JGR V 16.1
Περὶ παίδων φυσικῶν ἤτοι νόθων, καὶ τῶν ἐκ νόθων γνησίων γινομένων, καὶ περὶ παλλακῶν τῶν καὶ γνησίων γινομένων τῇ τῶν προικῴων συμβολαίων ποιήσεις.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κη΄ τί. δ΄ [κεφ. νζ΄], ἐν ᾧ φησι· Πρὸς τούτοις δὲ κἀκεῖνο νομοθετῆσαι συνείδομεν, ὥστε εἴ τις υἱὸν ἢ θυγατέρα ἐξ ἐλευθέρας ἔχων γυναικὸς, μεθ᾽ ἧς γάμος συνίστασθαι δύναται, εἴποι ἐν συμβολαίῳ εἴτε ἀγοραίῳ εἴτε ἰδίᾳ χειρὶ συγγεγραμμένῳ καὶ ἔχοντι ὑπογραφὰς τριῶν μαρτύρων ἀξιοπίστων εἴτε ἐν διαθήκῃ εἴτε ἐπὶ πράξεως ὑπομνημάτων, τοῦτον ἢ ταύτην υἱὸν αὐτοῦ εἶναι ἢ θυγατέρα, καὶ μὴ προσθῇ καὶ φυσικὸν ἢ φυσικὴν, τοὺς τοιούτους παῖδας γνησίους εἶναι, καὶ μηδεμίαν ἑτέραν ἀπόδειξιν παρ᾿ αὐτοῦ· ζητεῖσθαι· ἀλλὰ πάντων ἀπολαύειν αὐτοὺς τῶν δικαίων, ὅσα τοῖς γνησίοις παισὶν οἱ ἡμέτεροι παρέχουσι νόμοι, οἷα αὐτοῦ τοῦ πατρὸς ὡς εἴρηται παῖδας ἰδίους αὐτοὺς ἀποκαλέσαντος. ἐντεῦθεν γὰρ καὶ μετὰ τῆς αὐτῶν μητρὸς νόμιμον ἐσχηκέναι δείκνυται γάμον, ὥστε μηδὲ παρ᾽ αὐτῆς πρὸς τὴν τοῦ γάμου πίστιν ἑτέραν ἀπόδειξιν ζητεῖσθαι. εἰ δὲ ὁ πατὴρ μετὰ τῆς αὐτῆς γυναικὸς πολλοὺς παῖδας ἔχων ἑνὶ ἐξ αὐτῶν μαρτυρίαν καθ ' οἱονδήποτε τῶν εἰρημένων παράσχοι τρόπων, ἀρκεῖν καὶ τοῖς ἄλλοις τοῖς ἐκ τῆς αὐτῆς γυναικὸς τεχθεῖσι πρὸς τὰ τῶν νομίμων δίκαια τὴν τῷ ἑνὶ διδομένην ' τοῦ πατρὸς μαρτυρίαν. περὶ τούτων δὲ προείρηται πλατύτερον ἐν τῷ περὶ κληρονόμων.
2
pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. λζ΄ κεφ. β΄, ἐν ᾧ φησιν· Ὁ γυναῖκα σεμνὴν καὶ εὐγενῆ παλλακευόμενος καὶ μὴ ποιῶν ἐν ἐκμαρτυρίῳ τοῦτο κατάδηλον ἢ γαμετὴν αὐτὴν ἔχει, ἢ τοῦτο παραιτούμενος ἀσέλγειαν εἰς αὐτὴν πλημμελεῖ, οὐ μὴν καὶ μοιχείαν· δηλονότι ἐν ᾧ πόρον ἐκ τοῦ ἰδίου σώματος οὐκ ἐποίησεν.