JGR V 4.30
Περὶ τῶν διδομένων ἢ δρωμένων ἐπὶ αἰσχρᾷ αἰτίᾳ ἢ ἐπὶ ἄλλῃ τινὶ οἱᾳδήποτε ὑποθέσει, καὶ περὶ τῶν ταῦτα διδόντων καὶ τῶν δεχομένων, καὶ πότε ἀπαιτοῦνται τὰ δοθέντα καὶ πότε οὐκ ἀπαιτοῦνται.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ί τί. β΄ κεφ. ζ΄, ἐν ᾧ φησιν· Ὁ κατασχεθεὶς ἐπὶ μοιχείᾳ ἢ κλοπῇ ἤ τινι ἁμαρτήματι ἐὰν δῷ τι ἢ ὁμολογήσῃ ὥστε μὴ παραδοθῆναι ἢ φονευθῆναι ἢ δεθῆναι, ἔχει τὴν τῆς δόσεως αἰτίασιν, εἰ καὶ τὰ μάλιστα οὐ πάντα μοιχὸν ἢ κλέπτην ἔξεστι φονεύειν, ἀλλὰ τὸν ἀκοντίῳ ἑαυτὸν διεκδικοῦντα. Ὁ δὲ λαβὼν ὑπὲρ προφανοῦς μοιχικοῦ καὶ τῷ περὶ μοιχείας ἐνέχεται.
2
pr.Καὶ κεφ. η΄, ἐν ᾧ φησιν· Ὁ λαβὼν ἐπὶ τῷ μὴ ἀφανίσαι τὰ δικαιώματα τῆς καταστάσεώς μου ὑπόκειται τῇ τῆς δόσεως αἰτιάσει, ἐὰν ἐνήχθην καὶ χωρὶς αὐτῶν οὐκ ἠδυνάμην νικῆσαι.
3
pr.Καὶ κεφ. θ΄, ἐν ᾧ φησιν· Ἐὰν ἀνὴρ ἢ γυνὴ δῷ, ἵνα μηδὲν αἰσχρὸν ἢ αὐτὸς ἢ τέκνον αὐτοῦ ὑποστῇ, ἔχει τὴν τῆς δόσεως αἰτίασιν. οὗτος γὰρ ὁ φόβος μείζων ἐστὶ τοῦ θανάτου. Ὁ δὲ λαβὼν ἢ ὁμολογηθεὶς· ἐπὶ τῷ φυλάξαι ἢ ἐλευθερῶσαί τινα λῃστῶν ἢ πολεμίων οὐκ ἐνέχεται, εἰ μὴ μετέσχε τῆς βίας· ὑπουργίας γὰρ μισθὸν ἔλαβεν.
4
pr.Ἀνάγν. καὶ βι. κ τί. γ ' κεφ. ζ΄, ἐν ᾧ φησιν· Ὁ πρᾶγμα λαβὼν ἐπὶ αἰτίᾳ ἢ τὴν αἰτίαν ὀφείλει πληροῦν ἢ ὅπερ ἔλαβεν ἀναδιδόναι.
5
pr.Καὶ κεφ. η ' καὶ κεφ. θ ' θέμ. β΄ καὶ τί. δ΄, οὗτινος ἐν τῷ κεφ. φησίν· Ἐὰν παράσχης μοί τι ὑπὲρ τοῦ μηνῦσαί με τὸν φυγάδα σου, οὐκ ἀναλαμβάνεις ὅπερ παρέσχες μοι. εἰ δὲ συνέδοξε δοθῆναι, χώρα τῇ περὶ τῶν προγεγραμμένων συμφώνων ἀγωγῇ, καὶ τῇ περὶ δόλου, εἰ παρηκολούθησε δόλος.
6
pr.Ἀνάγν. καὶ βι. κδ΄ τί. α, οὗτινος ἐν τῷ γ ' κεφ. θέμ. δ΄ φησίν· Εἰ καὶ ἐλπίζων γενέσθαι μοι φίλον ἢ ἀντιδωρεῖσθαί μοι τὸν λαμβάνοντα ἐξ ἐμοῦ δώσω καὶ ψευσθῶ τῆς ἐλπίδος μου, [ὅμως] οὐκ ἀναλαμβάνω.
7
pr.Ἐν δὲ τῷ λδ΄ κεφ. Τὸ δοθὲν ἐπὶ αἰτίᾳ μὴ ἀδυνάτῳ τῆς αἰτίας μὴ προβαινούσης ἀντιστρέφεται. ὅθεν καὶ τὸ τῇ μνηστῇ δοθὲν ἐπὶ ἐλπίδι τῶν γάμων, ἐὰν ἐκείνη δυνηθεῖσα ὑπερτίθηται, ἀντιστρέφεται.
8
pr.Ἐν δὲ τῷ λς ' κεφ. Τὰ δοθέντα χρήματα, εἰ καὶ ἡ αἰτία, ὑπὲρ ἧς ἐδόθησαν, μὴ παρ᾽ αἰτίαν τοῦ λαβόντος ἀλλὰ κατὰ τύχην ἐνεποδίσθη, οὐκ ἀναλαμβάνονται.
9
pr.Ἀνάγν. καὶ τί. β΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Τὸ διδόμενον πόρνῃ οὐκ ἀναδίδοται. ἐπειδὴ γάρ ἐστι πόρνη, οὐκ ἐστιν αἰσχρὸν τὸ λαβεῖν αὐτὴν, εἰ καὶ αἰσχρόν ἐστι τὸ εἶναι αὐτὴν πόρνην. Οὔτε τὸ διδόμενόν τινι ἐπὶ τῷ καταμηνῦσαι τὸν κλέπτην ἢ τὸν φυγάδα, εἰ μὴ αὐτὸς ὁ κλέπτης ἢ ὁ κοινωνήσας αὐτῷ ἢ τῷ φυγάδι ἔλαβε τὸ μήνυτρον. εἰ δὲ ἀπὸ τοῦ φυγάδος μου λάβῃς, ἵνα μὴ καταμηνύσῃς αὐτὸν, ἐνέχῃ μοι ὡς κλέπτης. Εἰ δὲ καὶ λάβῃς παρὰ τοῦ δούλου μου, ἵνα μὴ μηνύσῃς τὴν παρ᾿ αὐτοῦ γενομένην κλοπὴν, εἴτε μηνύσῃς εἴτε μὴ, ἀναδίδως ὅπερ ἔλαβες.
10
pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ἐὰν ἑκατέρωθεν τῆς αἰτίας αἰσχρᾶς οὔσης ὁμολογήσω τὶ δοῦναι, ἐναγόμενος μὲν ἔχω παραγραφὴν, καταβαλὼν δὲ οὐκ ἀναλαμβάνω.
11
pr.Ἐν δὲ τῷ ἡ΄ κεφ. Τὸ ἐπὶ αἰσχρᾷ αἰτίᾳ ἑκατέρων διδόμενον, τοῦ τε λαμβάνοντος καὶ τοῦ παρέχοντος, οὐκ ἀναστρέφεται.
12
pr.Ἐν δὲ τῷ ί κεφ. Ὁσάκις τοῦ λαμβάνοντος οὐχὶ καὶ τοῦ διδόντος ἐστὶν αἰσχρότης, εἰ καὶ παρακολουθήσει ἡ αἰτία, τὸ δοθὲν ἀναστρέφεται μόνον, οὐ μὴν καὶ τόκοι δίδονται. ὡς ἐπὶ τοῦ λαβόντος χρήματα κλέπτου, ἐφ᾽ ᾧ ἀποκαταστῆσαι ἅπερ ἔκλεψεν, ἢ ἐπὶ τοῦ ἀπελάσαντος πρόβατα.
13
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ὁ εἰδὼς πορνεύεσθαι τὴν γυναῖκα, καὶ σιωπῶν, πορνοβοσκίαν ποιεῖ. τὰ δὲ ἐπὶ αἰσχρᾷ αἰτίᾳ τοῦ διδόντος ἐπερωτηθέντα, εἰ καὶ μετὰ καταβολὴν οὐκ ἀναστρέφονται, ὅμως ἀπαίτησιν οὐκ ἔχουσιν.
14
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ὁ λαβὼν χρήματα ἐπὶ τῷ ἀποκαταστῆσαι ἅπερ ἔκλεψεν, ἐπειδὴ αὐτοῦ μόνου αἰσχρότης εὑρίσκεται, μεθοδευόμενος ὀφείλει ταῦτα ἀποκαταστῆσαι.
15
pr.Ἀνάγν. καὶ τί. ς'΄, οὗτινος ἐν τῷ μη΄ κεφ. φησί· Τὸ δι᾽ αἰτίαν προλαβοῦσαν δοθὲν, κἂν διέψευσται, οὐκ ἀπαιτεῖται· τὸ δὲ διὰ μέλλουσαν ἀπαιτεῖται μὴ γινομένης τῆς αἰτίας.
16
pr.Ἐν δὲ τῷ μθ΄ κεφ. Τὸ καταβαλλόμενον ἐξ αἰτίας μὴἐῤῥωμένης, ἢ μὴ ἐχούσης ἀποτέλεσμα, ἀναλαμβάνεται.
17
pr.Ἐν δὲ τῷ ξδ ' κεφ. θέμ. δ΄· Τὸ διὰ πρᾶγμα διδόμενον, οἷον ἵνα τόδε ποιήσῃς, εἰ οὐ ποιήσεις, ἀναλαμβάνεται.
18
pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ λαβὼν χρήματα πρὸς τὸ συκοφαντῆσαι ἢ μὴ συκοφαντῆσαί τινα ἐνέχεται εἴσω μὲν ἐνιαυτοῦ εἰς τὸ τετραπλοῦν, μετὰ δὲ ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν. Χώρα δὲ τῇ ἀγωγῇ ἐπὶ χρηματικῶν καὶ ἐγκληματικῶν αἰτιῶν.
19
pr.Ἐν δὲ τῷ β΄ κεφ. Λαμβάνειν χρήματα λέγεται καὶ ὁ ἀντὶ χρημάτων ἄλλο τὶ λαμβάνων, καὶ ὁ ἀγωγῆς ἐλευθερούμενος, ἢ δῶρον ἐν χρήσει λαμβάνων χρήματα, ἢ μισθούμενος, ἢ ἀγοράζων ἥττονος, καὶ ὁ ἑτέρῳ δοθῆναι κελεύων, καὶ ὁ τὸ ἑτέρῳ δοθὲν ὀνόματι αὐτοῦ δεκτὸν ἡγούμενος.
20
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ἐάν τις δῷ ἵνα συκοφαντηθῶ, οὐκ αὐτὸς ἀλλ᾽ ἐγὼ τὴν ἀνάληψιν ἔχω. εἰ δὲ κἀγὼ δέδωκα ἵνα μὴ συκοφαντηθῶ, τὰς δύο ἀγωγὰς ἔχω. Αὕτη ἡ ἀγωγὴ κληρονόμῳ οὐ δίδοται. ἀρκεῖ γὰρ αὐτῷ ἀναλαβεῖν, εἴ τι δέδωκεν ὁ τελευτήσας.
21
pr.Ὁ δὲ κληρονόμος τοῦ λαβόντος᾽ εἰς τὸ περιελθὸν ἐνέχεται. τὰ γὰρ αἰσχρὰ κέρδη μεθοδεύονται οἱ κληρονόμοι, εἰ καὶ τὰ ἐγκλήματα σβέννυται· ὡς ἐπὶ τοῦ πλαστοῦ, καὶ τοῦ δοθέντος δικαστῇ ἐπὶ τῷ κεχαρισμένως ψηφίσασθαι, καὶ ἐπὶ τῶν ἄλλων αἰσχρῶν κερδῶν. Ἔξωθεν τῆς παρούσης ἀγωγῆς τῆς τὸ διπλοῦν ἀπαιτούσης ἁρμόζει ἀπαίτησις, ἐὰν μόνου τοῦ λαμβάνοντός ἐστιν αἰσχρότης. εἰ γὰρ καὶ τοῦ δεδωκότος, κρείττων ἐστὶν ὁ νεμόμενος.
22
pr.Ἐν δὲ τῷ ς ' κεφ. Εἰ μὲν ἐγὼ δέδωκα ἐπὶ τῷ [μή] συκοφαντηθῆναι, ὁ ἐνιαυτὸς ἀριθμεῖται ἀφ᾽ οὗ δέδωκα, [εἴπερ εὐχέρειαν ἔσχον ἐνάγειν]. εἰ δὲ ἄλλος δέδωκεν ἐπὶ τῷ [μή] συκοφαντηθῆναί με, ἀφ᾽ οὗ τὴν δόσιν ἐγὼ γνῶ.
23
pr.Ἐὰν ἄλλος δῷ ἵνα μὴ συκοφαντηθῶ, εἰ μὲν κατὰ ἐντολήν μου δέδωκεν, ἢ ὁ γενικός μου φροντιστὴς ἤ τις ἄλ λος πραγμάτων φροντίδα πράττων καὶ δεκτὸν ἡγήσομαι, ἐγὼ δοκῶ δεδωκέναι. εἰ δὲ κατὰ συμπάθειαν δέδωκέ τις καὶ μὴ δεκτὸν ἡγήσομαι, καὶ αὐτὸς ἀναλαμβάνει κἀγὼ εἰς τὸ τετραπλοῦν ἐνάγω.
24
pr.Ἐν δὲ τῷ ἡ΄ κεφ. Ὁ λαβὼν ἐν προσχήματι ἐγκλήματος, μὴ ἀποδειχθέντος, ἐντὸς μὲν ἐνιαυτοῦ εἰς τὸ τετραπλοῦν ἀπαιτεῖται, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν ὑπόκειται, καὶ πρὸς τὸ ἁμάρτημα τιμωρεῖται.
25
pr.Ἀνάγν. καὶ τί. λθ ' κεφ. α΄ καὶ τί. μγ΄, ἐν ᾧ διαλαμβάνεται περὶ δωροδοκούντων τε καὶ δωροδοκουμένων· οὗτινος ἐν τῷ α κεφ. φησίν· Ὁ ῥεπετοῦνδις ἁρμόζει κατὰ τῶν λαβόντων ἐν ἀρχῇ χρήματα.
26
pr.Ἁρμόζει δὲ ἡ ἀγωγὴ καὶ κατὰ κληρονόμων ἐντὸς ἐνιαυτοῦ μετὰ θάνατον τοῦ κατηγορουμένου.
27
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ὁ τῷ νόμῳ τούτῳ καταδικαζόμενος οὔτε μαρτυρεῖν· οὔτε δικάζειν οὔτε συνηγορεῖν δύναται.
28
pr.Ἐν δὲ τῷ ς ' κεφ. Καὶ οἱ πολιτικοὶ ἄρχοντες πάσης ἀπεχέσθωσαν ῥυπαρίας, καὶ προφάσει δώρων μηδὲν λαμβανέτωσαν.
29
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ἡ ποινὴ τοῦ νόμου ἐξτραορδιναρία ἐστὶ, καὶ ὡς ἐπίπαν ἐξορίαν καταδικάζει· ἔσθ᾽ ὅτε δὲ καὶ σφοδρότερον. ἐὰν γὰρ ἐπὶ χρήμασιν ἢ κατὰ θερμότητα φονεύσῃ τὶς τὸν ἀναίτιον, κεφαλικῶς τιμωρεῖται ἢ περιορίζεται.
30
pr.Ἐν δὲ τῷ η΄ κεφ. Ἐὰν παρὰ τὸν νόμον δωρηθῇ τι ἄρχοντι, ἢ πραθῇ πλείονος ἢ ἥττονος, οὔτε ἡ πρᾶσις ἔῤῥωται, οὔτε τὸ δοθὲν διὰ χρήσεως δεσπόζεται, ἕως ἂν ὑποστρέψῃ πρὸς τὸν δόντα ἢ τὸν κληρονόμον αὐτοῦ.