JGR V 15.3
Περὶ ὅρκου ἐνδίκους, καὶ τίνες οὐκ ἀναγκάζονται ὑπέχειν αὐτὸν, καὶ πότε καὶ δοθέντος αὐτοῦ κουφίζεται ὁ ἐναγόμενος.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κβ΄ τί. ς ' κεφ. α΄, ἐν ᾧ φησιν· Οὐκ ἐπειδὴ τὸ πρᾶγμα πλείονος ἀποτιμᾶσθαι διὰ τοῦ ἐνδίκου ὅρκου δύναται ἐκ τῆς τοῦ ἐναγομένου προπετείας, διὰ τοῦτο καὶ πλείονος γί νεται.
2
pr.Ἐν δὲ τῷ β΄ κεφ. Εἰ μὲν κατὰ ῥᾳθυμίαν οὐκ ἀποκαθίστησιν ἢ παρίστησιν ὁ ἐναγόμενος, τῇ περὶ πράγματος ἀπαιτήσεως ἀγωγῇ ἢ τῇ περὶ παραστάσεως ἀγωγῇ εἰς τὸ διαφέρον τῷ ἐνάγοντι καταδικάζεται. εἰ δὲ κατὰ δόλον, εἰς ὅσον ὀμόσει ὁ ἐνάγων.
3
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Μόνος ὁ δικαστὴς ἐπάγει τὸν ἐν δίκῃ ὅρκον, καὶ ἐν αὐτῷ ἐστιν ἐπαγαγεῖν αὐτὸν καὶ ὑπερθέσθαι καὶ ταξατεῦσαι. δύναται δὲ μετὰ τὸν ὅρκον ἐκ μεγάλης αἰτίας ἢ ἀποδείξεων ὕστερον εὑρεθεισῶν ἐν μέρει ἢ εἰς τὸ παντελὲς κουφίσαι τὸν ἐναγόμενον. Ἀπὸ ῥαθυμίας οὐκ ἐπάγεται ὁ ἔνδικος ὅρκος, ἀλλ᾽ ὁ δικαστὴς ποιεῖται τὴν ἀποτίμησιν.
4
pr.Ἐν δὲ τῷ θ΄ κεφ. Ἐπὶ τῆς περὶ κλοπῆς ἀγωγῆς δεῖ ὀμνύειν, ὅτι τοσοῦδε ἦν τὸ πρᾶγμα ὅτε ἐκλάπη, οὐ μὴν ὅτι καὶ πλείονος.
5
pr.Ἐν δὲ τῷ ἱ κεφ. Καὶ ὁ περὶ δικαιωμάτων ἐνάγων ὄμνυσι τὸν ἐν δίκῃ ὅρκον, ὅτι διαφέρει αὐτῷ προκομισθῆναι αὐτὰ, καὶ εἰς τοσοῦτον ὁ ἐναγόμενος καταδικάζεται.
6
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Οὐκ εὐχερῶς ζητεῖται περὶ τῆς ἐπιορκίας τοῦ τὸν ἐν δίκῃ ὅρκον ὀμόσαντος.
7
pr.Ἀνάγν. καὶ βι. ιγ ' τί. β΄ κεφ. β΄, ἐν ᾧ φησι· Χώρα τῷ ἐνδίκῳ ὅρκῳ ἐπὶ τῆς παραθήκης ἀγωγῆς.
8
pr.Ἀνάγν. καὶ βι. ιε τί. α΄ κεφ. μς ' καὶ ρα καὶ τί. δ΄ κεφ. γ ', ἐν ᾧ Ὁ μὴ πειθαρχῶν ἐναγόμενος ὑπόκειται τῷ ἐνδίκῳ ὅρκῳ φησιν· μετὰ προθεσμίας. καὶ κεφ. κδ΄.
9
pr.Ἀνάγν. καὶ βι. λη΄ τί. ιε΄, ουτινος ἐν τῷ δ΄ κεφ. φησίν· Ὁ ἐπίτροπος μὴ ποιήσας ἀπογραφὴν ὑπόκειται τῷ ἐνδίκῳ ὅρκῳ, ὁμοίως δὲ καὶ μὴ προφέρων τὰ δικαιώματα. ἐν αὐτῷ γὰρ τούτῳ δοκεῖ δόλον ποιεῖν, ὅτε τὰ εὑρεθέντα ἐν τῇ οὐσίᾳ συμβόλαια κρύπτει. ἐὰν δὲ μετὰ προκάταρξιν τοῦ ἐπιτρόπου τελευτήσαντος οἱ κληρονόμοι μὴ πληρώσωσι τὸ δικαστήριον τῆς κατὰ τῶν ἐπιτρόπων ἀγωγῆς, ὑπόκεινται καὶ αὐτοὶ τῷ ἐνδίκῳ ὅρκῳ.
10
pr.Ἀνάγν. καὶ βι. μα· τί. α κεφ. ν΄.