IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ο

JGR V 15.8

Περὶ ὅρων ἀποκινηθέντων καὶ περὶ ζητήσεως αὐτῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νη΄ τί. θ΄, οὗτινος ἐν τῷ α κεφ. φησί· Τὸ περὶ ὅρων ἰθυντέων προσωπικόν ἐστιν, εἰ καὶ πράγματος ἐκδίκησιν ἔχει.

2

pr.Καὶ χώραν ἔχει ἐπὶ τῶν ἀγρῶν, εἰ καὶ οἰκήματα παρεντίθενται. ἀδιάφορον γὰρ, εἴτε δένδροις εἴτε οἰκήμασί τις ὁροθετεῖ.

3

pr.Ἐν δὲ τῷ ἡ κεφ. Ἐὰν ἐπίκλυσις ἀφανίσῃ ὅρους, διὰ τοῦ ἄρχοντος φανεροῦνται διδομένου μετρητοῦ. τοῦ γὰρ δικαστοῦ ἐστι διδόναι μετρητήν.

4

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ἐν ταῖς περὶ ὅρων ζητήσεσιν ἀκολοθοῦμεν τῷ κήνσῳ, εἰ μὴ δειχθῇ παρὰ τῶν κτησαμένων ἐναλλαγὴν ἐν τοῖς ἀγροῖς γενέσθαι διὰ προσθήκης ἢ μειώσεως.

5

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ἔξεστι τοῖς δεσπόταις τοὺς ὅρους ἀμείβειν τῶν οἰκείων ἀγρῶν καὶ οὕτως αὐτοὺς ἐκποιεῖν.

6

pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Ἐάν τις ζήτησιν περὶ ὅρων ἐπαγαγὼν βουληθῇ κατὰ βίαν ἀφελέσθαι τὸ ἀλλότριον μέρος, μὴ μόνον αὐτὸ ἀναδιδότω, ἀλλὰ καὶ τοσοῦτον ἕτερον μέτρον γῆς παρεχέτω.

7

pr.Ἐν δὲ τῷ κ΄ κεφ. Ἡ διάταξις βούλεται τῇ περὶ τῶν ὅρων ζητήσει μήτε τὴν τῆς τριετίας μήτε τὴν τῆς δεκαετίας παραγραφὴν ἀντικεῖσθαι, ἀλλὰ μόνον τῶν λ ' ἐνιαυτῶν.

8

pr.Ἀνάγν. βι. ξ΄ τί. λα΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἡ τῶν ἀποκινηθέντων ὅρων τιμωρία ἐπεξέλευσίς ἐστι πρὸς τὴν αἵρεσιν τοῦ ἁμαρτήσαντος καὶ τὴν αὐτοῦ γνώμην. ὁ γὰρ εὔπορος ἀποκινῶν δῆλός ἐστι θέλων ἐπιλαβέσθαι τῶν ἀλλοτρίων ὅρων. καὶ πρὸς τὴν ἡλικίαν οἱ πλημμελοῦντες τιμωροῦνται· ὁ μὲν γὰρ νεώτερος εἰς μακρότερον ἐξορίζεται χρόνον, ὁ δὲ γέρων εἰς ἥττονα. ὁ δὲ ὑπουργήσας ἑτέρῳ τύπτεται καὶ ἐπὶ διετίαν εἰς ἔργον δημόσιον πέμπεται. ὁ δὲ κατὰ ἄγνοιαν ἢ τυχηρῶς τοὺς ὁρίους λίθους ἀποσυλήσας μαστιγοῦται μόνον.

9

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ὁ δόλῳ τοὺς ὅρους μεταθεὶς καθ᾽ ἕκαστον ὁροθέσιον δίδωσι ν ' νομίσματα τῷ δημοσίῳ, καὶ ὁ βουλόμενος κινεῖ τὴν περὶ τούτου ἀγωγήν. Εἰ δὲ δοῦλος ἢ δούλη ταῦτα πλημμελήσουσι, κεφαλικῶς κολάζονται, εἰ μὴ ὁ δεσπότης αὐτῶν τὴν ποινὴν δοῦναι βουληθείη.

10

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ὁ περὶ ὅρων ἀμφισβητῶν ἐὰν πρὸ τοῦ τμηθῆναι τὴν ζήτησιν ἀπελθὼν τὸν ἀμφιβαλλόμενον κατάσχῃ τόπον καὶ μετὰ ταῦτα ἡττηθῇ, διδότω ἕτερον τοσοῦτον τόπον τῷ νενικηκότι. εἰ δὲ ἴδιος ἦν αὐτοῦ τόπος, ἀρκεῖ τὸ ἐκπεσεῖν αὐτοῦ.