JGR V 15.2
Περὶ ὅρκου ἐπακτοῦ καὶ ἀντεπαγομένου καὶ δικαστικοῦ καὶ τοῦ περὶ συκοφαντίας, καὶ τίνες οὐ δύνανται ὅρκον ἐπάξαι ἢ ἀντεπάξαι, καὶ πότε οὐκ ἔχει παραγραφὴν ὁ ὀμνὺς, καὶ ὅτι οἱ ἔνδοξοι καὶ οἱ ἀσθενεῖς οἴκοι ὀμνύουσιν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κβ΄ τί. ε΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὅρκος ἐπιφερόμενος εἴτε παρὰ τοῦ δικαστοῦ εἴτε παρὰ τοῦ ἀντιδίκου τέμνει τὴν ἀμφισβήτησιν.
2
pr.Ἔοικε γὰρ διαλύσει, καὶ μείζων ἐστὶ ψήφου. Ὁ μηδενὸς ἐνάγοντος ὀμνὺς οὐκ ὠφελεῖται.
3
pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἐφ᾽ οἱᾳδήποτε ἀγωγῇ ὀμνύς τις ἐλευθεροῦται.
4
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ὡς ἐπιφέρεται ὁ ὅρκος, οὕτως ὀφείλει ὄμνυσθαι. εἰ γὰρ ἐμοῦ κατὰ [τοῦ] θεοῦ ἐπάγοντος ὀμόσεις κατὰ τῆς κεφαλῆς σου ἢ κατὰ τῶν τέκνων σου, οὐκ ἔῤῥωται.
5
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ἐὰν ἀφήλιξ περιγραφῇ καθ᾽ ὁ μὴ ὀφείλων ὅρκον ἐπήγαγεν, ἀποκαθίσταται εἴσω τοῦ ὡρισμένου χρόνου.
6
pr.Ἐν δὲ τῷ ἡ κεφ. Εἰ δέ τις ἐπὶ παραγραφῇ τῶν ἰδίων δανειστῶν ἐπαγάγῃ τῷ ἰδίῳ χρεώστῃ ἵνα ποιήσῃ ἑαυτὸν ἀπορώτερον, ἔχουσιν ἀντιπαραγραφὴν οἱ δανεισταὶ τοῦ ἐπαγαγόντος κατὰ τοῦ ὀμόσαντος. τὸ αὐτὸ κἂν ἐπαγάγῃ ἑτέρῳ μὴ ὄντι δανειστῇ, κἀκεῖνος ὀμόσῃ χρεωστεῖσθαι παρ᾽ αὐτοῦ. Ἐὰν ὁ ἐνάγων ὀμόσῃ αὐτοῦ εἶναι τὸ πρᾶγμα, κατὰ μόνου τοῦ νομέως τοῦ καὶ ἐπαγαγόντος καὶ τῶν αὐτοῦ διαδόχων ἔχει ἀγωγὴν, οὐ μὴν καθ᾽ ἑτέρου. τὰ γὰρ μεταξὺ ἀλλήλων ' γινόμενα ἑτέρους οὐ βλάπτει.
7
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Οἴκοι ὀμνύουσιν οἱ ἔνδοξοι καὶ οἱ ἀσθενεῖς.
8
pr.Ὅρκος ἔξωθεν δικαστηρίου ἐπιφερόμενος οὐκ ἀντεπάγεται.
9
pr.Ἐν δὲ τῷ κ΄ κεφ. Οἱασδήποτε ἡλικίας ἢ φύσεως εἴη ὁ ὀμόσας, ἔῤῥωται. δοκεῖ δὲ μὴ ἐπιορκεῖν ὁ ἄνηβος, ἐπειδὴ ἐν εἰδήσει οὐ δοκεῖ ἀπατᾷν.
10
pr.Ἐν δὲ τῷ κς ' κεφ. Ἐὰν ὀμόσω χρεωστεῖσθαι ἐξ ἀγωγῆς διπλασιαζομένης τῇ ἀρνήσει, τὸ ἁπλοῦν μόνον ἐκ τοῦ ὅρκου ἀπαιτῶς. δύναμαι δὲ μετὰ τὸν ὅρκον κινῆσαι τὴν πρωτότυπον, καὶ δεικνὺς ἄλλως τὸ χρέος ἀπαιτῶ τὸ διπλάσιον.
11
pr.Ἐν δὲ τῷ κη΄ κεφ. Ἐν τοῖς ἀμφιβόλοις εἴωθεν ὁ δικαστὴς ὅρκον ἐπιφέρειν καὶ οὕτω ψηφίζεσθαι. ἐὰν οὖν ὁ καταδικασθεὶς εὑρηκέναι λέγῃ μετὰ ταῦτα δικαιώματα καὶ μόνοις αὐτοῖς θέλῃ χρήσασθαι, ἄνωθεν κινεῖ. εἰ δὲ ἀντίδικος ἐπαγάγῃ τὸν ὅρκον, οὐκ ἀναψηλαφᾶται ἡ ὑπόθεσις.
12
pr.Ἐν δὲ τῷ κθ ' κεφ. Ὁ ἄνηβος παραχωρεῖν ὅρκον οὐ δύναται.
13
pr.Ἐν δὲ τῷ λ ' κεφ. Ὁ κατὰ τῆς ἑαυτοῦ σωτηρίας ὀμνὺς δοκεῖ μὲν ὀμνύναι κατὰ τοῦ θεοῦ· εἰ δὲ καὶ μὴ οὕτως ἐξενεχθῇς, ἄνωθεν ὄμνυσιν.
14
pr.Ἐν δὲ τῷ λα κεφ. Καὶ περὶ χρημάτων καὶ πραγμάτων καὶ ἔργων ἔξεστιν ἐπάγειν καὶ ἀντεπάγειν. Ὅρκος οὐκ ἐπιφέρεται ἀνήβῳ. Οὔτε συνήγορος οὔτε ἐκδικητὴς ἀναγκάζεται ὀμόσαι.
15
pr.Ἐν δὲ τῷ λβ΄ κεφ. Ὁ ἐπάγων πρῶτος ὄμνυσι τὸν περὶ συκοφαντίας, ἐὰν ἀπαιτηθῇ· ὃν οὐκ ὄμνυσι πατὴρ ἢ πάτρων. Ἐὰν ὅρκος ἐπαχθῇ τῷ ἐναγομένῳ, ἢ ὄμνυσιν ἢ καταβάλλει, εἰ μὴ βούλεται ἀντεπαγαγεῖν. εἰ δὲ παραιτήσεταί τις τὴν ἀντεπιφορὰν, καταδικάζεται. καὶ ὁ ἐξ ἀντεπιφορᾶς ὀμνὺς οὐκ ἀπαιτεῖ τὸν περὶ τῆς συκοφαντίας. Οὐ πάντως δὲ ὡς ἐπάγεται ὁ ὅρκος, οὕτω καὶ ἀντεπιφέρεται. τὴν οὖν περὶ τούτου ζήτησιν ὁ δικαστὴς διατίθησιν. Ὁ ἄσωτος καὶ οἱ ἐοικότες αὐτῷ οὐκ ἐπάγουσιν ὅρκον. μόνοι γὰρ ἐπάγουσιν οἱ δυνάμενοι συμφωνεῖν ἢ καταβάλλειν ἢ δικάζεσθαι.
16
pr.Ἐν δὲ τῷ λδ΄ κεφ. Ὁ ἐπαγαγὼν ὅρκον καὶ μὴ ὀμνὺς τὸν τῆς συκοφαντίας ἔοικε τῷ παραχωροῦντι τὸν ὅρκον, καὶ ἐκπίπτει τῆς ἀγωγῆς.
17
pr.Ἐν δὲ τῷ λε κεφ. Αντὶ ὁμολογοῦντός ἐστιν ὁ μὴ ὀμνὺς μήτε ἀντεπάγων.
18
pr.Ἐν δὲ τῷ μ ' κεφ. Ἡ δίκη τοῦ ὅρκου κατὰ συναίνεσιν ἑκατέρου μέρους ἢ τοῦ διαδίκου ἐπιφέροντος ἐπενεχθέντος καὶ παρασχεθέντος ἢ συγχωρηθέντος τμηθεῖσα, οὐδὲ τῷ προσχήματι τῆς ἐπιορκίας ἀναζητεῖσθαι δύναται, εἰ μὴ ἄρα ἰδικῶς τοῦτο νόμῳ ὑπεξαιρεῖται.
19
pr.Ἐν δὲ τῷ μβ΄ κεφ. Ἐπὶ τῶν καλῇ πίστει καὶ τῶν ἄλλων ἀγωγῶν δύναται ὁ δικαστὴς ἐν ἀπορίᾳ τῶν ἀποδείξεων ὅρκον ἐπιφέρειν.
20
pr.Ἐν δὲ τῷ μη΄ κεφ. Ἐπενεχθέντος τοῦ ὅρκου ὀφείλει ὁ ἐναγόμενος ἢ ὀμόσαι ἢ καταβαλεῖν ἢ ἀντεπαγαγεῖν, εἰ μὴ ἄρα ὁ ἐνάγων ἐμποδίζει, μὴ ἀνεχόμενος αὐτὸς ' παρασχεῖν τὸν περὶ συκοφαντίας ὅρκον. χρὴ γὰρ πρότερον τὸν ἐπιφέροντα τὸν ὕρκον αὐτὸν ὀμόσαι τὸν περὶ συκοφαντίας ὅρκον, ὅτι οὐχ ὡς συκοφαντῶν σε βούλομαι λαβεῖν παρὰ σοῦ τὸν ὅρκον, ἀλλ᾽ ὡς νομίζων δικαίως ἐνάγειν.
21
pr.Ἐν δὲ τῷ ν ' κεφ. Ἐάν τις ἐπαγαγὼν ὅρκον πρὶν ὀμοθῆναι τὸν ὅρκον μεταμεληθεὶς μηκέτι βουληθείη δοθῆναι τὸν ὅρκον ὡς εὐπορήσας ἑτέρων ἀποδείξεων, μηκέτι ἐξέστω αὐτῷ ἐκ δευτέρου ἐπιφέρειν τὸν ὅρκον, ἐπεὶ ἅπαξ ἀπηγόρευσε· καὶ οὔκ ἐστι δίκαιον ἀποτυχίᾳ τῶν ἄλλων ἀποδείξεων πάλιν εἰς τὸν ὅρκον ἐπιστρέφειν. μέχρι δὲ τότε ἔξεστι τῷ ἐπαγαγόντι τὸν ὅρκον καὶ μήπω αὐτὸν λαβόντι μεταμελεῖσθαι, ἕως ὅτε ἀπόφασις ἐξέλθῃ ἐπιτρέπουσα δοθῆναι τὸν ὅρκονα. ἀποφάσεως γὰρ ἅπαξ ἐνεχθείσης καὶ ἐκκλήτου μὴ ἐπιδοθείσης, ἢ γενομένης μὲν ἐκκλήτου, βεβαιωθείσης δὲ τῆς πρώτης ἀποφάσεως ἐν τῷ δικαστηρίῳ τῆς ἐκκλήτου οὐκέτι ἔξεστι μεταμέλεσθαι τῷ ἐπενεγκόντι τὸν ὅρκον καὶ μεταπηδᾷν πρὸς ἑτέρας ἀποδείξεις, ἵνα μὴ ἄνωθεν δικαζόμενος τὸ τέλος τῆς πρώτης ὑποθέσεως ἀρχὴν δευτέρου δικαστηρίου ποιήσηται.
22
pr.Ἀνάγν. καὶ βι. ιε τί. β΄ κεφ. ζ΄ι θέμ. δ΄. ἀνάγν. καὶ βι. να τί. α΄ κεφ. ιε, ἐν ᾧ φησι· Κατὰ τῆς τοῦ ὅρκου παραγραφῆς οὐκ ἀντιτίθεται δόλου ἀναπλοκὴ ἤτοι ἀνάλυσις. οὐ γὰρ ἀναψηλαφᾶται ὁ ὅρκος. ἀναπλοκὴ δὲ ἤτοι ἀνάλυσίς ἐστι παραγραφή παραγραφῆς.
23
pr.Ἀνάγν. καὶ τί. ς ' κεφ. α΄, ἐν ᾧ φησιν· Ὁ ὅρκος δύναμιν ἀποφάσεως ἔχει. οὐκ ἀντίκειται δὲ τῷ ἀνήβῳ ὁ παρ᾽ αὐτοῦ ἐπαχθεὶς ὅρκος, εἰ μὴ σὺν αὐθεντίᾳ τοῦ ἐπιτρόπου ἐν δικαστηρίῳ ἐπαγάγῃ.