IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ο

JGR V 15.9

Περὶ ὀρφανοτρόφων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ε΄ τί. γ΄ κεφ. ιβ΄, ἐν ᾧ φησιν· Οἱ δὲ ὀρφανοτρό- Περὶ ὀρφανοτρόφων νεαρὰ ρλγ΄ κεφ. ιβ΄. φοι ἐπιτρόπων καὶ κουρατόρων τάξιν ἐχέτωσαν, οὕτω μέντοι ἵνα καὶ χωρὶς ἱκανοδοσίας καὶ ἐνάγωσι καὶ ἐνάγωνται περὶ τῶν πραγμάτων τῶν τοῖς ὀρφανοῖς κυρίως καὶ αὐτοῖς τοῖς ὀρφανοτροφείοις ἀνηκόντων. τὰ δὲ πράγματα, ἅπερ ἔτυχόν τινι τῶν ὀρφανῶν διαφέρειν, δημοσίων ταβουλλαρίων παρόντων καὶ ὑπομνημάτων πραττομένων, ἐν μὲν τῇ βασιλίδι πόλει παρὰ τῷ μαγίστρῳ τῶν κήνσων, ἐν δὲ ταῖς ἐπαρχίαις παρὰ τοῖς ἄρχουσιν αὐτῶν ἢ τοῖς ἐκδίκοις τῶν τόπων, λαμβάνειν τοὺς ὀρφανοτρόφους καὶ φυλάττειν. καὶ εἰ ἀναγκαῖον νομίσουσι καὶ ἐκποιεῖν, καὶ τὸ τούτων τίμημα τοῖς ὀρφανοῖς φυλάττειν ἢ ἕτερα πράγματα ἀντ᾽ ἐκείνων ἀγοράζειν. μὴ ὑποκεῖσθαι δὲ ἐπιτροπικοῖς ἢ κουρατορικοῖς λογισμοῖς.