JGR V 10.11
Περὶ κηπουρῶν .
Abrir no leitor do IusCommune →1
pr.᾿ Ανάγν. βι. νε΄ τί. ιδ΄ κεφ. β΄, ἐν ᾧ φησι· Θεσπίζομεν, ὥσπερ ὁ͵ κηπουρὸς παραλάβῃ τὸν κῆπον παρὰ τοῦ κεκτημένου, οὕτως αὐτὸν καὶ ἀντιπαραδιδόναι. εἰ μὲν λάχανον ἔχει, ἡνίκα ὁ κηπουρὸς αὐτὸν παραλαμβάνει, καὶ διατίμησις γένηται τούτου, ὁμοίως κὰν τῇ παραδόσει τὴν ἀκριβῆ διατίμησιν τοῦ λαχάνου μόνου λαμβάνειν. εἰ δὲ οὐκ ἔχει, ἀλλὰ ψιλὸν παραλάβῃ τὸν κῆπον, εἴτε ἔχοντα κόπρον εἴτε καὶ μὴ, οὕτω καὶ τὴν ἀντιπαράδοσιν γίνεσθαι. καὶ ἁπλῶς οὕτω τηρεῖσθαι τὴν τοῦ πράγματος τάξιν ἐπὶ τῷ παραδιδόντι κηπουρῷ, ὁποῖα γέγονεν ἡνίκα παρελάμβανε, μηδεμιᾶς ἑτέρας ἐπαγομένης τῷ δεσπότῃ βλάβης. εἰ δέ τις γῆν χέρσον ἐκδοίη, ὁ δὲ αὐτὴν ἐξημερώσειε, τὸν ὑπὲρ τῆς ἐξημερώσεως κομίζεσθαι μισθὸν καὶ τὴν τοῦ ὄντος ἐν αὐτῇ λαχάνου διατίμησιν.