JGR V 15.4
Περὶ ὅρκου δοθέντος παρὰ τοῦ τελευτῶντος ἕνεκεν τοῦ μέτρου τῆς αὐτοῦ οὐσίας.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. μα τί. ς΄, ἐν ᾧ φησιν· Θεσπίζομεν, εἴ τις ἀπογραφὴν πεποιηκὼς εἴτε οἰκειόχειρον ', εἴτε δι᾽ ἑτέρου μὲν γραφεῖσαν, παρ᾽ αὐτοῦ δὲ ὑπογραφεῖσαν, ἢ ἐν ταῖς ἑαυτοῦ διαθήκαις τὸ τῆς οὐσίας τῆς αὐτοῦ μέτρον ποιήσει φανερὸν, τῶν κληρονόμων ἴσως τῶν μὲν ἀπόντων τῶν δὲ παρόντων ἢ καὶ πάντων παρόντων, μὴ ἐξεῖναι τοῖς κληρονόμοις πρὸς ταῦτα ἀνανεύειν μηδὲ λέγειν, ὅστις τῶν κληρονόμων ἀπέκρυψε πράγματα ἔξω τῶν ῥηθέντων παρὰ τοῦ τελευσήσαντος. ἀλλ᾽ εἴπερ ὅρκον ὁ τελευτῶν ὑπόσχοι ἢ διομόσοιτο κατὰ τὰς ἑαυτοῦ διαθήκας, ὡς οὐδέν ἐστιν ἕτερον αὐτῷ παρὰ ταῦτα, τοῦτο στέργειν τοὺς κληρονόμους, εἴτε παῖδες εἴτε καὶ ἐξωτικοὶ εἶεν, καὶ μὴ πολυπραγμονεῖν μηδὲ συκοφαντεῖν τοὺς ἑαυτῶν συγκληρονόμους. ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς κληρονόμους, οἵπερ τὸ αὐτό που δοκοῦσι τοῖς τελευτῶσιν εἶναι, κρατεῖν βουλόμεθα· οὐ μὴν τοῦτο κύριον εἶναι καὶ πρὸς δανειστὰς, διότι τοῖς ἡμετέροις εἴρηται νόμοις, ὁπόσα ἄν τις ὑπὲρ ἑαυτοῦ φήσειεν ἢ γράψειεν, ταῦτα μηδὲν αὐτὸν ὠφελεῖν μήτε τοῖς δα-. νεισταῖς προκρίνειν, ἀλλ᾽ ἐκείνοις ἄδεια ἔστω πάντα ἀνερευνᾶν, ὃν ἂν βούλωνται τρόπον, τοὺς κληρονόμους δὲ ἐμμένειν τοῖς παρὰ τοῦ διατιθεμένου ῥηθεῖσι. καὶ ἔστω γε ποινὴ τοῦ πράγματος ἐν αὐτοῖς τοῖς κληρονόμοις τὸν ἐναντιούμενον τούτοις μὴ δύνασθαι τῶν ἐγκαταλελειμμένων αὐτῷ παντελῶς ἀπολαύειν· ἀνάγκης ὑπούσης ἢ πείθεσθαι πᾶσιν ἢ πάντα διαπτύειν, καὶ μὴ τὰ μὲν αἱρεῖσθαι, τοῖς δὲ διαμάχεσθαι, ἀλλὰ τὴν τοῦ τελευτήσαντος βουλὴν ὑπὸ τῶν αὐτοῦ διαδόχων οὕτω φυλάττεσθαι, ὡς κατὰ μηδὲν ἐναντιοῦσθαι ταύτῃ θαῤῥεῖν.