JGR V 15.7
Περὶ ὅπλων καὶ ὁπλοποιῶν, καὶ τοῦ μηδένα τῶν ἰδιωτῶν ἐργάζεσθαι ἢ ἀγοράζειν ἢ ἐπιφέρεσθαι ἢ ἔχειν ὅπλας.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. νζ ' τί. θ'ι, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Κελεύομεν τὸ τῆς ὁπλοποιΐας ἔργον μηδένα μὲν ἰδιώτην ἐργάζεσθαι, μόνους δὲ ἐκείνους τὰ ὅπλα κατασκευάζειν τοὺς ἐν ταῖς δημοσίαις καταλεγομένους ὁπλοποιΐαις. τοὺς δὲ ἐργαζομένους τὰ ὅπλα μηδενὶ πιπράσκειν ἰδιώτῃ· ἀλλ᾽ οὐδὲ τοὺς ἐν τοῖς ἀριθμοῖς καταλεγομένους, οὓς ὁπλοποιοὺς καὶ διποτάτους καλοῦσι, τοὺς παρὰ τοῦ δημοσίου κομιζομένους σιτήσεις, συγχωροῦμεν ἐργάζεσθαι ἤ τινι πιπράσκειν ὅπλα, ἀλλὰ μόνων ἐπιμελεῖσθαι τῶν ὅπλων τῶν στρατιωτῶν [τῶν] ἐν τοῖς ἀριθμοῖς καταλεγομένων, ἐν οἷς στρατεύονται.
2
pr.Ἀνάγν. καὶ βι. ξ ' τί. ιη΄ κεφ. α΄, ἐν ᾧ φησι· Τῷ περὶ βίας δημοσίας νόμῳ κατέχεται ὁ ἔχων ὅπλα ἐν τῷ οἴκῳ αὐτοῦ ἢ ἐν ἀγρῷ ἢ ἐν χωρίῳ,
3
pr.Μὴ διὰ θήραν ἢ ὁδοιπορίαν ἢ πλοῦν ἢ ἐμπορίαν ἢ ἀπὸ κληρονομίας εἰς αὐτὸν ἐλθόντα.
4
pr.Κεφ. ή΄. Ἔνοπλοί εἰσιν οἱ ὁτιοῦν βλαπτικὸν ἐπιφερόμενοι.
5
pr.Κεφ ί φησιν· Ακόντιον λέγεται πᾶν τὸ βλάψαι τινὰ δυνάμενον. Ὁ δὲ πρὸς οἰκείαν ἀσφάλειαν ἀκόντιον ἐπιφερόμενος οὐ δοκεῖ διὰ τὸ φονεῦσαι ἐπιφέρεσθαι. καὶ κεφ. ιδ΄ θέμ. β΄.