IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ο

JGR V 15.1

Περὶ ὁδοῦ δημοσίας καὶ ἀγροικικῆς καὶ ἰδιωτικῆς καὶ πλατείας.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νη΄ τί. γ΄ κεφ. α΄, ἐν ᾧ φησιν· Ἀγροικικαὶ δουλεῖαί εἰσι μονοπάτιον, πάροδος, ὁδὸς πλατεῖα, ὑδραγώγιον. μονοπάτιόν ἐστι τὸ παριέναι καὶ διακινεῖν ἄνθρωπον χωρὶς ὑποζυγίου. πάροδός ἐστι τὸ ἐλαύνειν θρέμμα ἢ ὑποζύγιον· ὁ ἔχων οὖν τὴν πάροδον ἔχει καὶ τὸ μονοπάτιον. πλατεῖα ὁδός ἐστι τὸ παριέναι καὶ διακινεῖν καὶ διελαύνειν· περιέχει γὰρ ἡ πλατεῖα ὁδὸς τὸ μονοπάτιον καὶ τὴν πάροδον. κατὰ νίμον δὲ ἡ πλατεῖα ὁδὸς, ὡς ἐν τῷ ἡ΄ κεφ. φησὶν, εἰς μὲν ὀρθὸν ὀκτὼ ποδῶν ἐστιν, εἰς δὲ κάμψιν ις '.

2

pr.Ἀνάγν. καὶ τί. ς ' κεφ. ιε΄, ἐν ᾧ φησιν· Ἐὰν ἡ δημοσία ὁδὸς ὑπὸ τοῦ ποταμοῦ ἢ καταπτώσεως ἀπόληται, ὁ πλησιάζων γείτων παρίστησιν αὐτήν.