JGR V 11.2
Περὶ λειτουργιῶν, καὶ τίνες μὲν λειτουργεῖν ἀναγκάζονται καὶ πότε, τίνες δὲ οὐκ ἀναγκάζονται, ἀλλ᾽ ἔχουσιν ἀλειτουργησίαν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. νδ΄ τί. α καὶ τί. β΄, οὗτινος ἐν τῷ δ΄ κεφ. φησίν· Ὁ μήτε ἀρχαιογενὴς ὢν μήτε μέτοικος μήτε οἰκῶν ἐν τόπῳ τινὶ, ἀλλὰ κεκτημένος οἶκον ἢ ἀγρὸν, οὐκ ἀναγκάζεται λειτουργεῖν.
2
pr.Ἐν δὲ τῷ ἐ κεφ. Ὁ οἰκῶν ἐν τῇ πατρίδι τῆς γυναικὸς ἢ ἐν ἑτέρᾳ τινὶ πόλει, ὡς μέτοικος ἀναγκάζεται ἐκεῖ λειτουργεῖν.
3
pr.Ἀνάγν. καὶ τί. γ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Τοὺς μείζονας τιμὰς πράξαντας οὐ χρὴ εἰς ἐλάττονας ἕλκεσθαι· δοκοῦσι γὰρ ὑβρίζεσθαι.
4
pr.Ἀνάγν. καὶ τί. δ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Οἱ ὄντες στρατιῶται ἐν τοῖς στρατοπέδοις οὐ λειτουργοῦσιν. [οἱ δὲ συγγενεῖς αὐτῶν λειτουργοῦσιν.] Οὐ δύναται ὁ πατὴρ τὸν ὑπεξούσιον ἀφαιρεῖσθαι καλούμενον εἰς λειτουργίαν, εἰ μὴ ἔχει ἐξκουσσατίονα. τὸ γὰρ μὴ συναινεῖν τὸν πατέρα ταῖς λειτουργίαις τοῦ υἱοῦ εἰς τὸ μὴ ἐνέχεσθαι τὴν οὐσίαν αὐτοῦ συμβάλλεται.
5
pr.[Ἐν δὲ τῷ γ΄ κεφ.] Τοῖς μητάτοις τῶν ἐπιδημούντων στρατιωτῶν ὑπόκεινται πάντες, καὶ ἐστὶν οὐσιακὴ λειτουργία. Ὁ ἔχων δύο παῖδας ὑπεξουσίους οὐκ ἀναγκάζεται κατὰ ταὐτὸν ὑπὲρ τῶν δύο λειτουργεῖν.
6
pr.Ἐν δὲ τῷ ἑ κεφ. Τὰ λειτουργήματα ἢ προσώπων εἰσὶν ἢ οὐσιῶν. τῶν δὲ οὐσιακῶν οὐδεμία ἐξκουσσατίων ἀπαλλάττει. τὰ δὲ οὐσιακὰ διττά ἐστι. τινὰ γὰρ ἐπιφέρεται τοῖς κεκτη μένοις ἀκίνητα, εἴτε πολῖταί εἰσιν εἴτε μή· τινὰ δὲ μόνοις τοῖς πολίταις καὶ τοῖς ἔχουσι κατοίκησιν.
7
pr.Ἐν δὲ τῷ ἡ κεφ. Τῷ λειτουργοῦντι καὶ τιμὴ ἐπικλᾶται, οὐ μὴν τῷ πράττοντι τιμὴν ἐπικλᾶται λειτουργία.
8
pr.Ἐν δὲ τῷ ι΄ κεφ. Ἡ δοθεῖσα τέκνοις καὶ ἀπογόνοις τινὸς ἀλειτουργησία τοῖς ἐπὶ τῆς φαμιλίας αὐτοῦ ἁρμόζει.
9
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ὁ ὑπεξούσιος ἰδιώτης καὶ ἄκοντος τοῦ πατρὸς αὐτοῦ κινδύνῳ τοῦ ὀνομά [σαν] τος αὐτὸν κατέχεται.
10
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Οὐ δυνατὸν ἀπαργυρίζεσθαι λειτουργίαν ἢ τιμήν.
11
pr.Ἀνάγν. καὶ τί. ε΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἡ τοῦ σώματος ἀσθένεια ἤτοι ἀκρωτηριασμὸς ἀτέλειαν δίδωσι λειτουργιῶν τῶν μόνης σωματικῆς λειτουργίας δεομένων, οὐ μὴν φρονήσεως· ἢ δαπάνης. τούτων γὰρ εἰ μὴ ἐξ αἰτίας δεδοκιμασμένης οὐδεὶς ἀπαλλάττεται.
12
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Οἱ ἔχοντες ἀτέλειαν πολιτικῶν τὰ μὲν ἐξ ἀπροόπτου γινόμενα διάγραφα παρὰ τῶν στρατηγῶν καλῶς παραιτοῦνται, οὐκέτι δὲ τὰ κατὰ συνήθειαν.
13
pr.Ἐν δὲ τῷ θ ' κεφ. Τῶν συνημμένων τοῖς πράγμασι λειτουργιῶν οὐδὲ ἓν ἀπαλλάσσει προνόμιον· ὡς ἐπὶ τῶν δημοσίων καὶ ὁδοστρωσιῶν καὶ ἀγγαρειῶν καὶ μητάτων. τούτων γὰρ καὶ τῶν ὁμοίων μόνη ἰδικὴ βασιλέως ἀπαλλάσσει φιλοτιμία.
14
pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Καὶ οἱ ἐπιτυχόντες ἀλειτουργησίας πολιτικῶν λειτουργημάτων τὰς χρηματικὰς λειτουργίας ἀναγκάζονται ὑφίστασθαι. χρηματικὴ δὲ λειτουργία ἐστὶ καὶ τὸ ἀναγκάζεσθαι στρατιώτας ὑποδέχεσθαι.
15
pr.Ἐν δὲ τῷ ιθ ' κεφ. Καὶ οἱ ἐλάττονες ὄντες ἀναγκάζονται τὰς χρηματικὰς λειτουργίας ὑφίστασθαι.
16
pr.Ἐν δὲ τῷ κα΄ κεφ. Τὰς χρηματικὰς λειτουργίας καὶ γυναῖκες ἀναγκάζονται λειτουργεῖν.
17
pr.Ἀνάγν. καὶ τί. ς΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἡ προσώποις διδομένη ἀτέλεια οὐ διαβαίνει εἰς κληρονόμους. εἰ δὲ γένει ἢ ἀπογόνοις δοθῇ οὐχ ἁρμόζει τοῖς ἀπὸ θηλυγονίας.
18
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Αἱ δοθεῖσαι γενικῶς ἀλειτουργησίαι τινὶ ἐπὶ τῷ διαβῆναι εἰς τοὺς ἀπογόνους αὐτοῦ διηνεκῶς τοῖς διαδεχομένοις ἁρμόζουσιν.
19
pr.Ἐν δὲ τῷ δ ' κεφ. Οἱ γέροντες διὰ τιμὴν ἀτέλειαν ἔχουσιν. σχεδὸν γὰρ ὁμοίως τοῖς ἄρχουσιν ἡ ἀρχαιότης ἐτίμησε τοὺς γέροντας. εἰ δέ τις ἐν γήρᾳ εὐπορήσει πρὸ τούτου μὴ λειτουργήσας, οὐκ ἐξκουσατεύεται· μάλιστα εἰ μὴ σκυλμὸν σώματος ἀλλὰ δαπάνην ἐπιζητεῖ τὸ λειτούργημα, καὶ σπάνις ἐστὶ τῶν ὀφειλόντων λειτουργεῖν. δεῖ δὲ προσέχειν καὶ τῷ νόμῳ τῆς πόλεως, ἐὰν τίποτε περὶ τῶν ἐτῶν διατυποῖ.
20
pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ὁ ἔχων ις ' παῖδας πάντων λειτουργημάτων ἀπαλλάττεται.
21
pr.Ἀνάγν. καὶ τί. ζ΄, οὗτινος ἐν τῷ γ΄ κεφ. φησί· Μηδείς ἐχέτω ἐξκουσσατίωνα οἰκοδομουμένων τειχῶν ἢ συνωνῆς ἢ ἄλ λων εἰδῶν.
22
pr.Ἐν δὲ τῷ λθ ' κεφ. Δύο ἐκ τοῦ αὐτοῦ οἴκου εἰς λειτουργίαν οὐ καλοῦνται. διὰ τοῦτο παῖς ὑπεξούσιος καὶ ὁ πατὴρ ἅμα οὐ λειτουργοῦσι. πατὴρ δὲ καὶ παῖς αὐτεξούσιος δύνανται λειτουργεῖν.
23
pr.Ἀνάγν. καὶ τί. η ' καὶ τί. θ΄, οὗτινος ἐν τῷ η΄ κεφ. φησίν· Ὁ πρεσβεύσας οὐδὲ περὶ τῆς αὐτῆς αἰτίας αὖθις εἴσω τοῦ ὡρισμένου χρόνου πρεσβεύειν ἀναγκάζεται. Ὁ πρεσβεύσας εἰς βασιλέα εἴτε ἐν ῥώμῃ εἴτε ἐν ἐπαρχίᾳ διάγοντα διετίας ἔχει ἀτέλειαν.
24
pr.Ἐν δὲ τῷ ι ' κεφ. Ἐὰν πρεσβευτὴς ἀποθάνῃ πρὶν ὑποστρέψει, τὰς δαπάνας οὐκ ἀναδίδωσιν.
25
pr.Ἀνάγν. καὶ βι. νε΄ τί. α΄ κεφ. η΄, ἐν ᾧ φησιν· Εἴ τις δήποτε ἀτέλειαν ἐδωρήσατό τινι, οὐδὲν ἦττον ἀναγκασθήσεται συντελεῖν.
26
pr.Ἀνάγν. καὶ βι. νς΄ τί. η΄, οὗτινος ἐν τῷ ζ ' κεφ. φησίν· Ὁ εἰς περιγραφὴν τῶν δημοσίων βασιλέως ἀντιγραφὴν λαβὼν μὴ ὠφελείσθω. χρὴ γὰρ πάντας συντελεῖν τὰ δημόσια.
27
pr.Ἐν δὲ τῷ ι ' κεφ. Μηδεὶς προνόμιον ἀξίας προβαλλόμενος μὴ συντελείτω, ἀλλὰ πάντες πρὸς ἀναλογίαν ὧν ἔχουσι κτημάτων συντελείτωσαν.
28
pr.Καὶ τί. ιε΄ ἀπὸ τοῦ ιζ ' κεφ. ἐν δὲ τῷ ιη΄ κεφ. φησίν· Οἱ ἀγροὶ οἱ ἰδιωτικοὶ τοῦ βασιλέως ἀτελεῖς ἔστωσαν ῥυπαρῶν λειτουργιῶν. μήτε δὲ οἱ μισθωτοὶ αὐτῶν ἢ οἱ γεωργοὶ βάρη ἔξω τῶν ὡρισμένων, εἴτε οὖν ὑπὲρ τὸν κανόνα, ὑπομενέτωσαν.
29
pr.Ἐν δὲ τῷ κα΄ κεφ. Μηδεὶς ἐξαιρείσθω τῶν βαρῶν τούτων, οἷον γεφυρῶν καὶ ὁδοστρωσιῶν, μηδὲ εἰ εὐαγὴς οἶκος ἢ βασιλικὸς εἴη. ἐπειδὴ οὐδὲ ῥυπαρά ἐστι ταῦτα.
30
pr.Ἀνάγν. καὶ τί. ιζ ' κεφ. λθ΄. ἀνάγν. καὶ βι. γ΄ τί. γ΄ κεφ. β΄ καὶ γ ' καὶ δ ' καὶ ε΄, ἐν οἷς φησιν· Κληρικὸς ἢ οἰκέτης αὐτοῦ μὴ βαρείσθω καιναῖς συνεισφοραῖς, μηδὲ μητάτα διδότωσαν. Ἀπὸ διαγραφῶν καὶ ῥυπαρῶν λειτουργιῶν καὶ ἐξτραορδιναρίων, κἂν ἐμπορεύωνται, οἱ κληρικοὶ μετὰ παίδων καὶ γαμετῶν ἔστωσαν ἀτελεῖς. Οἱ ἐν ταῖς ἐπαρχίαις κληρικοὶ μὴ μόνον τὰ ἀλλότρια ἀλλὰ μηδὲ τὰ ἴδια κτήματα ἐξκουσσατευέτωσαν τῶν συντελειῶν καὶ τῆς αὐτῶν μετακομιδῆς. Πᾶς κληρικὸς ἄχρι καὶ τῶν ὀστιαρίων προσωπικῶν ἐξκουσσατευέσθωσαν λειτουργιῶν.
31
pr.Ἀνάγν. καὶ βι. ε΄ τί. α΄ κεφ. ι΄, ἐν ᾧ φησι· Μηδὲ ἀπὸ θείου τύπου ἢ ἀρχιεπισκόπου προστάξεως στρατιωτικὴ σίτησις εἰς εὐκτηρίους οἴκους ἢ κληρικοὺς ἢ [καὶ] μοναστήρια μεταγέσθω, ὡς ἐλλειπόντων δῆθεν τοῖς ἀριθμοῖς σωματείων.
32
pr.Ἀνάγν. καὶ τί. γ΄ κεφ. β΄, ἐν ᾧ φησι· Πρὸς τούτοις θεσπίζομεν καὶ πασῶν τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ τῶν ἄλλων σεβασμίων οἴκων τὰς κτήσεις μηδὲ ῥυπαρὰς λειτουργίας μήτε ἐξτραορδιναρίας διαγραφὰς ὑπομένειν. εἰ μέντοι ὁδοστρωσίας ἢ γεφυρῶν οἰκοδομῆς ἢ ἀνανεώσεως χρεία γένηται, κατὰ μίμησιν τῶν ἄλλων κτητόρων τὸ τοιοῦτον ἔργον πληροῦν, ἡνίκα ὑπ᾽ ἐκείνην κέκτηνται τὴν πόλιν, ὑφ᾽ ἣν καὶ τὸ τοιοῦτον γίνεται ἔργον.