IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.29

Περὶ διαφθειρόντων τὸ προτεθὲν ἢ μέλλον προτίθεσθαι ἐπὶ διηνεκεῖ αἰτίᾳ πρόσταγμα.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ζ΄ τί. γ΄ κεφ. ζ΄, ἐν ᾧ φησιν· Ὁ τὸ προτεθὲν πρόσταγμα ἢ μέλλον προτίθεσθαι ἐπὶ διηνεκεῖ οὐ μὴν προσκαίρῳ αἰτίᾳ δόλῳ διαφθείρας πεντακόσια νομίσματα δίδωσι διὰ διηνεκοῦς ἀγωγῆς, εἴτε δοῦλός ἐστιν εἴτε ὑπεξούσιος ἢ ἀνὴρ ἢ γυνή. δοῦλοι δὲ οἱ μὴ [δι] εκδικούμενοι παρὰ τῶν δεσποτῶν καὶ οἱ ἄποροι σωματικῶς τιμωροῦνται. ὁ δὲ κατὰ ἀπειρίαν ἢ ἀγροικότητα ἢ κατὰ τύχην ἢ κελεύσει τοῦ πραίτωρος διαφθείρας οὐχ ὑπόκειται. ἐνέχεται καὶ ὁ μὴ διαφθείρας, ἀλλὰ περιελὼν, καὶ ὁ δι᾽ ἑαυτοῦ ποιῶν καὶ ὁ ἄλλῳ ἐντελλόμενος. οὐκ ἐνέχεται δὲ ὁ ἐνταλθεὶς, εἰ μὴ κατὰ δόλον ἐποίησε. καὶ πολλοὶ γὰρ διαφθείραντες ἢ ἐντειλάμενοι ἐνέχονται.

2

pr.Καὶὶ οὐκ ἀρκεῖ τὸν ἕνα δοῦναι τὴν ποινήν.

3

pr.Καὶ κεφ. θ΄.