IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ν

JGR V 13.6

Περὶ νόμου καὶ μακρᾶς συνηθείας.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. β΄ τί. α΄, οὗτινος ἐν τῷ ιγ ' κεφ. φησί· Νόμος· ἐστὶ κοινὸν παράγγελμα, φρονίμων ἀνδρῶν δόγμα, ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων ἐπιστροφή, πόλεως συνθήκη κοινή. ἐστὶ δὲ καὶ θεῖον εὕρημα.

2

pr.Ἐν δὲ τῷ α΄ κεφ. φησίν· Ὁ νόμος ἀπὸ τῆς δικαιοσύνης ὠνόμασται. ἐστὶ γὰρ τέχνη τοῦ καλοῦ καὶ ἴσου. διαιρεῖται δὲ εἰς δημόσιον καὶ ἰδιωτικόν. καὶ τὸ μὲν δημόσιον τὴν πολιτείαν ὁρᾷ, καὶ συνίσταται ἐν ἱερεῦσι καὶ ἄρχουσι. τὸ δὲ ἰδιωτικὸν πρὸς τὸ ἑκάστου χρήσιμον, καὶ σύγκειται ἢ ἀπὸ φυσικοῦ νόμου ἢ ἐθνικοῦ ἢ πολιτικοῦ. καὶ φυσικὸς μέν ἐστι νόμος, ᾧτινι πάντα τὰ ζῶα καὶ οὐκ ἄνθρωποι μόνοι κέχρηνται, ὡς ἡ τοῦ ἄῤῥενος καὶ ἡ τοῦ θήλεος συνάφεια καὶ ὁ τοκετὸς καὶ ἡ ἀναγωγὴ τῶν παίδων. τοῦ ἐθνικοῦ δὲ νόμου ἐστὶν ἡ περὶ τὸ θεῖον θρησκεία καὶ τὸ πείθεσθαι γονεῦσι καὶ πατρίδι καὶ τὸ ἀπωθεῖσθαι τὴν ἐπιφερομένην βίαν καὶ ὕβριν· ὅσα γάρ τις εἰς φυλακὴν τοῦ ἰδίου σώματος ποιεῖ, νομίμως ποιεῖ. καὶ τὴν ἐλευθερίαν ὁ ἐθνικὸς εἰσηγήσατο νόμος· πάντας γὰρ ἐξ ἀρχῆς ἡ φύσις ἐλευθέρους προήγαγε. καὶ τὰ συναλλάγματα καὶ αἱ ἐνοχαὶ πάντα σχεδὸν τοῦ ἐθνικοῦ ἐστι. τινὰ δὲ καὶ ὁ πολιτικὸς ἐφεῦρεν, ὡς τὴν ἀγωγὴν τὴν μετατιθεῖσαν παλαιὸν χρέος εἰς καινὸν καὶ τὴν περὶ ἐμφυτεύσεως. τὸ δὲ πολιτικὸν νόμιμον οὔτε τελείως ἀπᾴδει τοῦ φυσικοῦ καὶ τοῦ ἐθνικοῦ οὔτε τελείως αὐτοῖς ἕπεται. καὶ ἐστὶν ἔγγραφος ἢ ἄγραφος. εἰσήχθη δὲ ἢ ἀπὸ τοῦ δυοδεκαδέλτου ἢ τῶν τοῦ δημοσίου δογμάτων ἢ τῶν τῆς συγκλήτου θεσπισμάτων ἢ βασιλικῶν δογμάτων ἢ τῆς αὐθεντίας τῶν σοφῶν. καὶ τὸ πραιτώριον δὲ νόμιμον ζῶσα φωνὴ τοῦ πολιτικοῦ ἐστι. Πολιτικόν ἐστι νόμιμον καὶ ὅπερ ἑκάστη πόλις ἑαυτῇ ὁρίσει· καὶ ἐστὶν αὐτῆς ἰδικόν.

3

pr.Ἐν δὲ τῷ ιε κεφ. Τοὺς νόμους ἀπὸ τῶν ὡς ἐπὶ τὶ πλεῖστον συμβαινόντων, [οὐ μὴν τῶν σπανίως εἰσ] άγεσθαι δεῖ.

4

pr.Οὐδὲ ἀπὸ τῶν δυναμένων ἐν ἑνὶ συμβῆναι θέματι.

5

pr.Παραβαίνουσι γὰρ οἱ νομοθέται τὸ ἅπαξ ἢ δίς.

6

pr.Ἀρετὴ νόμου τὸ κελεύειν, τὸ κωλύειν, τὸ ἐπιτρέπειν, τὸ τιμωρεῖσθαι.

7

pr.Οὐ περὶ τοῦ καθ᾽ ἕκαστον, ἀλλὰ κοινῶς οἱ νόμοι τίθενται.

8

pr.Καὶ ἡ σύγκλητος νομοθετεῖ.

9

pr.Οὐ πάντα τὰ θέματα περιλαμβάνει ὁ νόμος, ἀλλὰ τὰ ὡς ἐπὶ τὸ πλεῖστον συμβαίνοντα.

10

pr.Τὰ ἐν πρώτοις νομοθετούμενα τὸν βασιλέα δεῖ ἑρμηνεύειν.

11

pr.Ἐκ τῶν ὁμοίων τέμνεσθαι δεῖ τὰ περὶ ὧν οὐ κεῖται νόμος.

12

pr.Τὸ δὲ παρὰ κανόνας εἰσαχθὲν οὐχ ἕλκεται πρὸς ὑπόδειγμα.

13

pr.Ἰδικὸς νόμος ἐστὶν ὁ διά τι χρήσιμον παρὰ κανόνας εἰσαγόμενος αὐθεντίᾳ τοῦ νομοθετοῦντος.

14

pr.Ἐν δὲ τῷ ις ' κεφ. Εἰδέναι νόμους ἐστὶν οὐ τὸ γινώσκειν τὰ ῥήματα, ἀλλὰ τὴν δύναμιν αὐτῶν.

15

pr.Ἐν δὲ τῷ ιη ' κεφ. Φιλαγάθως δεῖ τοὺς νόμους ἑρμηνεύειν.

16

pr.Ἐν τοῖς ἀμφιβόλοις τὴν ἀνεπίληπτον ἑρμηνείαν προσιέμεθα.

17

pr.Οὐ δυνατὸν πάντων τῶν νόμων ἀποδιδόναι λογισμόνε.

18

pr.Οὐ δεῖ οὖν ζητεῖν αὐτῶν λογισμούς.

19

pr.Οὐ δεῖ μεταποιεῖν τὰ πρόδηλον ἑρμηνείαν ἔχοντα.

20

pr.Τὰ ὑπέρ τινος εἰσαχθέντα κατ᾿ αὐτοῦ οὐχ ἑρμηνεύεται.

21

pr.Ἐν δὲ τῷ λβ ' κεφ. Περὶ ὧν ἔγγραφος οὐ κεῖται νόμος, παραφυλάττειν δεῖ τὸ ἔθος καὶ τὴν συνήθειαν. εἰ δὲ καὶ τοῦτο ἐκλείπει, ἀκολουθεῖν δεῖ τοῖς πλησιάζουσι καὶ ἐοικόσι τῷ ζητουμένῳ. εἰ δὲ μήτε ταῦτα εὑρίσκεται, τότε [το] νόμιμον, ᾧτινι ἡ ῥώμη κέχρηται, παραφυλάττειν δεῖ. Ἡ παλαιὰ συνήθεια ἀντὶ νόμου φυλάττεται. Ὥσπερ ἡ θέσις τοῦ νόμου ἢ ἔγγραφός ἐστιν ἢ ἄγραφος, οὕτω καὶ ἡ ἀναίρεσις αὐτοῦ ἢ δι᾽ ἐγγράφου γίνεται νόμου ἢ δι᾽ ἀγράφου, τουτέστι [τῆς] ἀχρησίας.

22

pr.Ἐν δὲ τῷ λγ ' κεφ. Ἡ μακρὰ συνήθεια ἀντὶ νόμου κρατεῖ, ἐν οἷς οὐκ ἐστιν ἔγγραφος νόμος.

23

pr.Ἐν δὲ τῷ λδ΄ κεφ. Τότε κεχρήμεθα τῇ συνηθείᾳ τινὸς πόλεως ἢ ἐπαρχίας, ὅτε ἀμφισβητηθεῖσα ἐν δικαστηρίῳ ἐβεβαιώθη.

24

pr.Ἐν δὲ τῷ λέ κεφ. Καὶ τὰ μακρᾷ συνηθείᾳ δοκιμασθέντα καὶ ἐπὶ πολλοῖς ἐνιαυτοῖς φυλαχθέντα οὐχ ἧττον τῶν ἐγγράφων κρατοῦσιν,

25

pr.Ὡς τοσοῦτον δοκιμασθέντα, ὥστε καὶ μὴ δεηθῆναι ἐγγράφου.

26

pr.Ἐν τῇ τῶν νόμων ἑρμηνείᾳ τῇ συνηθείᾳ δεῖ προσέχειν τῆς πόλεως, καὶ ὅπως ἐπὶ τῶν ὁμοίων διὰ παντὸς ἐψηφίσθη.

27

pr.Ἐν δὲ τῷ λθ ' κεφ. Τὸ μὴ μετὰ λογισμοῦ εἰσενεχθὲν, ἀλλὰ κατὰ πλάνην καὶ συνηθείᾳ κρατῆσαν, οὐ δεῖ κρατεῖν ἐν τοῖς ὁμοίοις.

28

pr.Ἐν δὲ τῷ μ΄ κεφ. Πᾶς νόμος ἢ ἀπὸ συναινέσεως ἐτέθη ἢ ἀνάγκης, ἢ ἀπὸ συνηθείας ἐβεβαιώθη.

29

pr.Ἐν δὲ τῷ μγ΄ κεφ. Ὁ ἄρχων ὃ εὕροι συχνάζον ἐν πόλει ἐπί τινος πράγματος, φυλάξει αὐτό. καὶ γὰρ καὶ ἡ συνήθεια ἡ προλαβοῦσα καὶ ὁ λογισμὸς ὁ εἰσάγων αὐτὴν φυλακτέα ἐστὶ, καὶ οὐκ ἐάσει τὶ παρὰ τὴν μακρὰν συνήθειαν γίνεσθαι.

30

pr.Ἐν δὲ τῷ με κεφ. Τῆς συνηθείας καὶ τῆς χρήσεως ἡ αὐθεντία οὐκ ἐπὶ τοσοῦτον ἰσχύει, ὡς καὶ τὸν λογισμὸν καὶ τὸν νόμον ὑπερνικᾷν.

31

pr.Ἡ μακρὰ συνήθεια καὶ δοκιμασθεῖσα τάξιν ἔχει νόμου· καὶ ὅτι τὰ δοθέντα ὀφφικίοις ἢ πόλεσιν ἢ ἄρχουσιν ἢ συστήμασιν ἰσχυρά ἐστι καὶ βέβαια εἰς τὸ διηνεκὲς ἰσχύοντα '.