IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Λ

JGR V 11.1

Περὶ λεγάτων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. μδ΄, οὗτινος ἐν τῷ α΄ τί. κεφ. α΄ φησί· Λεγάτον ἐστὶ δωρεὰ ἐν διαθήκῃ καταλειφθεῖσα.

2

pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ἐπιλογῆς λεγατευθείσης ἅπαξ ἐπιλέγεσθαι δυνατόν.

3

pr.Ἐν δὲ τῷ ζ ' κεφ. Τὸ λεγατευθὲν τῷ δούλῳ μου δύναμαι παραιτεῖσθαι.

4

pr.Ἐὰν μέρος τοῦ λεγατευθέντος ἀγροῦ ἐκποιήσῃ ὁ διαθέμενος, τὸ λοιπὸν μόνον δίδοται. ἐπειδὴ καὶ ἐάν τι εἰς αὐτὸ προσθήσῃ, αὔξει τὸ λεγάτον.

5

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ἐὰν γράψω κληρονόμον ὑπεξούσιον ἢ λεγατεύσω αὐτῷ, καλῶς βαρῶ τὸν πατέρα ἢ τὸν δεσπότην αὐτοῦ λεγάτῳ. καὶ εἰ μὲν ἐξωτικῷ ἐπιτρέψω τὴν κληρονομίαν ἀποκαταστῆσαι, παρακρατεῖ ἐκ προσώπου τοῦ υἱοῦ φαλκίδιον. εἰ δὲ αὐτῷ τῷ υἱῷ εἶπον ἀποκαταστῆσαι, οὐ παρακρατεῖ. εἰ δὲ τὸν πατέρα παρεκάλεσα τὸ περιερχόμενον εἰς αὐτὸν μετὰ θάνατον ἀποκαταστῆσαι τῷ υἱῷ, καὶ ζῶντος αὐτοῦ ὁ υἱὸς ἀποθάνῃ, τὸ πᾶν ὁ πατὴρ παρακρατεῖ.

6

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ἐὰν πρᾶγμα ἡνωμένως δύο τισὶ λεγατευθῇ, ὧν ὁ εἷς οὐκ ἦν ἐν φύσει, μόνον τὸ ἥμισυ ὁ περιὼν λαμβάνει. Ἐὰν λεγατευθῇ ἐμοὶ καὶ κυοφορουμένῳ, μὴ τικτομένου τοῦ κυοφορουμένου τὸ πᾶν λαμβάνω, κἂν εἶπεν ὁ διαθέμενος ἀναλογοῦντα μέρη λαβεῖν ἡμᾶς.

7

pr.Ἐν δὲ τῷ κα΄ κεφ. Ἐὰν πολλοῖς λεγατευθῇ καὶ μὴ λεχθῇ μέρος, ἐξ ἴσου λαμβάνουσιν.

8

pr.Ἐὰν ὁ ἔχων δύο δούλους λεγατεύσῃ τὸν ἕνα καὶ μὴ δηλοῦται ποῖον, ὁ λεγατάριος ἔχει τὴν ἐπιλογήν.

9

pr.Αγέλης λεγατευθείσης καὶ τὰ προστεθέντα λαμβάνει ὁ λεγατάριος.

10

pr.Εἰ δὲ καὶ μειωθῇ καὶ εἰς ἕνα βοῦν περιστῇ, λαμβάνει αὐτὸν ὁ λεγατάριος, εἰ καὶ ἐπαύσατο εἶναι ἀγέλη. καὶ οἴκου γὰρ λεγατευομένου καὶ καιομένου λαμβάνει τὸ ἔδαφος.

11

pr.Ἐν δὲ τῷ κγ΄ κεφ. Ἐὰν προσθήσῃ ὁ διαθέμενος μετὰ τὴν διαθήκην τῷ λεγατευθέντι ἀγρῷ μέρος ἐξ ἑτέρου ἀγροῦ ἢ ἐκ τοῦ λεγατευθέντος ἑτέρῳ ἀγρῷ μέρος προσκυρώσῃ, τὸν λεγατάριον ὁρᾷ καὶ ἡ αὔξησις καὶ ἡ μείωσις ὡς ἐπὶ τῆς προσχώσεως. οὐ κατὰ φύσιν γάρ ἐστι τὰ ὀνόματα τῶν ἀγρῶν καὶ τῶν οἴκων, ἀλλὰ πρὸς τὴν βούλησιν τῶν δεσποτῶν. Δῆλον πρᾶγμα ἐὰν λεγατευθῇ καὶ ἀπόληται, ὁ λεγατάριος ζημιοῦται, εἰ μὴ δόλος ἢ ῥαθυμία γέγονε τοῦ κληρονόμου, ἢ ὑπέρθεσις εἰς τὸ μὴ δοθῆναι ἔνθα ἦν.

12

pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Ἐὰν μέρος οὐσίας λεγατευθῇ, ἐπιλογὴν ἔχει ὁ κληρονόμος, ἢ τὸ μέρος τῶν πραγμάτων δοῦναι ἢ τὴν ἀποτίμησιν αὐτῶν. τῶν μέντοι ἀδιαιρέτων καὶ δυσδιαιρέτων πάντως τὸ τίμημα δίδωσιν.

13

pr.Ἐν δὲ τῷ κθ΄ κεφ. Ἐὰν πολλοὺς ἔχων πέτρους λεγατεύσω σοι πέτρον, καὶ μὴ δηλοῦται ποῖον, ὁ κληρονόμος ἔχει τὴν ἐπιλογήν.

14

pr.Ἐν δὲ τῷ λ΄ κεφ. Ἐὰν οἱ μὲν συνεζευγμένοι εἰσὶν, οἱ δὲ διεζευγμένοι, πρόσωπον ἑνὸς ὑπέχουσιν οἱ συνεζευγμένοι. Ἐὰν τὸ αὐτὸ πρᾶγμα πολλάκις μοι ἐν τῇ αὐτῇ διαθήκῃ λεγατευθῇ, ἅπαξ μόνον ἢ τὸ πρᾶγμα ἢ τὴν ἀποτίμησιν λαμβάνω. εἰ δὲ ἐν διαφόροις διαθήκαις, ἀπὸ μὲν τῆς μιᾶς τὸ πρᾶγμα, ἀπὸ δὲ τῆς ἄλλης τὸ τίμημα λαμβάνω. Ἐὰν δύο τισὶ λεγατευθῇ πρᾶγμα, ὧν ὁ εἷς κληρονόμος ἐστὶν, οὐ καλῶς αὐτὸ ἀφ᾽ ἑαυτοῦ λεγατεύεται, ἀλλὰ τοῦτο τῷ συλλεγαταρίῳ ἁρμόζει. εἰ γὰρ καὶ δυσὶ κληρονόμοις γραφεῖσι τῷ μὲν εἰς οὐγγίας ια΄, τῷ δὲ εἰς οὐγγίας α΄ λεγατευθῇ πρᾶγμα, ὁ μὲν εἰς τὰς ια΄ οὐγγίας κληρονομῶν ια΄ οὐγγίας ἕξει τοῦ λεγάτου, ὁ δὲ ἕτερος α΄. εἰ δὲ λεγατάριος γένηται κληρονόμος ἑνὸς τῶν κληρονόμων, ἀμείωτον ἕξει τὸ λεγατευθὲν αὐτῷ.

15

pr.Ἐν δὲ τῷ λα΄ κεφ. Ἐὰν ἀλλότριος δοῦλος λεγατευθῇ μοι, καὶ ἐλευθερώσῃ αὐτὸν ὁ δεσπότης αὐτοῦ, οὐδὲν κεχρεώστηται.

16

pr.Ἐν δὲ τῷ λγ ' κεφ. Δούλου γενικῶς λεγατευθέντος, οὔτε ὁ κάλλιστος οὔτε ὁ χείριστος δίδοται. οὔτε γὰρ δύναται τὸν διοικητὴν ἐπιλέξασθαι.

17

pr.Ἐν δὲ τῷ λδ΄ κεφ. Ὁ λεγατάριος οὐ δύναται μέρος καταδέχεσθαι καὶ μέρος παραιτεῖσθαι. τῶν δὲ κληρονόμων τοῦ λεγαταρίου ὁ μὲν δύναται καταδέξασθαι τὸ ἴδιον μέρος, ὁ δὲ παραιτήσασθαι.

18

pr.Ἐν δὲ τῷ λε΄ κεφ. Ἐὰν ὁ λεγατευθεὶς δοῦλος ἢ ἐν φυγῇ ἢ μακρὰν ἄπεστιν, ὁ κληρονόμος αὐτὸν ἰδίοις ἀναζητεῖ δαπανήμασι. Τοὺς καρποὺς δίδωσιν ὁ κληρονόμος, οὐχὶ οὓς ἔλαβεν, ἀλλὰ καὶ οὓς ὁ λεγατάριος ἠδύνατο λαβεῖν. τὸ αὐτὸ καὶ περὶ ὑπηρεσιῶν δούλων, καὶ μισθῶν ὑποζυγίων καὶ πλοίων καὶ ἐνοικίων. ἐπὶ δὲ τόκων ὁ δικαστὴς ἀκολουθεῖ τῷ ἔθει τοῦ κλίματος. μετὰ δὲ ὑπέρθεσιν καὶ τὴν φθορὰν τοῦ λεγατευθέντος ἐπιγινώσκει ὁ κληρονόμος, ὥσπερ ἐν τῇ ἐπερωτήσει μετὰ ὑπέρθεσιν, ἐὰν τὸ πρᾶγμα φθαρῇ, δίδοται ἡ διατίμησις. καὶ ὁ τοκετὸς τῆς λεγατευθείσης δίδοται, καὶ ὅσα ἠδύνατο προσπορισθῆναι διὰ τοῦ λεγατευθέντος, τυχὸν κληρονομία ἢ λεγάτον ἢ τι ἕτερον. Πάντα τὰ προλαβόντα τέλη τοῦ λεγατευθέντος πράγματος ὁ κληρονόμος δίδωσιν. Ἐὰν ἔχων δύο ὁμωνύμους ἀγροὺς λεγατεύσω τὸν ἕνα καὶ μὴ δῆλον ποιήσω, ὁ ἥττων δίδοται, εἰ μὴ τὴν ἐναντίαν μου γνώμην δείξει ὁ λεγατάριος.

19

pr.Ἐν δὲ τῷ λη΄ κεφ. Ἐὰν ἀλλότριον πρᾶγμα λεγατευθῇ μοι, οὗτινος τὴν κτῆσιν οὐκ ἔχω οὔτε δύναμαι αὐτὸ νεμηθῆναι, τὸ τίμημα λαμβάνω.

20

pr.Ἐν δὲ τῷ νς ' κεφ. Αἱ χάριν ἀνταμείψεως γραφαὶ καὶ ἐν ταῖς κληρονομίαις καὶ ἐν τοῖς λεγάτοις οὐκ ἰσχύουσιν, οἷον· εἰς ὅσον με γράψει πέτρος κληρονόμον, ἔστω μου κληρονόμος.

21

pr.Ἐν δὲ τῷ νθ΄ κεφ. Ἐὰν κατὰ μέρος ὅλος ὁ λεγατευθεὶς οἶκος ἀνανεωθῇ, ὡς μηδὲν ὑπεῖναι τῆς προτέρας ὕλης, ἔῤῥωται τὸ λεγάτον. εἰ δὲ καταγάγῃ αὐτὸν ὁ διαθέμενος, κἂν ἄλλον ἀντ᾽ αὐτοῦ κτίσει, ἔσβεσται, εἰ μὴ ἕτερον ἐνενόησεν.

22

pr.Ἐν δὲ τῷ ξγ΄ κεφ. Οὐ καλῶς ἐπιζητεῖ ὁ κληρονόμος δοῦναι τὴν τιμὴν τοῦ λεγατευθέντος σκεύους, λέγων μὴ δίκαιον εἶναι χωρισθῆναι αὐτοῦ. τοῦτο γὰρ ἐπὶ μόνων ἀνθρώπων φιλαγάθως ἐδέχθη, ὡς ἀνωτέρω.

23

pr.Ἐν δὲ τῷ ξς΄ κεφ. Ἐὰν λεγατεύσω σοι τὰ ι΄ νομίσματα ἅτινα χρεωστεῖ μοι πέτρος, καὶ εὑρεθῇ μηδὲν χρεωστῶν, ἄχρηστον τὸ λεγάτον. εἰ δὲ καὶ χρεωστοῦντα αὐτὸν ἀπήτησα, σβέννυται. εἰ δὲ καὶ χρεωστεῖ, μόνας τὰς ἀγωγὰς ἐκχωρεῖ σοι ὁ κληρονόμος. εἰ δὲ λεγατεύσω σοι οὕτως· λεγατεύω τῷδε ἅτινα χρεωστῶ αὐτῷ, καίτοι μηδὲν χρεωστῶν, εἰ μὲν μὴ προσέθηκα ποσὸν, ἄχρηστον τὸ λεγάτον. εἰ δὲ εἶπον τὰ τόσα νομίσματα, ἔῤῥωται. τοῦτο γὰρ ἐπὶ προικὸς λεγατευομένης κρατεῖ.

24

pr.Ἐν δὲ τῷ οζ΄ κεφ. Δύναται ὁ ὑπεξούσιος υἱὸς τὴν μὲν κληρονομίαν τοῦ πατρὸς παραιτεῖσθαι, τὸ δὲ λεγάτον καταδέχεσθαι. Εἰ μὴ ἄρα ἐξεφώνησεν ἢ ἐνενόησεν ὁ πατὴρ, μὴ θέλειν αὐτὸν χωρὶς τῆς κληρονομίας λαβεῖν τὸ λεγάτον. Καὶ ὁ αὐτεξούσιος γὰρ δύναται τοῦτο ποιεῖν.

25

pr.Ἐν δὲ τῷ οη΄ κεφ. Ὅτε διὰ τῆς ἐκ τῆς διαθήκης ἀγωγῆς τὸ λεγάτον ἀπαιτεῖται, οἱ μετὰ προκάταρξιν καρποὶ καὶ τοκετοὶ καὶ τὰ προσπορισθέντα λεγατευθέντι δούλῳ ἀποκαθίσταται τῷ λεγαταρίῳ.

26

pr.Ἐν δὲ τῷ οθ΄ κεφ. Ἐὰν λεγατεύσω σοι χρήματα, καὶ ἀξιώσω σε δοῦλον ἀλλότριον ἐλευθερῶσαι, καὶ ἢ ἀπέθανεν ἢ ὁ δεσπότης αὐτὸν οὐ πιπράσκει, κερδαίνεις τὸ λεγάτον.

27

pr.Ἐν δὲ τῷ φα΄ κεφ. Ἐὰν ἐνστήσωμαι τὸν πενθερόν μου κληρονόμον, καὶ λεγατεύσω σοι τὸ μέρος τῆς κληρονομίας, ὑπεξαιρεῖ καὶ τὴν κεχρεωστημένην παρ᾽ ἐμοῦ προῖκα αὐτῷ καὶ τὰ ἄλλα χρέα.

28

pr.Ἐν δὲ τῷ φδ ' κεφ. Ἐὰν ζῶντος τοῦ διαθεμένου φύγῃ ὁ λεγατευθεὶς δοῦλος, κινδύνῳ καὶ δαπανήμασι τοῦ λεγαταρίου ἐπανέρχεται. τὸ γὰρ λεγατευθὲν ἔνθα ἐαθῇ ὑπὸ τοῦ διαθεμένου δίδωσιν ὁ κληρονόμος. Ἐὰν λεγατευθῇ δοῦλος, τὴν ἐπιλογὴν ὁ λεγατάριος ἔχει, ὁ καὶ δυνάμενος οἵᾳ θέλει ἀγωγῇ χρήσασθαι. Μετὰ ὑπέρθεσιν κινδύνῳ τοῦ κληρονόμου καὶ ἀποθνήσκει καὶ χείρων γίνεται ὁ λεγατευθεὶς δοῦλος. ἐὰν οὖν χείρονα γενόμενον αὐτὸν δώσῃ, μένει ἐνεχόμενος.

29

pr.Ἐν δὲ τῷ φς΄ κεφ. Ἐὰν ἀξιωθῇ ὁ κληρονόμος δοῦναί μοι ὃν βούλεται δοῦλον, οὐκ ὀφείλει δοῦναί μοι τὸν χείριστον. ἐὰν οὖν ἐν εἰδήσει κλέπτην μοι δῷ, καὶ ὑποστῶ παρ᾽ αὐτοῦ κλοπὴν, ἐνάγεται τῇ περὶ δόλου ἀγωγῇ, καὶ ἀναγκάζεται ἄλ λον δοῦναι, καὶ τοῦτον ὡς εἰς τὴν ζημίαν ἐᾶσαί μοι.

30

pr.Ἐν δὲ τῷ ρβ΄ κεφ. Οὐ καλῶς οἶκος ἐπὶ τῷ καταλυθῆναι λεγατεύεται.

31

pr.Ἐν δὲ τῷ ρε΄ κεφ. Λεγάτον ἐστὶ μείωσις τῆς κληρονομίας.

32

pr.Ἐν δὲ τῷ ριβ΄ κεφ. Ἐὰν ἄχρηστον καταλειφθῇ λεγάτον καὶ οἱ κληρονόμοι ἐν εἰδήσει αὐτὸ καταβάλωσιν, οὐκέτι δύνανται αὐτὸ ἐπαναλαμβάνειν.

33

pr.Ἐν δὲ τῷ ρις΄ κεφ. Ἐὰν κτήματα ὑποκείμενα λεγατευθῶσιν, ὁ κληρονόμος ἀναγκάζεται ταῦτα ἀναῤῥύσασθαι· μάλιστα ὅτε καὶ ὁ τελευτήσας ᾔδει τὴν κατάστασιν αὐτῶν, ἢ ἠγνόει μὲν, πλὴν εἰ ἠπίστατο, ἔμελλεν ἀντ᾿ αὐτῶν ἕτερόν τι λεγατεύειν. εἰ δὲ ἐπράθησαν ἤδη παρὰ τοῦ δανειστοῦ, ὁ κληρονόμος ἀναγκάζεται δοῦναι τῷ λεγαταρίῳ τὴν διατίμησιν αὐτῶν.

34

pr.Ἐν δὲ τῷ ρλβ΄ κεφ. Καὶ ἐν ἐπιστολῇ καὶ ἐν οἱῳδήποτε λιβέλλῳ καὶ ἀγράφως καὶ νεύματι λεγάτον καταλιμπάνεται.

35

pr.Ἐν δὲ τῷ ρλς΄ κεφ. Ἐὰν ὑπεξουσίῳ καταλειφθῇ λεγάτον, ὁ δὲ πατὴρ παραιτήσηται, αὐτὸς δύναται ὁ ὑπεξούσιος αὐτὸ ἀπαιτῆσαι.

36

pr.Ἐν δὲ τῷ β΄ τί. κεφ. η ' θέμ. γ ' φησίν· Ἐὰν ἐκ τοῦδε τοῦ πίθου λεγατευθῶσί μοι δέκα κέραμοι, καὶ μὴ ἔχει τοσούτους, τὸ εὑρισκόμενον λαμβάνω.

37

pr.Ἐν δὲ τῷ ι ' κεφ. Ἐὰν μετὰ τὴν διαθήκην ἑνώσω τὶ τῷ λεγατευθέντι ἀγρῷ καὶ ἡνωμένως αὐτὰ νεμηθῶ, τῷ λεγαταρίῳ διαφέρει.

38

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Χρημάτων λεγατευθέντων καὶ τῆς κληρονομίας εὐπορούσης, εἰ καὶ μὴ κατελείφθησαν χρήματα, δίδωσιν αὐτὰ ὁ κληρονόμος.

39

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ἐὰν λεγατεύσω σοι δέκα νομίσματα καὶ ἀξιώσω σε ἀποκαταστῆσαι αὐτὰ πέτρῳ, καὶ προαποθάνῃ τοῦ διαθεμένου πέτρος, σὺ αὐτὰ κερδαίνεις, εἰ μὴ ἄρα ὡς ὑπουργῷ σοι μόνον ἐχρησάμην. τὸ αὐτὸ καὶ περὶ χρήσεως καρπῶν λεγατευθείσης.

40

pr.Ἐν δὲ τῷ κα΄ κεφ. Ἐὰν ἀνὴρ εἰδὼς ἀποδεδωκέναι τῇ γαμετῇ αὐτοῦ τὴν προῖκα, καὶ βουλόμενος αὐτῇ λεγατεῦσαι, εἶπεν ἀναδοθῆναι αὐτῇ τὴν αὐτῆς προῖκα, καλῶς αὐτὴν ἀπαιτεῖ, τοῦ ἀναδοθῆναι ῥήματος ἀντὶ τοῦ δοθῆναι παραλαμβανομένου.

41

pr.Ἐν δὲ τῷ λβ ' κεφ. Τὰ χωρὶς αἱρέσεως ἢ ἡμέρας λεγατευόμενα ἀπὸ τῆς ὑπεισελεύσεως τῆς κληρονομίας δίδονται.

42

pr.Ἐν δὲ τῷ λγ ' κεφ. Ἐὰν ἀγρὸν λεγατεύσω μετὰ πάντων τῶν ἐν αὐτῷ πραγμάτων, καὶ τὰ ἐν αὐτῷ ἀνδράποδα περιέχεται. Τὰ ἰδικῶς λεγατευόμενα, καὶ χωρὶς δόλου τοῦ κληρονόμου μὴ εὑρισκόμενα ἐν τῇ οὐσίᾳ, οὐκ ἀπαιτοῦνται. Οἱ κληρονόμοι πρὸς τὰ κληρονομιαία μέρη διδόασι τὰ λεγάτα, μὴ βαρούμενοι ἐκ τῆς ἀλλήλων ἀπορίας.

43

pr.Ἐν δὲ τῷ λδ΄ κεφ. Ἐὰν τὸν λεγατευθέντα οἶκον τῷ δούλῳ μου μετὰ τῆς κληρονομίας διέλωνται οἱ τοῦ διαθεμένου κληρονόμοι παρόντος μου ὡς μάρτυρος, οὐκ ἐκπίπτω· εἰ μὴ δειχθῇ, ὅτι ὡς ἀποταττόμενος ἐποίησα τοῦτο.

44

pr.Ἐν δὲ τῷ λθ΄ κεφ. Ἐὰν τοῦ ἀγροῦ μου τὸ ἥμισυ λεγατεύσω σοι, καὶ πέτρῳ τὸ ἥμισυ, παύλῳ δὲ τὸ ὅλον; καὶ ἀτονήσῃ τὸ οἱονδήποτε μέρος, τοῖς ἄλλοις πρὸς τὰ μέρη αὐτῶν αὔξει.

45

pr.Ἐν δὲ τῷ μη κεφ. Τελευτῶντος τοῦ λεγατευθέντος μοι βοὸς οὔτε τὴν βύρσαν οὔτε τὸ κρέας λαμβάνω.

46

pr.Ἐν δὲ τῷ ἐγ΄ κεφ. Τὸ λεγατευθὲν πεκούλιον καὶ αὔξει καὶ μειοῦται προστιθεμένου τινὸς ἢ ὑπεξαιρουμένου. Ἐὰν τέθριππον λεγατευθῇ μοι καὶ ἀποθάνῃ ὁ καλλιστεύων ἐν αὐτοῖς, σβέννυται τὸ λεγάτον· εἰ μὴ περιὼν ὁ διαθέμενος ἀνεπλήρωσε τὸ τέθριππον.

47

pr.Ἐν δὲ τῷ ξθ΄ κεφ. Ἐὰν λεγατευθῇ μοι τὸ μέλλον ἐκ μαρίας τίκτεσθαι, καὶ ἀγοράσω αὐτὴν καὶ τέκῃ παρ᾿ ἐμοὶ, οὐ δοκῶ ἀπὸ κέρδους ἔχειν τὸ τεχθέν. διὸ πρὸς ἀναλογίαν τῶν δοθέντων παρ᾽ ἐμοῦ ὑπὲρ τῆς αὐτοῦ μητρὸς ὁρίζει λαβεῖν με τὴν αὐτοῦ τιμὴν ὁ δικαστής.

48

pr.Ἐν δὲ τῷ ο΄ κεφ. Ἐὰν γράψας πρός με ἐπιστολὴν ἐφ᾽ ᾧ μετὰ θάνατόν σου ἀνοιγῆναι, ἔχουσαν οὕτως· εἰδέναι σε βούλομαι, ὅτι ἐδωρησάμην σοι ρ΄ νομίσματα, ἔῤῥωται τὸ λεγάτον, εἰ καὶ μὴ πρὸς τὸν κληρονόμον, ἀλλὰ πρὸς ἐμὲ διελέχθης.

49

pr.Ἐν δὲ τῷ πδ΄ κεφ. Τῶν λεγάτων καὶ τῶν ἀποκαταστάσεων τοὺς τόκους ἐξ ἐκείνου τοῦ καιροῦ, ἐν ᾧ ἡ δίκη προκατήρχθη, δύνασθαι ἀπαιτηθῆναι φανερόν ἐστιν. ἀλλὰ καὶ οἱ καρποὶ τῶν πραγμάτων καὶ οἱ μισθοὶ τῶν δούλων, οἳτινες κεχρεώστηνται ἐκ διαθήκης, ὁμοίως παρέχεσθαι ὀφείλουσιν '.

50

pr.Ἐν δὲ τῷ γ΄ τί. κεφ. 5΄ [φησίν]· Ἀπὸ στρατιωτικῆς διαθήκης καὶ ὁ περιωρισμένος λαμβάνει λεγάτον.

51

pr.Ἐν δὲ τῷ κα κεφ. Σβέννυται τὸ λεγάτον τοῦ πράγματος ἐξ ἐπικερδοῦς αἰτίας εὑρισκομένου παρὰ τῷ λεγαταρίῳ, εἰ μὴ τὴν τιμὴν ἠθέλησεν αὐτὸν λαβεῖν ὁ διαθέμενος.

52

pr.Ἐν δὲ τῷ μβ΄ι κεφ. Ἐὰν λεγατεύσω τῇ γυναικί μου, ὅσα ὀνόματι αὐτῆς εὐτρέπισα, περιέχει καὶ ἐσθῆτα καὶ ἀργύριον καὶ κόσμια, καὶ ὅσα ὀνόματι τῶν γυναικῶν εἰς δηνεκή χρείαν εὐτρεπίζονται, καὶ οὐκ εἰς κοινήν· εἴτε πρὶν ἀγαγέσθαι γαμετὴν ἢ μετὰ ταῦτα εὐτρέπισα. εἰ δὲ καί τι ἀπὸ τῶν ἐν χρήσει πραγμάτων εἰς χρῆσιν αὐτῆς μεταγάγω, περιέχεται.

53

pr.Καὶ εἰ μὲν εἴπω· καὶ ὅσα ὀνόματι αὐτῆς εὐτρέπισα, δηλῶ καὶ εἴ τι πλέον τῶν εἰρημένων τῆς τοιαύτης ἕνεκεν αἰτίας εὐτρέπισα. εἰ δὲ χωρὶς τοῦ „καὶ συνδέσμου εἴπω, ἅτινα εἰς λόγον αὐτῆς εὐτρέπισα, ἐκ πάντων τῶν εἰρημένων ἀνωτέρω πραγμάτων μόνα σημαίνω τὰ χάριν αὐτῆς εὐτρεπισθέντα.

54

pr.Ἐν δὲ τῷ μὴ κεφ. Ἐὰν ρ ' βιβλία λεγατευθῶσιν, οὐκ ἀριθμὸς βιβλίων ἀλλὰ ρ΄ τεύχη δίδονται.

55

pr.Ἐν δὲ τῷ νς κεφ. Τῷ λεγάτῳ τῶν ἀρνῶν οἱ μήπω τὸν ἐνιαυτὸν πληρώσαντες δηλοῦνται.

56

pr.Ἐν δὲ τῷ νή κεφ. Τῷ λεγάτῳ τῶν βορδονίων καὶ αἱ μοῦλαι περιέχονται, καὶ τῶν δούλων ὡς ἐπὶ τὸ πλεῖστον αἱ δοῦλαι. ἀεὶ γὰρ τὸ ἀῤῥενικὸν ὄνομα καὶ τοῦ θήλεώς ἐστι δηλωτικόν.

57

pr.Ἐν δὲ τῷ ξά κεφ. Τῷ τῶν θρεμμάτων λεγάτῳ τὰ ἀγεληδὸν βοσκόμενα τετράποδα περιέχεται, ἐν οἷς καὶ οἱ χοῖροι. Ὑποζυγίων λεγατευθέντων οἱ βόες οὐ περιέχονται. Τῷ λεγάτῳ τῶν ἵππων καὶ φοράδες περιέχονται. Οὐ μὴν τῷ τῶν προβάτων οἱ ἀρνοί. ἡ δὲ χρῆσις ἑκάστου τόπου δηλοῖ ἕως πότε εἰσὶν ἀρνοί· ἔν τισι γὰρ τόποις ἕως ὅτε καρῶσιν ἀρνοὶ νομίζονται.

58

pr.Ἐν δὲ τῷ ξδ΄ κεφ. Αγροῦ μετὰ τῶν ἐνθηκῶν τῶν οὐ σῶν ἐν αὐτῷ λεγατευομένου καὶ τὰ ἀνδράποδα τὰ ἐν τῷ διατίθεσθαι ἐκεῖσε ὄντα δίδονται. τὰ δὲ ὕστερον προστεθέντα, ὅτε [ῥητῶς] εἴπῃ ὁ διαθέμενος.

59

pr.Ἐν δὲ τῷ ξε κεφ. Οὐ καλῶς· ἀναχωροῦμεν τῆς σημασίας τῶν λέξεων, εἰ μὴ πρόδηλόν ἐστιν ἕτερον ἐνθυμηθῆναι τὸν διαθέμενον. Ἐὰν τοὺς νεωτέρους λεγατεύσω, τοῦ δικαστοῦ ἐστὶ σκοπεῖν, περὶ ποίων ἐνενόησα. ἐν γὰρ ταῖς διαθήκαις οὐ φυλάττομεν τοὺς ἀκριβεῖς ὅρους. οὔτε γὰρ οἱ διαθέμενοι ταῖς κυριολεξίαις κέχρηνται. ὅμως μέντοι νεώτερός ἐστιν ὁ τὴν ἔφηβον ἡλικίαν ἐξελθὼν, ἕως οὗ μετὰ τῶν γερόντων ἄρξεται εἶναι.

60

pr.Ἐν δὲ τῷ ἔθ ' κεφ. Ὅταν τοὺς ἰδίους δούλους λεγατεύσῃ τὶς, τοὺς πλήρει δικαίῳ δούλους ὄντας αὐτοῦ λέγει, καὶ τοὺς αὐτῷ καλῇ πίστει δουλεύοντας, καὶ οὓς ὑπέθετο ἢ ἐνεχυρίασεν ἢ ἐμίσθωσεν, οὐ μὴν τοὺς κατὰ χρῆσιν αὐτῷ διαφέροντας οὔτε οὓς εἰς ἐνέχυρον ἔχει. εἰ δὲ σωματέμπορος ἦν ὁ οὕτω λεγατεύσας, τὰ πράσιμα οὐ περιέχεται. φορτία γὰρ καὶ οἱ δοῦλοι νοοῦνται.

61

pr.Ἐν δὲ τῷ ος΄ κεφ. Δούλων λεγατευομένων καὶ δοῦλαι περιέχονται, καὶ παίδων αἱ παιδίσκαι· οὐ μὴν τὸ ἐναντίον. γυναικῶν λεγατευομένων καὶ παρθένοι περιέχονται, ὥσπερ ἀνδρῶν οἱ παῖδες. Τῷ λεγάτῳ τῶν θρεμμάτων καὶ οἱ βόες καὶ τὰ λοιπὰ νωτοφόρα περιέχονται. βουκολίου δὲ μόνοι βόες, οὐ μὴν ἀγέλαι προβάτων ἢ αἰγῶν. Τῷ λεγάτῳ τῶν προβάτων οὔτε ἀρνοὶ οὔτε κριοὶ περιέχονται· τῇ μέντοι τῶν προβάτων ἀγέλῃ περιέχονται.

62

pr.Ἐν δὲ τῷ ργ ' κεφ. Ὅτε τὶς οὕτως ἢ ἔνστασιν ἢ λεγάτον ἢ ἀποκατάστασιν ἢ ἐλευθερίαν ἢ ἐπιτροπὴν ἔγραψεν· ὁ δεῖνα ἢ ὁ δεῖνα ἔστω μου κληρονόμος, ἢ τῷδε ἢ τῷδε δίδωμι καὶ λεγατεύω ἢ δίδοσθαι βούλομαι, ἢ τόνδε ἢ τόνδε ἐλεύθερον ἢ ἐπίτροπον εἶναι βούλομαι ἢ κελεύω, κελεύομεν τὸν σύνδεσμον τὸν „ἢ ἀντὶ τοῦ „καὶ δεχθῆναι, ἵνα δόξῃ συμπλεκτικῷ τρόπῳ εἶναι προενηνεγμένος, καὶ μᾶλλον εἴη παραδιάζευξις, ἵνα καὶ τὸ πρῶτον πρόσωπον εἰσαγάγῃ καὶ τὸ δεύτερον μὴ ἐκβάλῃ. ὃν τρόπον γὰρ λόγου χάριν ἐν τῷ νομίμῳ παραγγέλματι τοῦ βίᾳ ἢ λάθρα ὁ „ἢ σύνδεσμος ἀντὶ τοῦ „καὶ φανερῶς κεῖται, οὕτως ἐν πᾶσι τοῖς τοιούτοις θέμασιν, εἴτε ἐνστάσεων εἴτε λεγάτων εἴτε ἀποκαταστάσεων εἴτε ἐλευθεριῶν εἴτε ἐπιτροπῆς, τοῦτο εἶναι νοητέον. καὶ ἑκάτεροι ἐρχέσθωσαν ἴσῳ ζυγῷ πρὸς τὴν κληρονομίαν, ἑκάτεροι τὰ λεγάτα ὁμοίως λαμβανέτωσαν, αἱ ἀποκαταστάσεις εἰς ἑκάτερον μεριζέσθωσαν, ἡ ἐλευθερία ἑκάτερον λαμβανέτω, τῷ τοῦ ἐπιτρόπου οἱ δύο λειτουργοῦσιν ὀφφικίῳ.

63

pr.Ἐν δὲ τῷ ρδ΄ κεφ. Τῇ ἀναφορᾷ τῆς τοῦ ἰλλυρικοῦ συνηγορίας ἀποκρινόμενοι διορίζομεν, τὸ τῆς φαμιλίας ὄνομα τοιαύτην ἔχειν δύναμιν· τοὺς ἀνιόντας καὶ κατιόντας καὶ πάντας τοὺς συγγενεῖς καὶ τὴν ὑπόστασιν καὶ τοὺς ἀπελευθέρους καὶ τοὺς πάτρωνας καὶ τοὺς δούλους διὰ ταύτης τῆς προσηγορίας σημαίνεσθαι· καὶ εἴ τις ἐν τῇ ἰδίᾳ διαθήκῃ ἀποκατάστασιν τῇ ἰδίᾳ φαμιλίᾳ καταλίπῃ, μηδεμιᾶς ἰδίας προσθήκης περί τινων ῥητῶν προσώπων γινομένης, μὴ μόνον τοὺς συγγενεῖς, ἀλλὰ καὶ τούτων ἀπορούντων τὸν γαμβρὸν καὶ τὴν νύμφην. καὶ τοῦτο γὰρ ἡμῖν φιλάνθρωπον εἶναι δοκεῖ, εἰς τὴν ἀποκατάστασιν καλεῖσθαι οὕτως, ἐὰν ὁ γάμος θανάτῳ τοῦ παιδὸς ἢ τῆς θυγατρὸς εἴη διαλυθείς. μηδενὶ τρόπῳ δυνηθήτωσαν ὁ γαμβρὸς ἢ ἡ νύμφη τῶν παίδων ζώντων εἰς τὴν τοιαύτην ἀποκατάστασιν κληθῆναι, ὁπότε ἀναμφιβόλως αὐτοὺς προλαμβάνουσι. καὶ τοῦτο δηλαδὴ κατὰ τάξιν γίνεσθαι, ἵνα μετ᾿ αὐτοὺς οἱ ἀπελεύθεροι ἔλθωσι. τούτου αὐτοῦ ἰσχύοντος, καὶ εἴς τις πρᾶγμα ἀκίνητόν τινι ἐλεγάτευσεν ἢ κατὰ ἀποκατάστασιν κατέλιπε καὶ ἐκώλυσεν ἐκποιηθῆναι αὐτὸ, προστεθεικὼς ἵνα, ἐὰν [τοῦτο παρέλθῃ ὁ τὴν ἀποκατάστασιν λαβόμενος, τῇ φαμιλίᾳ αὐτοῦ] τὸ πρᾶγμα προσπορισθῇ. ἐν ἄλ λοις δὲ θέμασι τὸ ὄνομα τῆς φαμιλίας ἀντὶ τῆς ὑποστάσεως· χρὴ νοεῖσθαι, ἐπειδὴ καὶ οἱ δοῦλοι καὶ τὰ ἄλλα πράγματα ἐν τῇ οὐσίᾳ ἑνὸς ἑκάστου εἶναι νομίζονται.

64

pr.Ἐν δὲ τῷ δ΄ τί. διαλαμβάνει περὶ ἐτησίων λεγάτων, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἐὰν ἐν τῷ προοιμίῳ τοῦ ἐνιαυτοῦ, ὅτε ἔδει με γεωργῆσαι, ὑπέρθεσιν ποιήσῃ ὁ κληρονόμος, εἰ καὶ μετὰ ταῦτα συγχωρεῖ μοι γεωργῆσαι, ὑπὲρ ὅλου τοῦ ἐνιαυτοῦ κατέχεται· καὶ ἐπὶ ὑπηρεσιῶν δούλων, ἐὰν μὴ ἕωθεν πέμψῃ τὸν δοῦλον, ἀλλὰ μετὰ τὴν ἕκτην ὥραν, ὑπὲρ ὅλης τῆς ἡμέρας ἀπολογεῖται.

65

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ἐὰν ἀποδοθῇ σοι ι νομίσματα ἐπὶ λ ' ἔτη, καὶ ἀποθάνῃς ἐν τῷ μεταξὺ, ὁ κληρονόμος σου λαμβάνει τοῦ λειπομένου χρόνου, εἰ μὴ δείξῃ ὁ βαρηθεὶς, ὅτι μέχρι μόνης τῆς ζωῆς σου ἠθέλησα δοθῆναι.

66

pr.Ἐν δὲ τῷ κζ ' κεφ. Ἐάν τις λεγατεύσῃ πρᾶγμα καὶ μετὰ ταῦτα ὑπόθηται τὸ πρᾶγμα, ἔτι ἰσχύει τὸ λεγάτον. ὅθεν ἐὰν ὁ λεγατάριος ἐπιλέξηται κατὰ τοῦ κληρονόμου τὴν προσωπικὴν ἀγωγὴν, τουτέστι τὴν ἐκ διαθήκης βοήθειαν, ὁ κληρονόμος ἀναγκάζεται τὸ πρᾶγμα ἐλευθερῶσαι παρὰ τοῦ δανειστοῦ.

67

pr.Ἐν δὲ τῷ κή κεφ. Δούλοις ἐν διαθήκῃ τοῦ δεσπότου μὴ δοθείσης ἐλευθερίας λεγάτον ἢ ἀποκατάστασις καταλειφθὲν οὐκ ἰσχύει, εἰ καὶ μετὰ θάνατον τοῦ διαθεμένου τὴν ἐλευθερίαν τρόπῳ τινὶ ἐκτήσαντο.

68

pr.Ἐν δὲ τῷ λγ ' κεφ. Ὁσάκις ὁ κληρονόμος καταβάλλει τὰ λεγάτα, ὀφείλει ἀπαιτῆσαι τοὺς λεγαταρίους ἀσφάλειαν τοιαύτην, ὅτι ἐὰν ἐκδικηθῇ ἡ κληρονομία, ἀποκαθίστησιν αὐτῷ τὰ λεγάτα. ἐὰν δὲ πλαστὴ φαίνηται εἶναι ἡ διαθήκη, ἐν τῷ μεταξὺ οὔτε δίκαιόν ἐστι καταβληθῆναι τὰ λεγάτα.

69

pr.Ἐν δὲ τῷ λδ΄ κεφ. Ὅτε τὸ ἀλλότριόν τις πρᾶγμα καταλείψῃ, εἰ μὲν εἰδὼς, καὶ ἀπὸ λεγάτου καὶ ἀποκαταστάσεως παρ᾽ ἐκείνου, ὅστις τοῦ λεγάτου ἢ τῆς ἀποκαταστάσεως ἠξιώθη, δύναται ἀπαιτηθῆναι· εἰ δὲ ἴδιον εἶναι ἐνόμισεν, οὐκ ἄλλως ἰσχύει τὸ καταλειφθὲν, εἰ μὴ ἄρα ἐγγίζοντι προσώπῳ ἢ γαμετῇ ἢ ἄλλῳ τοιούτῳ προσώπῳ ἐδόθη, ᾧτινι ἔμελλε λεγατεύειν, κἂν ἠπίστατο τὸ πρᾶγμα ἀλλότριον εἶναι.

70

pr.Ἐν δὲ τῷ λέ κεφ. Ἐάν τις λεγατεύσῃ ἐν διαθήκῃ πράγματα τῇ θυγατρὶ, καὶ ἐπιζήσας μετὰ τὴν διαθήκην αὐτοῦ τὰ πράγματα παράσχῃ εἰς προῖκα ὑπὲρ τῆς θυγατρὸς, μετὰ ταῦτα δὲ τελευτήσῃ, οὐκέτι δύναται ἡ θυγάτηρ τὸ λεγάτον ἀπαιτῆσαι.

71

pr.Ἐν δὲ τῷ λς ' κεφ. Ὁσάκις ὁ κληρονόμος καὶ λεγάτον ἔχει ἐν [τῇ] διαθήκῃ κατεξαίρετον τῆς κληρονομίας, δύναται καὶ παραιτούμενος τὸ μέρος τῆς κληρονομίας αὐτοῦ λαβεῖν τὸ καταλειφθὲν αὐτῷ λεγάτον.

72

pr.Ἐν δὲ τῷ μη ' κεφ. Ἐὰν ὁ λεγατάριος κρύψῃ τὴν διαθήκην καὶ μετὰ ταῦτα τοῦτο εἰς τὸ φῶς ἀναφανῇ, παντὶ τρόπῳ κωλυτέον εἶναι κρίνομεν, ἵνα μὴ λάβῃ κέρδος τῆς ἰδίας πανουργίας οὗτος, ὃς τὸν κληρονόμον ἠβουλήθη τῆς κληρονομίας ζημιῶσαι· ἀλλὰ τὸ τοιοῦτον λεγάτον ἐκείνου μὲν ἀφαιρείσθω, μενέτω δὲ παρὰ τῷ κληρονόμῳ ὡς μὴ γεγραμμένον· ἵνα ὅστις ὀφείλειν ἄλλον βλάπτειν ἐνόμισεν, αὐτὸς τῆς ἰδίας ζημίας αἴσθηται τὸν τρόπον.

73

pr.Ἐν δὲ τῷ ε΄ τί. διαλαμβάνεται περὶ χρήσεως καὶ ὑπουργίας λεγατευθέντων.

74

pr.Ἐν δὲ τῷ ς΄ τί. περὶ δουλείας λεγατευθείσης.

75

pr.Ἐν δὲ τῷ ζ΄ τί. περὶ προικὸς ἀντιλεγατευθείσης, οὗτινος ἐν τῷ ιε΄ κεφ. φησί· Κεκανόνισται μὲν πραγμάτων ἐνεχυρασμένων λεγατευθέντων ἀναγκάζεσθαι τὸν κληρονόμον ἐλευθεροῦν αὐτά· ἐὰν δὲ γυνὴ ὑποκείμενα παράσχῃ ἐν προικὶ καὶ λεγατευθῇ αὐτῇ ἡ προὶξ, οὐκ ἀναγκάζεται ὁ κληρονόμος ἐλευθεροῦν αὐτὰ, εἰ μὴ ῥητῶς ὁ διαθέμενος [ἕτερον] εἶπεν.

76

pr.Ἐν δὲ τῷ η΄ τί. [διαλαμβάνει] περὶ τῶν κατ᾿ ἐπιλογὴν λεγατευομένων, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐὰν ἐπιλογὴν δούλων λεγατεύσω σοι, τρεῖς λαμβάνεις κατ᾿ ἐπιλογήν.

77

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἐὰν ρ ' κεράμων οἴνου λεγατευθῇ ἐπιλογὴ καὶ ἐπιλέξωμαι ὄξος, οὐκ ἀναιρεῖταί [μοι] ἡ ἐπιλογὴ, εἰ μὴ ὅπερ ἐπελεξάμην εἶχεν ὁ διαθέμενος ἐν ἀριθμῷ οἴνου· ἀλλὰ τοῦτο, ὅτε μὴ γευσάμενος ἐπελεξάμην.

78

pr.᾿Ἐν δὲ τῷ ιγ΄ κεφ. Ἐὰν πρὸ τῆς ἐπιλογῆς ἐλευθερώσῃ δοῦλον ὁ κληρονόμος, εἰ μὲν αὐτὸν ὁ λεγατάριος ἐπιλέξηται, αὐτὸν λαμβάνει· εἰ δὲ ἄλλον, μένει ἐλεύθερος.

79

pr.Ἐν δὲ τῷ ιθ ' κεφ. Ἐὰν ἐπιλέξηται ὁ λεγατάριος, οὐκέτι δύναται μεταμελόμενος ἕτερον ἐπιλέγεσθαι. ἅμα γὰρ τῷ εἰπεῖν τῆς δεσποτείας αὐτοῦ γίνεται τὸ ἐπιλεγέν.

80

pr.Ἐν δὲ τῷ θ΄ τί. διαλαμβάνεται περὶ σίτου οἴνου καὶ ἐλαίου λεγατευθέντων, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Οἴνου λεγατευομένου καὶ τὸ ὄξος περιέχεται, ὅπερ ὁ διαθέμενος εἶχεν ἐν ἀριθμῷ οἴνου.

81

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἐὰν ρ ' κεράμους οἴνου λεγατεύσω, καὶ μὴ καταλίπω οἶνον, ἀναγκάζεται ὁ κληρονόμος ἀγοράσαι καὶ δοῦναι οἶνον, οὐ μὴν τὸ ὄξος, ὃ εἶχον ἐν ἀριθμῷ οἴνου. Οἴνου λεγατευομένου καὶ οἱ κέραμοι περιέχονται· οὐχ ὡς μέντοι μέρος ὄντες τοῦ οἴνου, ὥσπερ τὰ ἐμβλήματα τῶν ἀργυρέων σκευῶν καὶ τὰ σπέτλαὶ τοῦ οἴκου. οὐ μὴν οἱ πίθοι, καὶ μάλιστα οἱ κεχωσμένοι ἢ διὰ τὸ μέγεθος δυσχερῶς μεταφερόμενοι, οὔτε οἱ ἀσκοί. αἱ δὲ βούττεις περιέχονται, εἰ μὴ ἀκίνητοι ἦσαν ὡς ἐξοπλισμὸς τοῦ ἀγροῦ.

82

pr.Ἐν δὲ τῷ ἐ κεφ. Ἐὰν ῥητὸν οὔνου ποσὸν ἐκ τοῦ γενησομένου ἐν τῷδε τῷ ἀγρῷ λεγατεύσω σοι, καὶ μὴ γένηται τοσοῦτος, οὐδὲν πλέον τοῦ γενομένου λαμβάνεις.

83

pr.Ἐν δὲ τῷ ς ' κεφ. Ἐὰν εἴπω δοθῆναι τὸν ἐν κεράμοις ἢ κάδδοις οἶνον, καὶ τὰ ἀγγεῖα παρέχονται. καὶ ἐὰν τὸν οἶνον μετὰ τῶν κεράμων λεγατεύσω, καὶ τὸν ἐν πίθοις δοκῶ λεγατεύειν· ὥσπερ ἐὰν πάντας τοὺς δούλους μου μετὰ τῶν πεκουλίων αὐτῶν λεγατεύσω, καὶ οἱ μὴ ἔχοντες πεκούλια δίδονται.

84

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ἐὰν εἴπω τῇ γυναικί μου λαβεῖν οἶνον ἔλαιον μέλι ἢ ἄλλο τὶ, καὶ μὴ προσθήσω τὸ ποσὸν, ὅσον ἐκ τούτων τῶν εἰδῶν κατέλιπον λαμβάνει.

85

pr.Ἐν δὲ τῷ ιδ κεφ. Ἐκεῖνα τὰ ἀγγεῖα τῷ λεγάτῳ τοῦ οἴνου περιέχεται, ὅσα διὰ τὴν παροῦσαν χρῆσιν αὐτῶν᾽ ἔχουσιν, ὡς οἱ κέραμοι καὶ οἱ κάδδοι, οὐ μὴν τὰ διηνεκῶς ἐπὶ τούτοις φυλαττόμενα.

86

pr.Ἐν δὲ τῷ ι΄ τί. διαλαμβάνεται περὶ παρασκευῆς καὶ ἐξοπλισμοῦ καὶ τῶν πρὸς ὑπηρεσίαν λεγατευομένων, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Αγροῦ μετὰ ἐξοπλισμοῦ λεγατευομένου εἶτα ἐκποιουμένου οὐδὲ ὁ ἐξοπλισμὸς δίδοται.

87

pr.Ἐν δὲ τῷ δ ' κεφ. Δύο εἶχον ἀγροὺς συνεζευγμένους, καὶ βόας μένοντας μὲν ἐν τῷ ἑνὶ, ἐν δὲ τῷ ἄλλῳ ἐργαζομένους. ἐὰν τοὺς ἀγροὺς διαφόροις λεγατεύσω παρεσκευασμένους, οἱ βόες ἔνθα κάμνειν εἰώθασιν ἀκολουθοῦσιν.

88

pr.Ἐν δὲ τῷ ἑ κεφ. Ἐὰν λεγατεύσω σοι ἀγρὸν μετὰ τοῦ ἐξοπλισμοῦ, καὶ πωλήσω τὸν ἀγρὸν, οὐ δύνασαι διεκδικεῖν τὸν ἐξοπλισμόν. εἰ δὲ οὕτω λεγατεύσω· ἀγρὸν καὶ τὸν ἐξοπλισμὸν, ἢ ἀγρὸν παρεσκευασμένον, δύνασαι τοῦ ἀγροῦ ἐκποιουμένου ἀπαιτεῖν ταῦτα.

89

pr.Ἐν δὲ τῷ ἡ΄ κεφ. Τῷ ἐξοπλισμῷ τοῦ ἀγροῦ περιέχεται, ὅσα ἐπὶ τῷ γενέσθαι καὶ συλλεγῆναι καὶ φυλαχθῆναι τοὺς καρποὺς παρεσκεύασται. καὶ ἕνεκεν μὲν τοῦ γενέσθαι εἰσὶν οἱ γεωργοῦντες καὶ οἱ προεστῶτες αὐτῶν, καὶ οἱ δεδαμασμένοι βόες, καὶ τὰ διὰ τὸ κοπρίζειν ὄντα θρέμματα, καὶ τὰ πρὸς γεωργίαν ἐργαλεῖα, οἷον ἄροτρα, ἅμαι, ὀρυγιαὶ, σκαλίδες, δρέπανοι κλαδευτικοὶ, δίκελλαι καὶ τὰ τοιαῦτα· ἐπὶ δὲ τοῦ συλλεγῆναι τοὺς καρπούς εἰσι ληνοὶ, κόφινοι, δρέπανοι θεριστικοὶ, δρέπανοι χόρτου, κάρταλλοι πρὸς δὲ φυλακὴν πίθοι, βούττεις. εἰ δὲ τὰ οἰκήματα τοῦ ἀγροῦ εὐτρεπῆ εἰσι, καὶ οἱ τὰ μέσαυλα φυλάττοντες καὶ οἱ σαροῦντες ταῦτα τοῦ ἐξοπλισμοῦ εἰσιν. εἰ δὲ ἄλση ἔχει ὁ ἀγρὸς, καὶ οἱ ἀλσοφύλακες. εἰ δὲ καὶ ἕλη καὶ βοσκὰς ἔχει, περιέχονται αἱ ἀγέλαι καὶ οἱ ποιμένες καὶ οἱ τὰ ἕλη φυλάττοντες.

90

pr.Ἐν δὲ τῷ ια΄ τί. διαλαμβάνεται περὶ πεκουλίου λεγατευθέντος, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐὰν οἰκέτης λεγατευθεὶς μετὰ τοῦ πεκουλίου τελευτήσῃ ἢ ἐλευθερωθῇ [ἢ ἐκποιηθῇ], σβέννυται τὸ τοῦ πεκουλίου λεγάτον. αἱ γὰρ προσθῆκαι συναναιροῦνται τοῖς πρωτοτύποις.

91

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ἐὰν ὁ πρὸ τοῦ πεκουλίου λεγατευθεὶς δοῦλος πρὸ τοῦ διαθεμένου τελευτήσῃ, σβέννυται τὸ τοῦ πεκουλίου λεγάτον. εἰ μέντοι μετ᾿ αὐτὸν, οὐ σβέννυται. τὸ ἐναντίον δὲ, ἐὰν δοῦλος ἐνδεδυμένος λεγατευθῇ.

92

pr.Ἐν δὲ τῷ ιβ΄ τί. περὶ κελλαρικοῦ λεγατευθέντος, οὗτινος ἐν τῷ γ ' κεφ. φησί· Κελλαρικοῦ λεγατευομένου πάντα τὰ βρώσιμα καὶ τὰ πόσιμα περιέχεται, ἅπερ ὁ διαθέμενος εὐτρέπισεν εἰς λόγον ἑαυτοῦ καὶ τῆς γυναικὸς καὶ τῶν τέκνων καὶ τῆς περὶ αὐτὸν φαμιλίας καὶ ἀλόγων, καὶ ὅσα καθ᾽ ἑαυτὰ βρωθῆναι ἢ ποθῆναι οὐ δύνανται, ἔλαιον, γάρον, ἅλμην, μέλι καὶ τὰ ὅμοια. καὶ ὅτε τὸ βρώσιμον λεγατευθῇ, ταῦτα· περιέχεται, καὶ οἱ ἁληστοὶ ἰχθύες μετὰ τοῦ ἰδίου ἀγγείου. ποσίμου δὲ λεγατευομένου, τὰ ἐν τάξει οἴνου ὄντα παρὰ τῷ διαθεμένῳ περιέχεται. κελλαρικοῦ δὲ καθόλου λεγατευομένου καὶ τὸ ὄξος περιέχεται, εἰ μὴ ἐπὶ κατασβέσει ἐμπρησμοῦ εὐτρέπιστο. καὶ ὅπερ ἦν διὰ τὴν χρῆσιν τῶν φίλων αὐτοῦ ἢ τῶν προσφύγων ἢ πάντων τῶν περὶ αὐτὸν, καὶ τῶν ὑπουργούντων αὐτοῦ τε καὶ τοῖς φίλοις αὐτοῦ, καὶ τῶν ζώων· οὐ μὴν διὰ τὴν ἀγροικικὴν φαμιλίαν, οὔτε τὰ διὰ τὰ ἐν τῷ ἀγρῷ ἐργαζόμενα ἢ μισθούμενα ζῶα. καὶ τὰ ὄσπρια καὶ ὁ σίτος καὶ ἡ κριθή καὶ τὰ ξύλα καὶ οἱ κάρβωνες, οἱ μὴ ἐν ἐκποιήσει ἀλλ᾽ εἰς χρείαν τοῦ διαθεμένου ὄντες, καὶ ὁ λιβανωτὸς, καὶ ὁ πρὸς τὴν χρῆσιν τὴν οἰκιακὴν κηρὸς, καὶ τὰ μύρα, καὶ οἱ ἐπιστολιμαῖοι χάρται καὶ πρὸς τὰ λογοθέσια συγγραφῆναι εὐτρε- πισθέντες, καὶ τὰ εὔοσμα πάντα, καὶ τὰ ἀγγεῖα· οὐ μὴν οἱ πίθοι, κατὰ τὴν εἰρημένην ἐπὶ οἴνου διάστιξιν, οὐδὲ τὰ ἐν οἷς ὁ σῖτος καὶ τὸ ὄσπριον βάλλεται.

93

pr.Ἐν δὲ τῷ ιγ΄ τί. περὶ οἰκοσκευῆς λεγατευθείσης, οὗτινος ἐν τῷ α κεφ. φησίν· Οἰκοσκευή ἐστιν ὁ οἰκιακὸς ἐξοπλισμὸς τοῦ δεσπότου, ὅσπερ ' οὔτε τῷ ἀργύρῳ οὔτε τῷ ἐσκευασμένῳ χρυσῷ οὔτε τῇ ἐσθῆτι περιέχεται· τουτέστι τὰ κινητὰ ἄψυχα, οἷον τράπεζα, τραπεζοφόροι, οἱ τὰς τραπέζας ἔχοντες δελφίνες, σουβέλλια, σκαμνία, κλίναι, κἂν ὦσιν ἠργυρωμέναι, στρώματα, προσκεφάλαια, σκεύη ὕδρηλα, χερνιβόξεστα, κανδηλάβραι, λύχνοι, τροῦλλαι, χαλκᾶ σκεύη, τὰ πᾶσιν εἰς ὑπηρεσίαν προκείμενα καὶ μὴ ἰδιαζόντως ἀφωρισμένα τινὶ τόπῳ· κάψαι καὶ ἀρμάρια, τὰ μὴ ἕνεκεν βίβλων ἢ ἐσθῆτος ἢ ὅπλων εὐτρεπισθέντα· ταῦτα γὰρ οὐκ εἰσι τῆς οἰκοσκευῆς, ὥσπερ οὔτε αὐτὴ ἡ ἐσθῆς ἢ τὰ βιβλία ἢ τὰ ὅπλα· καὶ τὰ ὑέλινα σκεύη, τὰ πρὸς βρῶσιν καὶ πόσιν, καὶ τὰ ὀστράκινα κἂν ὦσι βαρύτιμα, φιάλαι ἀργυραῖ, κλίναι ἠργυρωμέναι ἢ κεχρυσωμέναι ἢ καὶ ὁλάργυραι καὶ διάχρυσαι καὶ διάλιθοι· σκεύη μύρινα καὶ κρυστάλλινα καὶ ἄλλης τιμιωτέρας ὕλης. ἐὰν δὲ εἰς τὸν ἄργυρον ἀνήνεκται, ἢ ἀργυρᾶ κανδηλάβρα, τῷ ἀργύρῳ περιέχεται. καὶ ἡ πλάνη γὰρ τοῦ χρωμένου νόμον ποιεῖ.

94

pr.Ἐν δὲ τῷ ς ' κεφ. Οἰκοσκευή ἐστιν ἐξοπλισμὸς τοῦ οἰκοδεσπότου πραγμάτων εὐτρεπισμένων πρὸς τὴν καθημερινὴν αὐτοῦ χρῆσιν, μὴ μεταπιπτόντων εἰς ἕτερον ὄνομα, τυχὸν εἰς κελλαρικὸν ἢ ἄργυρον ἢ ἐσθῆτα ἢ κόσμια, μηδὲ ὥσπερ εἰς ἐξοπλισμὸν τοῦ ἀγροῦ ἢ τοῦ οἴκου ὄντων. τὴν γὰρ χρῆσιν καὶ οὐ τὴν ὕλην αὐτῶν περιεργαζόμεθα, εἴτε πολύτιμά εἰσιν εἴτε μή. καὶ εἰς μὲν τὰ ἀμφιβαλλόμενα τῇ γνώμῃ τοῦ διαθεμένου προσέχομεν. εἰ δὲ τὸν ὁμολογουμένως ἄργυρον ἢ ἐσθῆτα ὡς οἰκοσκευὴν λεγατεύσει, οὐκ ἔῤῥωται· οὔτε γὰρ δοκεῖ τι λέγειν ὁ μὴ τῷ κυρίῳ χρώμενος ὀνόματι.

95

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ἐὰν λεγατεύσω τῇ γυναικί μου οἶκον μετὰ παντὸς αὐτοῦ δικαίου καὶ ἐξοπλισμοῦ καὶ οἰκοσκευῆς, τὸν μὲν τῆς οἰκοσκευῆς ἄργυρον ὄντα λαμβάνει, οὐκέτι δὲ καὶ τὸν πρὸς βρῶσιν, εἰ μὴ τοῦτο ἠβουλήθη.

96

pr.Ἐν δὲ τῷ ί κεφ. Τὰ τὸ ὕδωρ ἀναβλύζοντα χαλκᾶ σκεύη, καὶ τὰ λοιπὰ πρὸς τέρψιν καὶ οὐ χρῆσιν ὄντα, τῆς οἰκοσκευῆς οὔκ εἰσι. τὰ μέντοι μύρινα καὶ ὑέλινα σκεύη τὰ πρὸς τὸ πίνειν καὶ ἐσθίειν τῆς οἰκοσκευῆς εἰσιν.

97

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Τῷ λεγάτῳ τῆς οἰκοσκευῆς ἡ οἴκησις, ἐν ᾗ ἀπόκειται, οὐ περιέχεται. Τῷ λεγάτῳ τοῦ ἀγροῦ ὁ ἐξοπλισμὸς αὐτοῦ οὐ περιέχεται ', εἰ μὴ ῥητῶς ὁ διαθέμενος εἴπῃ· ὥσπερ οὔτε τῷ λεγάτῳ τοῦ οἴκου ὁ ἐξοπλισμὸς αὐτοῦ ἢ ἡ οἰκοσκευή.

98

pr.Ἐν δὲ τῷ ιδ΄ τί. [φησὶ] περὶ τροφείων λεγατευθέντων, οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Ταῖς διατροφαῖς καὶ ἡ τροφὴ καὶ ἡ ἐσθὴς καὶ ἡ οἴκησις περιέχεται.

99

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ἐὰν ἀνήβοις λεγατεύσω διατροφὰς καὶ μὴ δείκνυται ἕως πότε ἠθέλησα λαμβάνειν αὐτοὺς, ἕως οὗ ζῶσι λαμβάνουσιν. εἰ δὲ εἶπα· μέχρι τῆς ἥβης, εἰ μὲν ἄῤῥην, ἕως τοῦ ιη΄ ἔτους, εἰ δὲ θήλεια, ἕως τοῦ ιδ΄ λαμβάνει. ἐπὶ μόνων δὲ τῶν διατροφῶν φιλαγάθως οὕτως ἡ ἥβη ὁρίζεται. Ἐὰν εἴπω δοθῆναι ὅσα ζῶν ἐδίδων, καὶ διάφορός ἐστιν ἡ δόσις, τοῖς ἐν καιρῷ τελευτῆς μου διδομένοις δεῖ προσέχειν.

100

pr.Ἐν δὲ τῷ ις ' κεφ. Ὁ εἷς τῶν κληρονόμων κἂν ὀνομαστὶ παρασχεῖν διατροφὰς ἀξιωθῇ, καὶ οἱ κληρονόμοι αὐτοῦ ὑπόκεινται.

101

pr.Ἐν δὲ τῷ ιε τί. περὶ χρυσοῦ, ἀργύρου, κοσμίων, μύρων καὶ ἀνδριάντων λεγατευθέντων, οὗτινος ἐν τῷ ιθ΄ κεφ. φησί· Τῷ λεγάτῳ τοῦ χρυσοῦ τὰ μόνον κεχρυσωμένα οὐ περιέχονται, οὔτε τὰ ἐν τῷ ἀργύρῳ χρυσᾶ ἐμβλήματα. δακτύλιοι μέντοι χρυσοὶ περιέχονται. Τῷ λεγάτῳ τοῦ ἀργύρου οὔτε ἡ ἀργυρᾶ κλίνη οὔτε ὁ ἄλλος τῆς οἰκοσκευῆς ἄργυρος περιέχεται· εἰ μὴ καὶ ταῦτα ὁ διαθέμενος εἶχεν ἐν ἀριθμῷ ἀργύρου. οὐδὲ ὁ τῶν μουλῶν κόσμος, ὅτε μὴ ἐν τῷ ἀργενταρίῳ ἀπόκειται· οὔτε αἱ ἀργυραῖ κανδηλάβραι ἢ λυχνία ἢ ζώδια ἀργυρᾶ ἐν τῷ οἴκῳ κείμενα, οὔτε τὸ ἀργυροῦν ἔσοπτρον, εἰ μὴ εἶχεν αὐτὸ ἐν ἀριθμῷ ἀργύρου ἡ τελευτήσασα. Ἀργύρου ἐσκευασμένου λεγατευθέντος τὰ σκεύη περιέχονται, οὐ μὴν ἡ οἰκοσκευή· σκευῶν δὲ λεγατευομένων οὐ μόνον τὰ πόσιν καὶ βρῶσιν δεχόμενα περιέχονται, ἀλλὰ καὶ τὰ ὑποβαλλόμενα τοῖς σκεύεσι καὶ σκεύη πλευστικά.

102

pr.Ἐν δὲ τῷ κα΄ κεφ. Μύρων λεγατευομένων οὐ μόνον τὰ διὰ τέρψιν, ἀλλὰ καὶ τὰ δι᾽ ὑγείαν ἀλειφόμενα περιέχεται.

103

pr.Ἐν δὲ τῷ κή κεφ. Ἐσκευασμένος ἄργυρός ἐστιν ὁ μὴ ὢν ἐν βώλῳ ἢ λάμναις ἢ σφραγίδι ἢ οἰκοσκευῇ ἢ κοσμίῳ ἢ ἐν κόσμῳ.

104

pr.Ἐὰν λεγατεύσω τὸν πρὸς χρῆσίν μου ἄργυρον ἢ ἐσθῆτα ἢ οἰκοσκευὴν, ἐκεῖνος δηλοῦται, ᾧτινι εἰς τὴν τροφήν μου ἐκεχρήμην, οὐ μὴν ᾧτινι οὐκ εὐχερῶς ἐκεχρήμην, ἀλλ᾽ εἴωθα κιχρᾷν εἰς τὰς κοινὰς εὐωχίας· οἷον τράπεζαι καὶ τοιαῦτα σκεύη.

105

pr.Ἐν δὲ τῷ λβ ' κεφ. θέμ. ζ΄· Κόσμου γυναικείου λεγατευθέντος οὔτε χρυσᾶ κόσμια οὔτε λίθοι οὔτε δακτύλιοι οὔτε ἐσθὴς περιέχεται· ἀλλ᾽ ὁ τῶν προσβαλλομένων· ἄργυρος.

106

pr.Ἐν δὲ τῷ ις ' τί. περὶ ἐλευθερίας χρεῶν λεγατευθείσης, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Καλῶς ὁ δανειστὴς λεγατεύει τῷ χρεώστῃ τὸ ἐνέχυρον, καὶ ἀναλαμβάνει αὐτὸ πρὶν ἢ καταβάλλῃ τὸ χρέος. οὐ δοκεῖ δὲ καὶ τὸ χρέος ἐκ τούτου λεγατεύεσθαι, εἰ μὴ καὶ ἑτέρωθεν δειχθῇ.

107

pr.Ἐν δὲ τῷ ἡ κεφ. Ἐὰν μόνῳ τῷ χρεώστῃ λεγατεύσω ἐλευθερίαν χρέους, οὐ διαβαίνει τὸ λεγάτον εἰς τὸν κληρονόμον αὐτοῦ.

108

pr.Ἐν δὲ τῷ λβ΄ κεφ. Ἡ πλαστὴ ἀπαρίθμησις οὐδέποτε βλάπτει τὰ λεγάτα. διὰ τοῦτο καὶ εἴ τις λεγατεύσει· δίδωμι τῷδε ρ ' νομίσματα, ἅπερ χρεωστῶ αὐτῷ, κἂν μὴ χρεωστῇ, ἔρῥωται τὸ λεγάτον ὡς ἀπὸ ἀπαριθμήσεως.

109

pr.Ἐν δὲ τῷ λγ ' κεφ. Ἐάν τις προῖκα λεγατεύσῃ, εἰ μὲν ποσότητος μνημονεύσει, καὶ μὴ ὑπούσης προικὸς ἔῤῥωται τὸ λεγάτον. εἰ δὲ οὕτως εἴπῃ· τὴν προῖκα δίδωμι καὶ λεγατεύω, ἀναγκάζεται ἡ γυνὴ δεῖξαι πόσην ἐπέδωκε προῖκα.

110

pr.Ἐν δὲ τῷ ιζ΄ τί. περὶ ἀφαιρέσεως καὶ μεταφορᾶς καὶ ἀποκαταστάσεως λεγάτων, οὗτινος ἐν τῷ ιη΄ κεφ. φησίν· Ἐὰν ὅπερ ἐλεγάτευσά σοι ἑτέρῳ δωρήσωμαι, σβέννυται τὸ λεγάτον, καὶ οὐ κεχρήμεθα τῇ διαστίξει τῇ λεγούσῃ, ὅτι εἰ μὲν ἐξ ἀνάγκης ἐξε ποίησα, μένει τὸ λεγάτον ἐῤῥωμένον· εἰ δὲ [ἐκ] προαιρέσεως, σβέννυται. ἐπειδὴ οὐδεὶς ἄκων δωρεῖται.

111

pr.Ἐν δὲ τῷ τη΄ τί. περὶ πραγμάτων ἀμφιβόλων λεγατευομένων καὶ περὶ ἀφανῶν προσώπων. οὗτινος ἐν τῷ ιβ΄ κεφ. φησίν· Ὁσάκις ἐν ἀγωγαῖς ἢ παραγραφαῖς ἀμφιβάλλεται φρᾶσις, τὴν πρὸς σύστασιν τοῦ ὑποκειμένου πράγματος δέχεσθαι χρὴ, καὶ οὐ τὴν πρὸς ἀναίρεσιν.

112

pr.Ἐν δὲ τῷ κγ΄ κεφ. Τὰ ἀμφιβόλως ἢ προπετῶς ἐν διαθήκῃ γραφόμενα φιλαγάθως ἑρμηνευτέον, πρὸς ὁ πιθανόν ἐστιν ἐνθυμηθῆναι τὸν διαθέμενον Ρ.

113

pr.Ἐν δὲ τῷ κς ' κεφ. Ἐὰν ἐκ πολλῶν δούλων ἕνα θελήσω ἐλευθερωθῆναι, καὶ μὴ δείκνυται ' ποῖον, οὐδεὶς ἐλευθεροῦται.

114

pr.Ἐν δὲ τῷ ιθ΄ τί. περὶ αἱρέσεως λεγάτων καὶ δηλώσεως [καὶ] αἰτίας καὶ τρόπου αὐτῶν, οὗτινος ἐν τῷ δ΄ κεφ. φησίν· Αἱ ἀδύνατοι αἱρέσεις ἐν ταῖς διαθήκαις ἀντ᾽ οὐδενός εἰσιν.

115

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ἐὰν λεγατεύσω εἰς καιρὸν γάμου, εὐθέως ὅτε γαμηθῇ πληροῦται ἡ αἵρεσις, εἰ καὶ μήπω εἰσῆλθεν εἰς τὸ κουβούκλειον τοῦ ἀνδρός. τὸν γὰρ γάμον οὐ τὸ συγκαθευδῆσαι ἀλλ᾽ ἡ συναίνεσις ποιεῖ.

116

pr.Ἐν δὲ τῷ ιη΄ κεφ. θέμ. ε· Αἱ αἰσχραὶ αἱρέσεις συγχωροῦνται, καὶ ὡς ἐπὶ τὸ πλεῖστον ὁ ὅρκος.

117

pr.Ἐν δὲ τῷ κ΄ κεφ. Ἐν ταῖς κληρονομίαις καὶ λεγάτοις καὶ ἐπερωτήσεσιν ἀντὶ πεπληρωμένης ἐστὶν ἡ αἵρεσις, ὁσάκις ἐκεῖνος, ᾧτινι διέφερεν αὐτὴν πληρωθῆναι, ἐνεπόδισε τῇ πληρώσει αὐτῆς.

118

pr.Ἐν δὲ τῷ κζ ' κεφ. Ἐὰν πέτρῳ καὶ μαρίᾳ λεγατεύσω ρ΄ νομίσματα, εἰ συναφθῶσιν ἀλλήλοις πρὸς γάμον, καὶ συμβῇ τὸν ἕνα πρὸ τῆς ἀνοίξεως τῆς διαθήκης ἀποθανεῖν, ἀτονεῖ τῶν δύο τὸ λεγάτον. εἰ δὲ περίεισι, καὶ ὁ μὲν εἷς παραιτεῖται συναφῆναι, ὁ δὲ ἄλλος ἕτοιμός ἐστι, μόνου τοῦ παραιτουμένου τὸ μέρος ἀσθενεῖ.

119

pr.Ἐν δὲ τῷ κθ΄ κεφ. Ἡ πλαστὴ δήλωσις οὔτε λεγατάριον οὔτε κληρονόμον βλάπτει· οἷον ἐὰν υἱὸν ἢ ἀδελφὸν ὀνομάσῃ τὸν μὴ ὄντα. εἰ δὲ καὶ πολλοὶ τοῦ ὀνόματος φιλονεικοῦσιν, ὁ δεικνὺς περὶ ἑαυτοῦ τὸν διαθέμενον ἐνθυμηθῆναι λαμβάνει τὸ λεγάτον. εἰ δὲ καὶ ἀπελευθέροις λεγατευθῇ καὶ μετὰ ταῦτα τύχωσί τινες αὐτῶν ἀξίας τινὸς, οὐκ ἀπολλύουσι τὸ λεγάτον. τιμὴ γὰρ αὐτοῖς διὰ τούτου περιποιεῖται, οὐ μὴν ἡ αἵρεσις αὐτῶν ἀλλάσσεται.

120

pr.Ἐν δὲ τῷ λγ΄ κεφ. Ἐὰν ὃν οὐκ ἠδυνάμην ἐλευθερῶσαι λεγατεύσω σοι ἐπὶ τῷ ἐλευθερῶσαι, καὶ τὸ λεγάτον λαμβάνεις καὶ οὐκ ἀναγκάζῃ ἐλευθερῶσαι. τότε γὰρ ὀφείλομεν πειθαρχεῖν τῷ διαθεμένῳ, ὅτε μηδὲν ἐκ τοῦ γινομένου συμβαίνει παράνομον. ἰσχύει δὲ τὸ λεγάτον, ἐπειδὴ κέρδος ἠθέλησά [σε] σχεῖν ἐν τῷ δούλῳ, ἤπερ τὸν ἐμὸν κληρονόμον.

121

pr.Ἐν δὲ τῷ λζ΄ κεφ. Τὰ αἱρετικὰ λεγάτα μετὰ τὴν ἔκβασιν τῆς αἱρέσεως κεχρεώστηνται. ὅθεν οὔτε μεταφέρεσθαι ἐν τῷ μεταξὺ δύνανται.

122

pr.Ἐν δὲ τῷ μδ΄ κεφ. Ἐὰν λεγατεύσω σοι, ὅτε εἰς τὸν ις΄ ἐνιαυτὸν ἔλθῃς, οὐχ ἅμα τῷ ἐπιβῆναι τῷ ις ' τὸ λεγάτον ἀπαιτεῖς.

123

pr.Ἐν δὲ τῷ νβ΄ κεφ. Ἐὰν ἀξιωθῇς ι΄ νομίσματα δοῦναι καὶ λαβεῖν ἀγρὸν, οὐ δύνασαι τὰ ε΄ διδοὺς λαβεῖν τὸ ἥμισυ τοῦ ἀγροῦ. εἰ δὲ πολλοῖς ὑπὸ τὴν αὐτὴν αἵρεσιν καταλειφθῇ, ἕκαστος διδοὺς τὴν ἀναλογίαν λαμβάνει τὸ ἁρμόζον αὐτῷ. ὡς δὲ ὁ εἷς οὐ δύναται διαιρεῖν τὴν αἵρεσιν, οὕτως οὐδὲ οἱ ὑποκαταστάντες αὐτῷ. ἀντὶ γὰρ ἑνὸς προσώπου παραλαμβάνεται.

124

pr.Ἐν δὲ τῷ νς κεφ. Αἱ αἱρέσεις εἰς τρία σκέλη διαιροῦνται, ἢ εἰς τὸ δοῦναι ἢ ποιῆσαι ἢ συμβῆναι, ἢ μὴ δοῦναι ἢ μὴ ποιῆσαι ἢ μὴ συμβῆναι. καὶ αἱ μὲν ἔχουσαι δόσιν ἢ ποίησιν προσώποις ἥνωνται ἢ τοῦ λεγαταρίου ἢ ἑτέρου, αἱ μέντοι ἀπαιτοῦσαί τι συμβῆναι τύχης ἤρτηνται. τὰ οὖν ἔχοντα αἵρεσιν ἐν δόσει ἢ ἐν ποιήσει πληροῖ ὁ δημόσιος διαδεχόμενος τὸν τοιοῦτον λεγατάριον.

125

pr.Ἐν δὲ τῷ ρβ΄ κεφ. Ἡ πολλοῖς προσώποις ἐπικλασθεῖσα αἵρεσις, οἷον ἵνα ποιήσωσιν, εἰ μὴ πάντες ποιήσουσιν, οὐ πληροῦται.

126

pr.᾿Εν δὲ τῷ ρε΄ κεφ. Κατελείφθη κόρῃ τινὶ λεγάτον, οὗτως τυχόν· ὅτε γένηται ιε΄ ἐνιαυτῶν, καὶ γενομένη τούτου τοῦ χρόνου ἐτελεύτησε μηδέπω τὸ λεγάτον ἀπαιτήσασα. λέγει οὖν ἡ διάταξις, ὅτι κἂν μὴ ἀπήτησε τὸ λεγάτον, ὅλως δὲ γέγονεν ἐκείνης τῆς ἡλικίας, παρέπεμψεν αὐτὸ ἐπὶ τοὺς ἰδίους κληρονόμους.

127

pr.Ἐν δὲ τῷ κ΄ τί. [περιέχεται] ποίαις ἡμέραις τὰ λεγάτα προχωρεῖ. οὗτινος ἐν τῷ κβ΄ κεφ. φησί· Τὰ μὴ ἔχοντα ἡμέραν λεγάτα παραχρῆμα χρεωστεῖται. εἰ δὲ πρόσκειται χρόνος, εἰ μὲν δῆλος, κἂν εἰ τὰ μάλιστα μακρὸς (ἴσως γὰρ εἶπον μετὰ ρ΄ ἔτη), παραχρῆμα μὲν ἡ προχώρησις γίνεται, ἡ δὲ ἀπαίτησις μέχρι τοῦ χρόνου ὑπερτίθεται. εἰ δὲ ἄδηλός ἐστιν ἡ ἡμέρα (τυχὸν γὰρ εἶπον, ὅταν ἡβήσῃ, ὅταν γαμήσῃ, ὅταν ἄρξῃ), εἰ μὴ ἐξέλθῃ ἡ αἵρεσις, οὐ γίνεται προχώρησις. Εἰ δὲ ὑπὸ αἵρεσιν, ὑφ᾽ ἣν ἔγραψα τὸν κληρονόμον, λεγατεύσω σοι, χωρὶς αἱρέσεώς ἐστι τὸ λεγάτον. ὥσπερ ὅτε λέγω· πέτρος ἐὰν κληρονομήσῃ μου, δότω παύλῳ.

128

pr.Ἐν δὲ τῷ κγ ' κεφ. Ἐὰν λεγατεύσω σοι, ὅτε γένῃ ιδ΄ ἐτῶν, καὶ πρὸ τῶν ιδ΄ τελευτήσῃς, οὐ παραπέμπεις. οὐ γὰρ μόνος χρόνος, ἀλλὰ καὶ αἵρεσίς ἐστιν ἡ· ἐὰν γένῃ ιδ΄ ἐτῶν. τὸ αὐτό ἐστιν, κἂν εἴπω ' ιδ΄ ἐτῶν.

129

pr.Ἐν δὲ τῷ κα΄ τί. περὶ ἀσφαλείας τῆς γενομένης παρὰ τοῦ κληρονόμου τοῖς λεγαταρίοις. οὗτινος ἐν τῷ α κεφ. φησί· Πᾶς κληρονόμος οἱασδήποτε ἀξίας ἢ καὶ ὑποστάσεως δίδωσι τοῖς λεγαταρίοις ἐγγύας, ὅτι δίδωσι καὶ ποιεῖ ὅπερ ὁ διαθέμενος ἐκέλευσεν ἐμπροθέσμως· καὶ περὶ δόλου ἐπερωτᾶται. ὥσπερ γὰρ αὐτός ἐστι τῆς κληρονομίας ἐν νομῇ, οὕτως ὀφείλει καὶ τὸν λεγατάριον ἀσφαλίζεσθαι. εἰ δὲ μὴ ἀσφαλίζεται, πέμπεται εἰς νομὴν ὁ λεγατάριος. Καὶ τοῖς κληρονόμοις τῶν λεγαταρίων δίδοται ἡ ἀσφάλεια καὶ προκουράτορσιν αὐτῶν. Καὶ ἐὰν υἱῷ ἢ δούλῳ λεγατευθῇ, τῷ ἔχοντι αὐτὸν ὑπεξούσιον ἡ ἀσφάλεια δίδοται. Καὶ οἱ διάδοχοι τῶν κληρονόμων καὶ ὁ καθ᾽ ὁμάδα ἀποκατάστασιν λαμβάνων καὶ ὁ διά τινος γινόμενος κληρονόμος δίδωσι τὴν ἀσφάλειαν. ἐὰν δὲ ὁ λεγατάριος ἢ [δ] ἀποκατάστασιν λαμβάνων μὴ ὀχλήσας περὶ τῶν ἐγγυῶν προκατάρξηται περὶ τοῦ λεγάτου, ἀργεῖ ἡ ἀσφάλεια.

130

pr.Ἐν δὲ τῷ κβ΄ τί. [περιέχει] πότε ἀσφαλίζεται ὁ κληρονόμος τοῖς λεγαταρίοις καὶ πότε οὐκ ἀσφαλίζεται. οὗτινος ἐν τῷ γ΄ κεφ. φησίν· Ἐὰν ὁ λαβὼν τὴν ἀσφάλειαν λέγῃ τοὺς ἐγγυητὰς ἀπόρους εἶναι καὶ θέλῃ ἄλλους αὐτῷ δοθῆναι, οὐκ ἀκούεται, Εἰ μὴ ἄρα καινόν τι συνέβη· ἴσως τῶν ἐγγυητῶν ἀποθανόντων ἢ αἰφνιδίως ἀπορησάντων.

131

pr.Ἐν δὲ τῷ δ᾽ κεφ. θέμ. θ΄· Ἐὰν μετὰ ἓξ μῆνας τοῦ ἐν βήματι προσελευσθῆναι τὸν ἄρχοντα ὑπέρθηται τὴν ἀσφάλειαν δοῦναι ὁ κληρονόμος, καὶ εἰς νομὴν τῶν ἰδικῶν αὐτοῦ πραγμάτων οἱ λεγατάριοι πέμπονται, καὶ καρποῦνται ἕως οὗ τὸ λεγάτον αὐτοῖς δοθῇ. τὸ δὲ λεχθὲν χώραν ἔχει ἐπὶ παντὸς χρεωστοῦντος ἀποκατάστασιν, κἂν ὁ διαθέμενος ἐκώλυσε τὴν ἀσφάλειαν, διὰ τὴν ἐπὶ τῇ καταβολῇ γενομένην ὑπέρθεσιν. οἱ δὲ ἓξ μῆνες συναπτοὶ ἀριθμοῦνται.

132

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Εἰ καὶ μικρὸν εἴη τὸ λεγατευθὲν πρᾶγμα, οὐ δίδωσι δὲ αὐτὸ ὁ κληρονόμος, ἢ ὀφείλων ἀσφαλίσασθαι οὐκ ἀσφαλίζεται, πέμπεται ὁ λεγατάριος εἰς νομὴν πάντων τῶν τῆς κληρονομίας πραγμάτων.

133

pr.Ἐν δὲ τῷ κγ΄ τί. διαλαμβάνεται περὶ τῶν ἀπὸ διαθήκης ἀντιλεγομένης λεγάτων. οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Οὐ μόνον λεγάτων ἐκπίπτει ὁ κινῶν κατὰ τῆς διαθήκης, ἀλλὰ καὶ πάντων τῶν ἀπὸ γνώμης τοῦ τελευτήσαντος, καὶ τῆς δι᾽ ἀνηβότητα τοῦ ἀδελφοῦ ὑποκαταστάσεως.

134

pr.Ἐν δὲ τῷ κδ΄ τί. περὶ τῶν νεμομένων τὸ λεγατευθὲν ἄνευ βουλῆς τοῦ κληρονόμου.

135

pr.Ἐν δὲ τῷ κε΄ τί. περὶ τῶν διὰ χρήσεως δεσποζομένων λεγάτων. οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὡς λεγατάριος διὰ τοῦ χρᾶσθαι δεσπόζω, ὃ κατελείφθη μοι εἰς λεγάτον, οὐ μὴν ὁ ὑπενόουν λεγατευθῆναί μοι. Ὥσπερ οὐδὲ εἰ νομίσω ἀγοράσαι, ὃ μὴ ἠγόρασα.

136

pr.Ἐν δὲ τῷ κς΄ τί. περὶ τῶν ἐπὶ [περι] γραφῇ τῶν λεγαταρίων παραιτουμένων κληρονομίαν. οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐάν τις καλούμενος ἐξ ἀδιαθέτου, γραφεὶς δὲ κληρονόμος, ἐπίτηδες παραιτήσηται τὴν κληρονομίαν ἐπὶ τῷ κληθῆναι ἐξ ἀδιαθέτου καὶ μὴ δοῦναι τὰ λεγάτα, ὅτι ὑπόκειται τοῖς λεγάτοις καὶ ταῖς ἐλευθερίαις, τοῦτο μὲν δῆλον. ἡ δὲ [διά] ταξις ἕτερόν τι λέγει, ὅτι ἐάν τις ἔνστατος ὢν ἐπὶ τῷ βλάψαι τοὺς λεγαταρίους ἐπίτηδες παρῃτήσατο τὴν ἔνστασιν, ἵνα ἔλθῃ ἡ κληρονομία πρὸς τὸν ὑποκατάστατον, πάντα τὰ λεγάτα καταβάλλει. ἐὰν δὲ χρήματα λαβὼν παρῃτήσατο τὴν ἔνστασιν, αὐτὸς δίδωσι τὰ λεγάτα.

137

pr.Ἐν δὲ τῷ κζ ' τί. περὶ ἀγωγῆς προσωπικῆς τε καὶ ὑποθηκαρίας ἀπαιτούσης τὸ λεγάτον, καὶ περὶ ἐπιλογῆς τῶν λεγατευθέντων δούλων καὶ διατιμήσεως αὐτῶν.

138

pr.Ἐν δὲ τῷ κη΄ τί. περὶ τῶν ὑπὸ τρόπον λεγάτων. οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁσάκις ὑπὸ τρόπον καταλιμπάνεταί τινι λεγάτον, τυχὸν ἐπὶ τόδε τὶ ποιῆσαι, λαμβάνει μὲν τὸ λεγάτον, πλὴν ἐὰν ὁ τρόπος ἀτονήσῃ, ἀπόλλυσιν αὐτό. ὁ γὰρ τρόπος τὰ τῆς αἱρέσεως ἀποτελέσματα ἔχει ἐν τοῖς λεγάτοις καὶ ἐν ταῖς ἀποκαταστάσεσιν. ἐὰν δὲ καταλειφθῇ τινι λεγάτον ἐπὶ τῷ γαμηθῆναι πέτρῳ, καὶ τὸ μὲν λεγάτον ἔλαβεν, ὁ δὲ πέτρος οὐκ ἀνέχεται αὐτῇ γαμηθῆναι, οὐκ ἀναγκάζεται τὸ λεγάτον ἀναδοῦναι. οὐδὲ γὰρ αὐτὴ ἐνεπόδισε τῇ αἱρέσει.

139

pr.Ἐν δὲ τῷ κθ ' τί. περὶ τῶν ὑπὸ αἵρεσιν ἢ ἡμέραν λεγατευθέν- οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐάν τις καταλείψῃ τινὶ λεγάτων. τον ὑπὸ αἵρεσιν τήν· ἐὰν ὁ κληρονόμος ἄπαις τελευτήσῃ, τελευτήσῃ δὲ οὗτος ἐπὶ ἐκγόνῳ ἀπὸ θυγατρὸς, ἠτόνησεν ἡ αἵρεσις. ἰδοὺ γὰρ ἐπὶ παισὶν ἐτελεύτησε, καὶ ἄχρηστόν ἐστι τὸ λεγάτον, εἰ μὴ ἄλλη τοῦ τελευτήσαντος βούλησις φανερῶς ἀποδειχθῇ.

140

pr.᾿Εν δὲ τῷ λ΄ τί. περὶ λεγάτων ὑπὸ αἵρεσιν καὶ χωρὶς αἱρέσεως καταλειφθέντων, καὶ τίνες ἀτονούσης τῆς αἱρέσεως λαμβάνουσι τὰ λεγάτα διὰ τὸ τὴν αἵρεσιν ἀτονῆσαι. καί φησιν· Ὅτι εἰ μὲν ποιήσει τινὶ ἢ δόσει ἐβεβάρητο τὸ λεγάτον, καὶ δύναται τὸ ἔργον δι᾽ ἑτέρου γενέσθαι· πληρούσθω τοῦτο διὰ τοῦ κερδαίνοντος τὸ λε- γάτον. Καὶ ὅτι εἴτε τῶν συνημμένων ἐστὶ τὸ ἀτονῆσαν μέρος εἴτε τῶν διῃρημένων, προστεθῇς τοῖς συγκληρονόμοις ἢ λεγαταρίοις μετὰ τῶν ἐν αὐτῷ βαρῶν. οὐδὲ γὰρ ἐνδέχεταί, φησι, τὸν καταδεξάμενον μέρος κληρονομίας τὸ ἕτερον μέρος αὐτῆς παραιτήσασθαι.

141

pr.Ἐν δὲ τῷ λα τί. περὶ ἱκανοδοσίας διδομένης τοῖς λεγαταρίοις παρὰ τοῦ κληρονόμου περὶ τῆς ἀποκαταστάσεως. οὗτινος ἐν τῷ ζ΄ κεφ. φησί· Τῷ μὲν κληρονόμῳ δυνατὸν συγχωρηθῆναι τὴν τῆς ἀσφαλείας τοῦ λεγάτου καὶ τῆς ἀποκαταστάσεως ἱκανοδοσίαν· ἐὰν δέ τινι χρῆσις λεγατευθῇ, οὐ δύναται αὐτῷ συγχωρεῖσθαι ἡ ἱκανοδοσία, ἣν παρέχει περὶ τοῦ καλῶς χρήσασθαι τῇ χρήσει τῶν καρπῶν, καὶ ἡνίκα περαιωθῇ, ἀποκαθιστᾶν τὸ πρᾶγμα.

142

pr.Ἀνάγν. καὶ βι. μα΄ τί. α΄, ἐν ᾧ φησι περὶ φαλκιδίου. οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἔξεστι λεγατεύειν μέχρι τοῦ ὀκταουγγίου. τὸ γὰρ τετραούγγιον τῷ γεγραμμένῳ κληρονόμῳ φυλάττεται.

143

pr.Ἐν δὲ τῷ κγ ' κεφ. θέμ. β΄ φησίν· Ὁ τοκετὸς τῆς λεγατευθείσης δούλης πρὸ τῆς προχωρήσεως τῷ κληρονόμῳ ἁρμόζει, καὶ λογίζεται αὐτὸ εἰς φαλκίδιον καὶ τοὺς καρποὺς αὐτοῦ.

144

pr.Ἐν δὲ τῷ λ΄ κεφ. Οἱ λεγατάριοι λαμβάνοντες ὤφειλον ἐγγύας διδόναι περὶ τοῦ περιττῶς ὡς εἰκὸς αὐτοῖς διδομένου. εἰ καὶ τὰ μάλιστα γὰρ ὑπόκεινται ἀναλήψει, ἀλλ᾽ οὖν δέος ἐστὶ, μήποτε ἀπορήσωσιν ἐλπιζομένων ἁρμόζειν τῶν αἱρετικῶν λεγάτων ἢ τῶν ἐν τῇ ὀρφανικῇ ὑποκαταστάσει.

145

pr.Ἀνάγν. καὶ τί. β΄, οὗτινος ἐν τῷ κεφ. φησίν· Ὅτε ἀμφιβάλλεται εἰ ἔχει χώραν ὁ φαλκίδιος, δίδωσιν ὁ λεγατάριος ἐγγύας τῷ κληρονόμῳ περὶ τοῦ περιττοῦ, καὶ ὅτι δόλον οὐ ποιεῖ. ἀδιάφορον δὲ, εἴτε ἐν τῇ ὀρφανικῇ, εἴτε ἐν τῇ αὐθεντικῇ· ἐλεγατεύθη. εἷς γὰρ ἐξ ἀμφοτέρων παρακρατεῖται φαλκίδιος. Καὶ ἐὰν μὴ λάβωσι τὴν ἀσφάλειαν οἱ ἐπίτροποι, ἐνέχονται τῇ κατὰ τῶν ἐπιτρόπων ἀγωγῇ τοῖς ὑποκαταστάτοις. ἔσθ ὅτε καὶ τῷ ἀνήβῳ ἡ τοιαύτη ἐπερώτησις βεβαιοῦται, ἐὰν ζῶν τος αὐτοῦ ἁρμόσῃ ὁ φαλκίδιος. Ὅτε τῶν λεγάτων τὰ μέν εἰσι χωρὶς αἱρέσεως τὰ δὲ ὑπὸ αἵρεσιν, ὁλόκληρα δίδοται τὰ χωρὶς αἱρέσεως, παρεχομένης τῆς περὶ τοῦ περιττοῦ ἀσφαλείας. Αναγκαῖον δέ ἐστιν αὐτὴν δίδοσθαι. κἂν ' γὰρ δύναται τὸ περιττὸν ἀναλαμβάνεσθαι, ὅμως συμβαίνει ἀπορῆσαι τὸν λαβόντα. Ἔχει δὲ χώραν καὶ ἐπὶ τῶν θανάτου αἰτίᾳ δωρεῶν ἡ τοιαύτη ἀσφάλεια. ἔστιν ὅτε καὶ τὸ πᾶν ἀνατρέπει, τυχὸν μεγάλου χρέους μετὰ ταῦτα φανέντος, ἢ αἱρετικῶν ἐλευθεριῶν ἁρμοσασῶν. μετὰ γὰρ ὑπεξαίρεσιν τῶν τιμῶν αὐτῶν τὰ λεγάτα δίδονται.

146

pr.Ἀνάγν. καὶ βι. νγ΄ τί. δ΄, ἐν ᾧ διαλαμβάνεται περὶ πλοίου λεγατευομένου [οὗτινος ἐν τῷ β΄ κεφ. φησίν]· Ἐὰν ἰδικῶς ναῦν λεγατεύσω καὶ κατὰ μέρος ἀνανεώσω πᾶσαν, τῆς αὐτῆς τρόπεως μενούσης, κεχρεώστηται τῷ λεγαταρίῳ.

147

pr.Ἀνάγν. καὶ βι. ζ΄ τί. ε΄ κεφ. λζ ' καὶ ν ' καὶ να΄ καὶ νβ΄ καὶ π΄ ἐν ᾧ φησιν· Τὸ λεγάτον ἐκεῖ ἀπαιτεῖται, ἔνθα ἡ κληρονομία διάκειται.

148

pr.Ἀνάγν. καὶ βι. ιε΄ τί. α΄ κεφ. νς ' καὶ τί. α΄ ' κεφ. ε΄ θέμ. δ΄ καὶ βι. ις ' τί. α΄ κεφ. μβ΄ καὶ μγ ' καὶ τί. β΄ καὶ ς΄ καὶ θ΄.

149

pr.Ἀνάγν, καὶ βι. κγ ' τί. γ΄ κεφ. γ΄, ἐν ᾧ φησιν· Ἐὰν μετὰ ψῆφον καὶ τὴν τετράμηνον ὑπέρθεσιν ποιήσῃ ὁ κληρονόμος περὶ τὴν καταβολὴν τοῦ λεγάτου, τὰ μέχρι ψήφου κέρδη δίδωσι τῷ λεγαταρίῳ.]

150

pr.Ἀνάγν. καὶ βι. κζ ' τί. α΄ κεφ. ς΄.