IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ν

JGR V 13.7

Περὶ νομισμάτων παλαιῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νδ τί. ιη΄ [κεφ. α΄], ἐν ᾧ φησι· Τὰ νομίσματα ἐὰν ἔχῃ τύπον βασιλέως, ἀδιαστρόφως καὶ πιπρασκέσθω καὶ ἀγοραζέσθω, μόνον ἵνα τὸν σταθμὸν καὶ τὸ εἶδος καλὸν ἔχῃ. εἰ δέ τις ἀμφισβητήσει πρὸς τοῦτο, ἰσχυρῶς τιμωρηθήσεται.

2

pr.[Ἐν δὲ τῷ β΄ κεφ.] Κατὰ τὴν μείωσιν τῶν νομισμάτων καὶ τὸ τίμημα τῶν ὠνίων μειούσθω.

3

pr.[Ἐν δὲ τῷ γ΄ κεφ.] Μηδεὶς εἰς τὰ ὄβρυζα διαφορὰν ἡγείσθω τιμήματος· ἐπεὶ κεφαλικῶς τιμωρηθήσεται, ὅστις τὰ παλαιὰ ὄβρυζα ὄντα εὐτελεστέρως διατιμᾶται.