστερον τοῦτο κριθὲν, καὶ τὴν γυναῖκα ἀναγκασθεῖσαν συνεισενεγκεῖν τὴν προῖκα, ἤτοι λογίσασθαι τὴν ὑπὲρ αὐτῆς δεδομένην, ἐξ ἧς οὐδὲν αὐτῇ γέγονε παντελῶς ἀποτέλεσμα ἐν αὐτοῖς τοῖς πράγμασιν ἀπολαβεῖν. ἡμεῖς δὲ ἐξ ἑτέρων νόμων βοηθοῦμεν τῷ πράγ ματι. ἐπειδὴ γὰρ δεδώκαμεν ταῖς γυναιξὶν αἵρεσιν καὶ συνεστῶτος τοῦ γάμου, εἰ κακῶς τὰ πράγματα ὁ ἀνὴρ διοικήσει, καὶ λαμβάνειν αὐτὰ καὶ διοικεῖν κατὰ τὸν πρέποντα λόγον καὶ καθάπερ ἡ ἡμετέρα λέγει διάταξις, εἰ μὲν αὐτεξουσία καὶ τελεία τὴν ἡλικίαν ἡ γυνὴ καθεστήκοι, ἑαυτῇ μέμψιν ἐπαγέτω, τί δήποτε ἄρτι τοῦ ἀνδρὸς ἀρξαμένου κακῶς τῇ περιουσίᾳ χρῆσθαι μὴ καὶ ἀντελάβετο καὶ ἐβοήθησεν αὑτῇ· οὕτω γὰρ ἂν ἔμελλεν ἔχειν ἐν τῷ τῆς συνεισφορᾶς λόγῳ τὰ οἰκεῖα πράγ ματα πανταχόθεν ἀμείωτα, καὶ ἐν τῷ παρὰ τοσοῦτον τὴν συνεισφορὰν ποιεῖσθαι, εἰ δὲ ὑπεξουσία καθεστήκοι καὶ γνώμης τοῦ πατρὸς χωρὶς τοῦτο πράττειν οὐ δύναιτο, εἰ μὲν προσελθοῦσα τῷ πατρὶ ταῦτα εἶπέ τε καὶ ἐξεμαρτύρατο, ὥστε συναινέσαι αὐτῇ καὶ τὰ πράγματα λαβεῖν καὶ συνεστῶτος ἔτι τοῦ γάμου, καὶ τοῖς δευτέροις αὐτὰ καιροῖς φυλάξαι, καὶ τοῦτο πρᾶξαι τῇ θυγατρὶ οὐκ ἔδωκεν ἄδειαν, μὴ κινδυνεύειν αὐτὴν, ἀλλὰ συνεισφέρεσθαι γυμνὴν τὴν ἀγωγὴν τὴν κατὰ τῶν τοῦ ἀπόρου ἀνδρὸς πραγμάτων, καὶ τὴν ἐπιβάλλουσαν αὐτῇ μοῖραν ἐκ τῶν πατρῴων λαμβάνειν.

70

pr.Ἀνάγν. καὶ βι. μβ΄ τί. α΄, οὗτινος ἐν τῷ ιζ ' κεφ. φησίν· Ἐάν τις γινώσκων μὴ ἀνήκειν ἑαυτῷ τὴν κληρονομίαν πωλήσῃ, οὐ τὰ τιμήματα, ἀλλ᾽ αὐτὰ τὰ πράγματα καὶ τοὺς καρποὺς ἀπαιτεῖται. ἐπιλογὴν δὲ ὁ ἐπιζητῶν ἔχει κατὰ τοῦ κακῇ πίστει νομέως μετὰ τὸ κινηθῆναι ἀμφισβήτησιν, τὰ πράγματα μετὰ τῶν καρπῶν ἀπαιτῆσαι ἢ τὰς τιμὰς μετὰ τόκων. Τὰ αὐτὰ καὶ περὶ τοῦ νομίσαντος ἑαυτὸν ἀγαθὸν νομέα καὶ δίκαιον διάδοχον, καὶ τοῦ νομίζοντος ἑαυτῷ κληρονομίαν ἀποκαταστῆναι.

71

pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Εἰ καὶ φθαρῶσιν ἢ μειωθῶσι τὰ πραθέντα, δίδωσιν ὁ νομεὺς τὰς τιμάς. ὁ δὲ κακῇ πίστει, εἰ μὲν σώζονται τὰ πραθέντα, παρασχεῖν αὐτὰ ἀναγκάζεται· μὴ δυνάμενος δὲ λαβεῖν αὐτὰ παρὰ τοῦ ἀγοραστοῦ, τῷ ἐνδίκῳ ὅρκῳν ὑπόκειται. εἰ δὲ ἐφθάρησαν ἢ ἐμειώθησαν, τὴν ἀληθῆ τιμὴν δίδωσιν. εἰ γὰρ ἔλαβε τὸ πρᾶγμα ὁ ἐνάγων, ἐπώλει αὐτὸ καὶ οὐκ ἀπόλλυε τὸ ἀληθὲς τίμημα.

72

pr.Ἐν δὲ τῷ κ΄ κεφ. Ἐὰν καὶ τὸ τίμημα καὶ τὸ πραθὲν ἔχει ὁ νομεὺς, τυχὸν ἀνταγοράσας αὐτὸς, ἐπὶ μὲν κακῇ πίστει νομέως ἐπιλογὴν ὁ ἐνάγων ἔχει, ἢ τὸ τίμημα ἢ τὸ πρᾶγμα ἀπαιτῆσαι. ὁ δὲ καλῇ πίστει νομεὺς ἄδειαν ἔχει καὶ χεῖρον γινόμενον τὸ πρᾶγμα δοῦναι καὶ ὅπερ ἐκ τῆς τιμῆς ἐκέρδανε· κἂν γὰρ ἀλλότριον πωλήσῃ, δίδωσι τὸ τίμημα.

73

pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Αἱ γοναὶ τῶν θρεμμάτων αὔξουσι τὴν κληρονομίαν· καὶ ἡ γονὴ τῆς γονῆς.

74

pr.Ἐν δὲ τῷ λζ ' κεφ. Ἐὰν δοῦλοι ἢ θρέμματα μετὰ προκάταρξιν φθαρῶσιν, ὁ μὲν καλῇ πίστει νομεὺς οὐ κατέχεται· ὁ δὲ κακῇ πίστει δίδωσι ὅσον ἔμελλεν ὁ ἐνάγων ἔχειν, εἰ παραχρῆμα ἀποκατέστη αὐτῷ· τυχὸν γὰρ ἐπίπρασκε. τὸ αὐτὸ καὶ ἐπὶ τῆς ἀγωγῆς τῆς κινουμένης ἐπὶ τῶν καθ᾽ ἕκαστα κινητῶν, ἀκινήτων καὶ αὐτοκινήτων.

75

pr.Ἐν δὲ τῷ να΄ κεφ. Οἱ καλῇ πίστει νεμηθέντες οὐκ ἀπαιτοῦνται τόκον τῶν κληρονομιαίων χρημάτων πρὸ προκατάρξεως· ὥσπερ οὐδὲ καρποὺς τῶν πραγμάτων, εἰ μὴ γεγόνασι πλουσιώτεροι. μετὰ δὲ τὸν τῆς προκατάρξεως χρόνον καρποὺς τῶν μὴ πραθέντων πραγμάτων ἀπαιτεῖται, οὐχ ὅσους ἔλαβεν, ἀλλ᾽ ὅσους ἠδύνατο λαβεῖν· καὶ τόκους τῶν πραθέν των πραγμάτων ἀπὸ τοῦ καιροῦ τῆς προκατάρξεως ψηφιζομένους.

76

pr.Ἐν δὲ τῷ νζ ' κεφ. Ἡ τῶν κληρονομιαίων ἀπαίτησις κινεῖται μὲν κατὰ τῶν ὡς κληρονόμων ἢ ὡς μὴ ἀγαθὴν διακατοχὴν νεμομένων. οὐκ ἀντίκειται δὲ αὐτῇ ἡ τῶν ι΄ ἢ κ΄ ἐνιαυτῶν παραγραφὴ, ἐπειδὴ ἀναμεμιγμέναι εἰσὶν αὐτῇ καὶ αἱ προσωπικαὶ ἀγωγαὶ, αἵτινες οὐκ ἀναιροῦνται τῇ τῶν ι ' ἢ κ΄ ἐνιαυτῶν παραγραφῇ. οἱ δὲ μήτε ὡς κληρονόμοι μήτε ὡς ἅρπαγες νεμόμενοι οὐ κατέχονται τῇ τῶν κληρονομιαίων ἀπαιτήσει, ἀλλὰ τῇ περὶ τῶν καθ᾽ ἕκαστα κινουμένῃ ἀγωγῇ, εἰ μήτε διὰ χρήσεως ἐδέσποσαν μήτε μακροῦ χρόνου παραγραφὴν ἐκτήσαντο.

77

pr.Ἐν δὲ τῷ ξα΄ κεφ. Οὐδεὶς μὲν καλῶς ἀπαιτεῖ τινα λέγειν πόθεν νέμεται· ὁ δὲ τὴν τῶν κληρονομιαίων ἐκδίκησιν κινῶν μόνος καλῶς ἀπαιτεῖ τὸν νεμόμενον εἰπεῖν, ἢ ὡς νομίζων ἑαυτὸν κληρονόμον ἢ ὡς ἅρπαγα ', εἰ μήτι ἐξ ἄλλου τίτλου διακατέχει τὴν κληρονομίαν.

78

pr.Ἀνάγν. καὶ τί. β΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Εἰ μὲν εἰς ὁλόκληρόν ἐστί τις κληρονόμος, εἰς ὁλόκληρον κινεῖ, κἂν ὁ νομεὺς ἓν ἔχῃ πρᾶγμα. εἰ δὲ μερικός ἐστι κληρονόμος, μερικῶς ἐνάγει, κἂν ὁ νομεὺς πᾶσαν ἔχῃ τὴν κληρονομίαν. Εἰ δὲ δύο νέμονται, καὶ δύο λέγουσι μερικῶς κληρονομεῖν, ἑκάτερος αὐτῶν ἑκάστῳ ἀνὰ μέρος ἐνάγει τῶν νομέων. εἰ δὲ καὶ ὁ νομεὺς καὶ ὁ ἐνάγων νέμονται, καὶ ἕκαστος αὐτῶν λέγει εἰς τὸ ἥμισυ κληρονομεῖν, κινοῦσι κατ᾿ ἀλλήλων. εἰ δὲ μὴ φιλονεικοῦσι πρὸς ἀλλήλους περὶ τοῦ κλήρου, τὸ διαιροῦν τῇ φαμιλίᾳ τὸν κλῆρον δικαστήριον ἁρμόζει. ἐὰν δὲ ὁ συγκληρονόμος μου τὸ ἁρμόζον αὐτῷ μέρος νέμηται, καὶ τὸ λοιπὸν ἐξωτικὸς, κατὰ τοῦ ἐξωτικοῦ ὀφείλει κινῆσαι.

79

pr.Ἀνάγν. καὶ τί. γ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Πᾶσα κληρονομία δυναμένη ἀπαιτεῖσθαι διαιρεῖται διὰ τοῦ διαιροῦντος τῇ φαμιλίᾳ τὸν κλῆρον δικαστηρίου. Ἁρμόζει δὲ τῷ υἱοθετηθέντι ἀνήβῳ ἐπὶ τῷ διδόναι τρίτον τῆς οὐσίας τοῦ υἱοθετήσαντος. οὔτε γὰρ γίνεται κληρονόμος ἢ ἀγαθὸς νομεύς.

80

pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ὁ εἰς τὸ πλεῖον κληρονομῶν τὰ δικαιώματα τῆς κληρονομίας κατέχει, καὶ δίδωσι τὰ ἴσα τοῖς ἄλλοις, ὁμολογῶν, ὡς εἰ χρεία γένηται, καὶ τὰ αὐθεντικὰ προκομίζει. εἰ δὲ πάντες ἐξ ἴσου κληρονομοῦσι, καὶ οὐ συμφωνοῦσι τίνα δεῖ ἔχειν αὐτὰ, κληροῦνται· ἢ κατὰ συναίνεσιν ἢ ψῆφον παρὰ φίλων ἢ ἐν ναῷ ἀποτίθενται. Τοῦτο γὰρ τὸ πρᾶγμα ὑπερθεματισμὸν οὐκ ἐπιδέχεται.

81

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ὁ ὑπεξούσιος κελεύσει τοῦ πατρὸς γενόμενος ἔνοχος ὑπεξαιρεῖ τὸ χρέος· καὶ ἐὰν δανεισάμενος εἰς πρᾶγμα τοῦ πατρὸς δαπανήσῃ. εἰ δὲ εἰς τὸ πεκούλιον γένηται ένοχος, τὸ πεκούλιον ὑπεξαιρεῖ. Ὑπεξαιρεῖ δὲ καὶ τὴν προῖκα τῆς αὐτοῦ γαμετῆς, ὡς ἐπιγινώσκων τὰ βάρη τοῦ γάμου· καὶ ἀσφαλίζεται διεκδικεῖν τοὺς συγκληρονόμους. δύναται γὰρ ἐνάγεσθαι τῇ περὶ προικὸς ἐπὶ τῇ ἀναδόσει συμφωνίᾳ.

82

pr.Ἐν δὲ τῷ ιδ΄ι κεφ. Ἐὰν [μή] πλέον τοῦ μέρους μου λάβω παρὰ τῶν κηδεμόνων ἐμοῦ καὶ τοῦ ἀδελφοῦ μου ἐκ τῶν κοινῶν προσόδων ἢ τῶν ψηφισθέντων ἡμῖν χορηγεῖσθαι διατροφῶν, οὐ καλῶς ὁ ἀδελφός μου κινεῖ μοι ὡς ἧττόν μου λαβών.

83

pr.Ἐν δὲ τῷ μς΄ κεφ. Ὁ αὐτεξούσιος υἱὸς οὐ λογίζεται εἰς τὸ μέρος αὐτοῦ τὸ χορηγηθὲν αὐτῷ παρὰ τοῦ πατρὸς ἐπὶ ξένης ἀναγινώσκοντι· εἰ μὴ δειχθῇ, ὅτι ὡς δανείζων ἐχορήγησε καὶ οὐ δι᾽ εὐσέβειαν.

84

pr.Ἐν δὲ τῷ να΄ κεφ. Ἐν τῷ διαιροῦντι τὰ κοινὰ καὶ τῷ διαιροῦντι τὸν κλῆρον λόγῳ, ἐὰν δυσχερὴς καὶ σχεδὸν ἀδύνατός ἐστιν ἡ διαίρεσις τοῦ πράγματος, ἑνὶ προσκυροῦται, καὶ καταδικάζεται τῷ ἄλλῳ.

85

pr.Ἐν δὲ τῷ νγ΄ κεφ. Μετὰ προκάταρξιν οἱ ἀδελφοὶ δύνανται καθ᾽ αὑτοὺς διελέσθαι τὴν κληρονομίαν, καὶ οὐκ ἀνατρέπεται, εἰ μή τις αὐτῶν ἐστιν ἀφῆλιξ.

86

pr.Ἐν δὲ τῷ νζ΄ κεφ. Ἐὰν ὑπεξουσίῳ ὄντι τῷ παιδὶ καὶ ἀπιόντι στρατεύσασθαί τινα παρὰ τοῦ πατρὸς δωρηθῶσι, καὶ ἰδιόκτητον πεκούλιόν εἰσι καὶ οὐδὲ συνεισφέρονται τοῖς ἀδελφοῖς. εἰ δὲ ἀκίνητα ὁ πατὴρ ἐδωρήσατο, οὐκ εἰσιν ἰδιοκτήτου πεκουλίου. εἰ δὲ ἀλλαχόθεν ὁ παῖς κτήσεται προφάσει τῆς στρατείας, κἂν ἀκίνητα ὦσι, συναριθμοῦνται τῷ ἰδιοκτήτῳ πεκουλίῳ.

87

pr.Ἐν δὲ τῷ νη ' κεφ. Τὰ κληρονομιαῖα χρέα οὐ καταφέρονται εἰς τὸ διαιροῦν τὰ κοινὰ δικαστήριον. διήρηνται γὰρ ἀπὸ τοῦ νόμου πρὸς τὰ κληρονομιαῖα μέρη.

88

pr.Ἐν δὲ τῷ ξε΄ κεφ. Ἐν τῷ διαιροῦντι τὸν κλῆρον δικαστηρίῳ καταφέρεται καὶ τὰ παγανικὰ πεκούλια τῶν παίδων μετὰ τῶν τοῦ πατρὸς πραγμάτων. ἐὰν δὲ εἷς ἐκ τούτων ἐχρεώστησε ζῶντος τοῦ πατρὸς ἀγνοοῦντος αὐτοῦ, καὶ ἐναχθεὶς κατεδικάσθη, ὀφείλει λαβεῖν παρὰ τῶν συγκληρονόμων αὐτοῦ τοσοῦτον ἐκ τοῦ πεκουλίου, ὅσον παρασχεῖν κατεδικάσθη τούτοις, οἷστισιν αὐτὸς συνήλλαξεν.

89

pr.Ἐν δὲ τῷ ξς΄ κεφ. Δύο τινὲς ἀδελφοὶ μεταξὺ ἀλλήλων διαιρούμενοι τὰ πατρῷα πράγματα οὐκ ἐπηρώτησαν ἀλλήλοις περὶ ἐκδικήσεως τῶν ἑκάστῳ ἐπιλαχόντων πραγμάτων. μετὰ ταῦτα πράγματος ἐκνικηθέντος ὀφείλει ὁ ἕτερος κατὰ τὸ ἀναλογοῦν αὐτῷ μέρος ποιῆσαι τὸ ἀζήμιον τῷ τὴν ἐκδίκησιν ὑπομείναντι.

90

pr.Ἐν δὲ τῷ ξζ΄ κεφ. Ἡ κατὰ συναίνεσιν γενομένη διαίρεσις, ἐὰν καὶ παράδοσις παρακολουθήσῃ, δεσπότην ἕκαστον ποιεῖ τῶν ἐπιλαχόντων αὐτῷ πραγμάτων. ἐὰν δὲ μὴ γένηται παράδοσις, ἀνάγκη κινηθῆναι τὸ διαιροῦν τὸν κλῆρον δικαστήριον, ἵνα ἐκεῖ διαιρεθῇ τὰ ἀπὸ τῆς κληρονομίας ἐπίκοινα πράγματα.

91

pr.Ἐν δὲ τῷ οβ΄ κεφ. Ἐὰν ὁ πατὴρ τῶν ἰδίων πραγμάτων διεῖλέ τινα μεταξὺ τῶν παίδων, τινὰ δὲ μὴ διελὼν ἐτελεύτησεν ἀδιάθετος ἢ καὶ διαθέμενος, ὁ δικαστὴς τὰ μὲν διαιρεθέντα ὡς ἐμέρισεν ὁ πατὴρ, τὰ δὲ ἀδιαίρετα πρὸς ἀναλογίαν τῶν νομίμων μερῶν ὀφείλει διαιρεῖν.