IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ξ

JGR V 14.1

Περὶ [τοῦ] ξενῶνος τοῦ ὁσίου σαμψών.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ε΄ τί. γ΄ κεφ. ιβ΄ θέμ. β΄, ἐν ᾧ φησι· Φυλάττεσθαι δὲ κελεύομεν τῷ εὐαγεῖ ὀρφανοτροφείῳ ταύτης τῆς βασιλίδος πόλεως καὶ τῷ ξενῶνι τῷ καλουμένῳ τῆς ὁσίας μνήμης σαμψὼν καὶ τοῖς ὑπὸ τὴν αὐτοῦ διοίκησιν καθεστῶσιν εὐκτηρίοις ἢ ξενοδοχείοις ἢ ἄλλοις σεβασμίοις οἴκοις πάντα τὰ προνόμια, ἅπερ ἔχει ἡ ἁγιωτάτη [μεγάλη] ἐκκλησία κωνσταντινουπόλεως.