JGR V 10.13
Περὶ κλεπτοτελωνήματος.
Abrir no leitor do IusCommune →1
pr.[Ανάγν. βι. νς΄ τί. α΄ κεφ. ιβ΄ καὶ ιδ΄ καὶ ις ' καὶ ιζ΄ θέμ. γ΄] Ἐάν τις κατὰ πλάνην καὶ οὐκ ἀπάτην εἰς κλεπτοτελώνημα ἐμπέσῃ, διπλοῦν δίδωσι τὸ τέλος, καὶ οὐκ ἀφαιροῦνται αὐτοῦ τὰ φορτία. καὶ κεφαλ. ιη΄.
2
pr.Ἀνάγν. καὶ τί. δ΄ κεφ. α΄, ἐν ᾧ φησιν· Ὁ βουληθεὶς ἀποκρύψαι τὶ τῶν ἰδίων φορτίων ὑπὲρ τοῦ μὴ δοῦναι τὸ τέλος καὶ ἐλεγχθεὶς ἀπόλλυσι τὸ φορτίον. ὁμοίως δὲ κἂν οἰκέτης ἦν ὃν ἀπέκρυψεν, ἐκπίπτει τῆς αὐτοῦ δεσποτείας. Εἰ δὲ ἀποκρύψας τὶς οἰκέτην ἠλευθέρωσεν αὐτὸν, μετὰ τὸ ἅπαξ ἁρμόσαι τὴν ἐλευθερίαν οὐκέτι δύναται αὐτὸν ὁ δημόσιος ἀφαιρεῖσθαι.
3
pr.Καὶ κεφ. β΄, ἐν ᾧ φησι· Πενταετίας παραδραμούσης οὐκέτι ζητεῖ ὁ δημόσιος τὸ κλεπτοτελωνηθὲν τέλος ἤτοι τὸ κομμέρκιον· ἀλλ᾽ οὐδὲ πρὸ τῆς πενταετίας, ἐν ᾧ μὴ φαίνεται τὸ πρᾶγμα μηδὲ κατὰ δόλον κρύπτεται, ἀλλὰ ἀπώλετο τυχόν.
4
pr.[Ἀνάγν. καὶ τί. α΄] κεφ. ε΄, ἐν ᾧ φησιν· Εἰ δὲ εἷς τῶν κληρονόμων τὸ κοινὸν κλεπτοτελωνήσει πρᾶγμα, τὰ μέρη τῶν λοιπῶν οὐκ ἀφαιροῦνται.