IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Κ

JGR V 10.28

Περὶ κωδικέλλου.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. λς΄ τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Κωδίκελλός ἐστιν ἐλλιποῦς διαθήκης ' γνώμης [τοῦ] διατιθεμένου ἀναπλήρωσις.

2

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Καὶ διαθήκης μὴ ὑπούσης δύναταί τις πρὸς τοὺς ἐξ ἀδιαθέτου ποιῆσαι κωδίκελλον. καὶ ἐὰν μετὰ τὴν ποίησιν αὐτοῦ τεχθῇ ὁ κληρονόμος, δίδωσι τὰ ἐν αὐτῷ. οὐ γὰρ ῥήγνυται ἐπιγεννήσει ὑπεξουσίου.

3

pr.Οἱ πρὸ τῆς διαθήκης κωδίκελλοι οὐκ ἰσχύουσιν, εἰ μὴ βεβαιωθῶσιν ἐν αὐτῇ ἢ μεταγενεστέρῳ κωδικέλλῳ, ἢ ἄλλως ἀποδειχθῇ ὁ διαθέμενος βουληθεὶς αὐτοὺς ἐῤῥῶσθαι. δύνανται δὲ οἱ κωδίκελλοι διὰ μεταγενεστέρας ἀνατρέπεσθαι βουλήσεως.

4

pr.Πολλοὺς κωδικέλλους δυνατὸν ποιεῖν. καὶ μήτε ἀνάγκη σφραγίζεσθαι αὐτοὺς μήτε ὑπογράφεσθαι. κἂν ἐν τῷ βεβαιοῦν αὐτοὺς ἐν τῇ διαθήκῃ ' εἴπῃ, μὴ ἄλλως αὐτοὺς ἐῤῥῶσθαι, εἰ μὴ σφραγισθῶσι καὶ ὑπογραφῶσι. τὰ γὰρ πρῶτα διὰ τῶν μεταγενεστέρων ἀναιρεῖται.

5

pr.Ἐν δὲ τῷ η΄ κεφ. Ὁ βεβαιῶν ἐν διαθήκῃ κωδικέλλους, ἐὰν δοὺς ἑαυτὸν εἰς θέσιν τοῦτο ποιήσῃ, καὶ ὕστερον αὐτεξούσιος γεγονὼς ἀποθάνῃ, ἔῤῥωται. καὶ ἡ διαθήκη γὰρ ἔῤῥωται. Κυοφορουμένου ἐπιτικτομένου καὶ τελευτῶντος ἡ διαθήκη ῥήγνυται, οὐ μὴν οἱ κωδίκελλοι.

6

pr.Ἐν δὲ τῷ ι ' κεφ. Ἐν κωδικέλλοις οὐ δίδοται κληρονομίας, οὔτε ἐν αὐτοῖς διαθήκη βεβαιοῦται.

7

pr.Ἐάν τις ἀγνοῶν ἐγκυμονεῖν τὴν αὐτοῦ γαμετὴν κωδίκελλον πρὸς τὸν ἤδη τεχθέντα ποιούμενος ἐλευθερώσῃ τινὰς, καὶ τεχθῇ ὁ κυοφορούμενος, μόνος ὁ πρῶτος χρεωστεῖ τὰς ἐλευθερίας,

8

pr.Αγοράζων τὰ μέρη παρὰ τοῦ τεχθέντος. οὗτος γὰρ οὐδὲν χρεωστεῖ.

9

pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Οὐδεὶς δύναται ἐν κωδικέλλοις γράφειν τινὰ ἐξωτικὸν κληρονόμον ἢ ὑποκατάστασιν ποιεῖν,

10

pr.Ἀνάγν. καὶ βι. λε΄ τί. ς΄ κεφ. ιγ΄, ἐν ᾧ φησιν· Ὁ κωδίκελ λος καὶ αἱ λοιπαὶ γραφαὶ αἱ ὁπωσδήποτε γενόμεναι κατὰ τὴν παρατήρησιν ἐμφανιζέσθωσαν τῆς διαθήκης.

11

pr.Ἀνάγν. καὶ τί. θ΄ κεφ. ξβ΄, ἐν ᾧ φησιν· Εἰ καὶ ἐν κωδικέλλοις κληρονομία οὐ δίδοται, ὅμως ἐν αὐτοῖς δυνατὸν τὸ ὄνομα τοῦ κληρονόμου σαφηνίζειν, ὅταν ἐν διαθήκῃ εἴπω· κληρονόμος ἔστω ὃν ἐὰν ἐν τοῖς κωδικέλλοις ποιήσω κληρονόμον. καὶ ὁ τοιοῦτος τὸ λεῖπον ταῖς ἐν τῇ διαθήκῃ διανεμηθείσαις ιβ΄ οὐγκίαις λαμβάνει.

12

pr.Ἀνάγν. καὶ τί. ια΄ κεφ. οα΄, ἐν ᾧ φησιν· Ἐν κωδικέλλοις γινομένη ὀρφανικὴ ὑποκατάστασις εἰ καὶ ἄκυρός ἐστι διὰ τὸ μὴ δύνασθαι κληρονομίαν ἐν κωδικέλλοις δίδοσθαι ἢ ἀφαιρεῖσθαι, ὅμως ὡς ἀποκατάστασις ἰσχύει. εἰ δὲ δύο ὄντες οἱ ὑποκατάστατοι ἀμοιβαδὸν ἀλλήλοις ὑποκατέστησαν, κρατεῖ καὶ ἐν τῇ ἀποκαταστάσει ἡ ὑποκατάστασις, καὶ τοῦ ἑνὸς τελευτήσαντος ὁλόκληρον ὁ ἕτερος ἀπαιτεῖ τὸ φιδεϊκόμισσον.

13

pr.Καὶ κεφ. ογ΄, ἐν ᾧ φησιν· Ἀδιάθετός τις τελευτῶν ἐποίησε κωδικέλλους, ἐν οἷς οὕτως εἶπεν· ἀνήκουσιν οὗτοι οἱ κωδίκελλοι πρὸς τὴν γαμετήν μου καὶ τὴν θυγατέρα μου, καὶ παρακαλῶ, εἴ τι καταλείψω ὑμῖν ἢ ὑμεῖς σχοίητε, κοινὸν ὑμῶν εἶναι. κληρονομοῦσα τοῦ πατρὸς ἐξ ἀδιαθέτου ἡ θυγάτηρ τὸ ἥμισυ τοῦ κλήρου χρεωστεῖ ὡς ἐξ ἀποκαταστάσεως τῇ μητρί· ἐὰν καὶ ἡ μήτηρ ἕτοιμός ἐστι κοινοποιῆσαι τὴν οὐσίαν αὐτῆς. Ἀνίσως τὶς τοὺς υἱοὺς αὐτοῦ γράψας κληρονόμους ἠξίωσε τὸν ἕνα τελευτῶντα πρὸ τοῦ κ΄΄ ἐνιαυτοῦ ἄπαιδα τοῖς λοιποῖς ἀποκαταστῆσαι τὸ μέρος αὐτοῦ, πρὸς τὰ μέρη τῆς κληρονομίας τῶν λοιπῶν γίνονται αὐτοῖς αἱ ὑποκαταστάσεις.

14

pr.Ἀνάγν. καὶ τί. ις΄ κεφ. α΄.