IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Π

JGR V 16.3

Περὶ παραγραφῶν καὶ ἀντιπαραγραφῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. να΄, οὗτινος ἐν τῷ α΄ τί. κεφ. α΄ καὶ γ ' φησίν· Ὁ ἐναγόμενος ἐν ταῖς παραγραφαῖς ἐνάγων ἐστίν. Ἡ παραγραφὴ ἀποκλείειν εἴωθε τὰ ἐν τῇ ἐπιτάσει καὶ τῇ καταδίκῃ κατενηνεγμένα. Ἡ ἀντιπαραγραφὴ οὐδὲν ἕτερόν ἐστιν ἢ παραγραφὴ ἀντιτιθεμένη τῇ παραγραφῇ τοῦ ἐναγομένου. καὶ πολλαὶ δίδονται ἀντιπαραγραφομένων ἀλλήλους τῶν δικαζομένων.

2

pr.Ἐν δὲ τῷ δ ' κεφ. Τῶν παραγραφῶν αἱ μέν εἰσι πρόσκαιροι μέχρι φανεροῦ χρόνου ἀντικείμεναι, αἵτινες καὶ ὑπέρθεσιν παρέχουσιν, ὡς αἱ ἀναβαλλόμεναι τὴν ἀγωγὴν, ὁποῖαί εἰσιν αἱ περὶ συμφώνων παραγραφαί. αἱ δὲ διηνεκῶς ἀντικείμεναι τῷ ἐνάγοντι, ἀεὶ τὴν ὑπ᾿ αὐτοῦ κινουμένην ἀγωγὴν ἀναιροῦσαι· οἷον ἡ τοῦ δόλου παραγραφὴ καὶ ἡ τοῦ φόβου καὶ ἡ περὶ πράγματος κεκριμένου, καὶ αἱ τὸ γεγονὸς ὡς παράνομον διαβάλλουσαι, καὶ αὐτὸ [τὸ] χρέος εἰς τέλειον συγχωροῦσαι τοῦ συμφώνου. αἱ δὲ πρόσκαιροι καὶ μηνυτικαὶ, ὡς ἡ τοῦ προσκαίρου συμφώνου, καὶ αἱ περὶ φροντιστῶν ἤτοι ἐντολέων.

3

pr.Ἐν δὲ τῷ ἡ΄ κεφ. θέμ. γ΄· Οὐ πάντως ὁ παραγραφόμενος δοκεῖ συντίθεσθαι τῇ ἐπιτάσει τοῦ ἀντιδίκου.

4

pr.Ἐν δὲ τῷ β΄ τί. κεφ. κς΄· Ἐὰν ὁ διοικῶν ἀλλότρια παρὰ γνώμην τοῦ δεσπότου ἐναγάγῃ καὶ μὴ δεκτὸν ἡγήσηται, ἀλλ᾽ ἄνωθεν ἐντείληται αὐτῷ κινῆσαι, οὐκ ἀντίκειται ἡ περὶ κεκριμένων παραγραφή.

5

pr.Ἐὰν κινήσω κατά σου ὡς ἔχων δίκαιον ἐπὶ ι ' πόδας ὑψοῦν τὸν οἶκόν μου, καὶ μετὰ ταῦτα κινῶ ὡς ἔχων δίκαιον ἐπὶ κ ' πόδας ὑψοῦν, ἐκβάλλομαι τῇ περὶ τῶν κεκριμένων παραγραφῇ. Ἐν δὲ τῷ γ΄ τί. διαλαμβάνεται περὶ τῶν ὡς ἀπὸ χρονίας νομῆς παραγραφομένων, περὶ ὧν ἐν τῷ περὶ δεσποτείας προείρηται.

7

pr.Ἐν δὲ τῷ δ΄ τί. περὶ τῆς δόλου καὶ φόβου παραγραφῆς, καὶ τόκου καταβληθέντος, καὶ περὶ τῆς τοῦ ἐν εἰδήσει φυγάδα ἀγοράζοντος, καὶ περὶ τῆς τῶν ἐναγόντων καὶ δικολόγων καὶ λοιπῶν παραγραφῆς.

8

pr.Ἐν δὲ τῷ ε΄ τί. περὶ τῆς τῶν βίᾳ ἢ δόλῳ τῆς νομῆς κωλυθέντων παραγραφῆς.

9

pr.Ἐν δὲ τῷ ς ' τί. περὶ πραγμάτων καθ᾽ ὧν ἀγωγὴ οὐ δίδοται, οἷον περὶ ὅρκου καὶ ἀνισχύρων ἐπερωτήσεων παραγραφῆς.