IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Κ

JGR V 10.12

Περὶ κιχρώντων καὶ κιχρωμένων, καὶ τίνες οὐκ ἐνέχονται τῇ ἀγωγῇ τῶν ἐν χρήσει διδομένων, καὶ ἐν τίσιν οἱ εὐθυνόμενοι ἐνέχονται.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιγ΄ τι. α΄, οὗτινος ἐν τῷ ε΄ κεφ. θέμ. ε΄ φησίν· Ὁ τῷ κεχρημένῳ ἄλλως χρησάμενος, οὐ μόνον τῇ ἀγωγῇ τῇ περὶ τῶν ἐν χρήσει διδομένων ὑπόκειται, ἀλλὰ καὶ τῇ περὶ κλοπῆς ἐνέχεται. εἰ γὰρ χρήσω σοι πυκτήν μου, καὶ παρασκευάσεις ἐν αὐτῇ τὸν χρεώστην σου ἀσφαλίσασθαί σε, κἀγὼ ἀπαλείψω αὐτὰ, εἰ μὲν ἐπὶ τούτῳ δέδωκα, ἐνέχομαί σοι τῇ ἀγωγῆ τῇ περὶ τῶν ἐν χρήσει διδομένων· εἰ δὲ μὴ δέδωκα ἐπὶ τούτῳ μήτε ἐν εἰδήσει τοῦ γραφέντος ἐποίησας, ἔχω κατά σου τὴν ἀγωγὴν τὴν κινουμένην κατὰ τῶν ἐν χρήσει τὶ λαβόντων, καὶ τὴν περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγὴν, ὥσπερ κατὰ τοῦ χρησαμένου ἄλλως τῷ χρησθέντι ἵππῳ ἢ ἐσθῆτι.

2

pr.Ἐν δὲ τῷ ι ' κεφ. Ἐὰν μὴ ἑτέρως τὶς παρ᾽ ὁ ἔλαβε χρήσηται, οὐκ ἐνέχεται· εἰ μὴ ἀμελείᾳ αὐτοῦ γέγονε χεῖρον.

3

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ἐπὶ τοῦ κεχρημένου πράγματος καὶ ἐπιμέλεια ζητεῖται οἵαν τὶς ἐπιμελέστατος ἐν τοῖς οἰκείοις παρέχεται πράγμασιν, οὐ μὴν τὰς συμφορὰς αἷς οὐ δυνατὸν ἀντιστῆναι, ναυάγια τυχὸν ἢ καταπτώσεις ἢ θάνατον, μὴ κατὰ δόλον αὐτοῦ ἢ ῥαθυμίαν συμβάντα· ἢ λῃστῶν ἢ πολεμίων ἐπιδρομὴν, εἰ μὴ λαβὼν ἐπὶ τῷ χρήσασθαι ἐν τῷ οἴκῳ ἀπήγαγεν ἐπὶ ξένης· οὐδὲ τὴν φυγὴν τῶν μὴ εἰωθότων φυλάττεσθαι δούλων. εἰ δὲ μέλλοντος ἐμοῦ καὶ σοῦ φίλους ἑστιᾷν παρά σοι δώσω ἄργυρον, χρεωστεῖς ἀμέλειαν οἵαν ἐπὶ τῶν ἐνεχύρων καὶ [ἐν] τοῖς προικιμαίοις. Ὁ ἐν εἰδήσει χρήσας ὑπαίτια σκε'η τοῦ ἐν αὐτοῖς βληθέντος ἐκχυθέντος ἐνέχεται. Ὁ χρησάμενος ἐναγόμενος τῇ περὶ τῶν ἐν χρήσει διδομένων κινουμένῃ ἀγωγῇ δύναται τὸ κεχρεωστημένον αὐτῷ ἀντιλογίζεσθαι. εἰ δὲ πλέον ἐστὶν [ἢ] ὁ δικαστὴς οὐ προσεδέξατο τὸν ἀντέλλογον, [ἢ τὸ χρησθὲν ἀπώλετο τυχηρῶς, ἢ ἔξωθεν δικαστηρίου κατεβλήθη, χώρα τῇ ἀντεναγωγῇ.]

4

pr.Ἐν δὲ τῷ κ΄ κεφ. θέμ. θ΄· Ἐὰν ἵππον σοι χρήσω πρὸς τὸ ἀπελθεῖν ἕως τινὸς τόπου, καὶ χωρὶς ἀμελείας σου χείρων ἐν τῇ ὁδῷ γένηται, οὐχ ὑπόκεισαι.

5

pr.Ἀνάγν. καὶ βι. νβ΄ τί. α΄ κεφ. λγ ' καὶ βι. ξ΄ τί. ιβ΄ κεφ. λη΄, ἐν ῳ φησιν· [Ὁ τὸ χρησθὲν αὐτῷ ὑποζύγιον μακρότερον ἀπαγαγὼν ἢ ἐφ᾽ ἑτέρῳ πράγματι ἄκοντος τοῦ δεσπότου χρησάμενος κλοπὴν ποιεῖται.]