IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ο

JGR V 15.5

Περὶ ὅρκου τοῦ διδομένου παρὰ τῶν χειροτονουμένων ἐπισκόπων.

Abrir no leitor do IusCommune →

0

pr.Ἀνάγν. βι. γ΄ τί. α κεφ. ζ΄ θέμ. β΄. καὶ περὶ ὅρκου διδομένου παρὰ τῶν δικαζομένων. ἀνάγν. βι. ζ ' τί. δ΄ κεφ. ς ' καὶ τί. ιδ ' κεφ. ις΄, ἐν ᾧ φησι [καὶ περὶ τῶν δικαζομένων, ἵνα ἐν ἀρχῇ τῆς δίκης ὅρκον παρέχωσι], καὶ περὶ τῶν δικαστῶν, ἵνα προκειμένων τῶν ἁγίων εὐαγγελίων δικάζωσι· καὶ περὶ τῶν συνηγόρων, ἵνα καὶ αὐτοὶ ὑπέχωσιν ὅρκον ἐν τῷ προοιμίῳ τῆς δίκης. καὶ ἐν τῷ ς΄ τί. κεφ. ιδ΄. ὁμοίως γάρ φησι περί τε τῶν δικαστῶν καὶ τῶν συνηγόρων. περὶ δὲ τοῦ ὅρκου ὃν ὑπέχουσιν οἱ τὰς ἀρχὰς λαμβάνοντες ἀνάγν. βι. ς΄ τί. γ΄ κεφ. λα΄. ἕκαστον τούτων προείρηται ἐν τῷ ἰδίῳ στοιχείῳ.