JGR V 16.2
Περὶ παιδεύσεως συγγενῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ τί. νθ ' κεφ. γ΄, ἐν ᾧ φησιν· Ὥσπερ οἱ πατέρες δύνανται τοὺς ἑαυτῶν παῖδας πταίοντάς τι καὶ τὸν ἑαυτῶν βίον οὐκ ὀρθῶς μετιόντας ἐπιστρέφειν, οὕτω καὶ τοῖς συγγενέσιν ἡ παροῦσα διάταξις ἐπιτρέπει τὸν ἀφήλικα σωφρονίζειν ἀτακτοῦντα καὶ διαβεβλημένως βιοῦντα. τοῦτον δὲ τὸν σωφρονισμὸν προστάττει ἡ διάταξις μεμετρημένον εἶναι καὶ πατρὶ πρέποντα. εἰ δὲ παρὰ τοῦ ἀφήλικος πταίσματα τραχύτερα ὄντα αὐστηροτέρας δέονται διορθώσεως, τὸ τηνικαῦτα ἀρχικῆς ἀγανακτήσεως χώραν ἔχει τὸ πρᾶγμα.