JGR V 15.6
Περὶ ὁμολογησάντων, καὶ πότε εὐθύνονται καὶ πότε οὐκ εὐθύνονται.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. θ᾽ τί. δ΄, οὗτινος ἐν τῷ δ΄ κεφ. φησίν· Ὁ τὸν φονευθέντα δοῦλον ἀνελεῖν ὁμολογῶν, εἰ καὶ μὴ ἀνεῖλεν, ὡς ὁμολογῶν κρατεῖται.
2
pr.Ἐν δὲ τῷ ς΄ κεφ. Ὁ ὁμολογήσας ἀντὶ κατακριθέντος ἐστὶ, καὶ ἔχει τὴν τετράμηνον, ἧς ἐντὸς εἰ μὴ παράσχοι, ἡ δίκη κατ᾿ αὐτοῦ ἀποτιμᾶται.
3
pr.Ἐν δὲ τῷ ζ ' κεφ. Οὐ πάντως ὁ ὁμολογῶν καταδικάζεται εἰς τὸ πρᾶγμα περὶ οὗ συνέθετο, ἀλλ᾽ ἀμφιβάλλεται εἰ ἔστιν '.
4
pr.[Ἐν δὲ τῷ ἡ΄ κεφ.] Ὁ ἐν βήματι ὁμολογήσας ὡς ὁ καταδικασθείς ἐστιν.
5
pr.Ἀνάγν. καὶ βι. ιδ΄ τί. α΄ κεφ. νβ΄, ἐν ᾧ φησιν· Ὁ ὁμολογῶν σῖτον καὶ μὴ προστιθεὶς καλὸν, οἱονδήποτε διδοὺς ἐλευθεροῦται. ὁ οὖν ἐγγυητὴς αὐτοῦ εἰ καὶ καλὸν παράσχῃ, οὐκ ἀπαιτεῖ εἰ μὴ ὃν αὐτὸς διδοὺς ἠλευθεροῦτο.
6
pr.Ἀνάγν. καὶ βι. να΄ τί. ς΄ κεφ. β΄ καὶ δ΄. ἀνάγν. καὶ βι. ζ΄ τί. ς ' κεφ. κγ΄, ἐν ᾧ φησιν· Ἐάν τις ρ ' λόγου χάριν νομίσματα χρεωστούμενος κατὰ δόλον καὶ μηχανὴν παρασκευάσῃ τὸν χρεώστην σ΄ νομισμάτων ὁμολογίαν αὐτῷ ἐκθέσθαι, καὶ περὶ τῶν σ ' αὐτὸν αἰτιάσηται, εἰ μὲν πρὸ τῆς προκατάρξεως μεταμεληθείη καὶ συνομολογήσει τὸν δόλον αὐτοῦ, μηδὲν ζημιούσθω, ἀλλὰ τὰ ρ ' τὰ ἀληθῶς αὐτῷ κεχρεωστημένα λαμβανέτω· ἐὰν δὲ καὶ προκατήρξατο καὶ ἠγωνίσατο καὶ διηλέγχθη τὸν δόλον πεποιηκὼς, μὴ μόνον τῶν ρ ' τῶν ἐκ περισσοῦ προστεθέντων, ἀλλὰ καὶ τῶν ἀληθῶς κεχρεωστημένων ἑτέρων ρ ' ἐκπιπτέτω, εἰ μὴ ἄρα ἢ διάλυσις γέγονεν ἢ δευτέρα ὁμολογία ἐπὶ τοῖς διακοσίοις νομίσμασιν. οὔτε γὰρ μετὰ διάλυσιν οὔτε μετὰ τὴν δευτέραν ὁμολογίαν ἔξεστί τινι διαβάλλειν τὴν ἤδη ὑπ᾿ αὐτοῦ γεγενημένην ὁμολογίαν.