IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.31

Περὶ διεκδικητῶν καὶ συνδίκων ὁμάδος ἢ πόλεως. (διεκδικηταὶ δὲ λέγονται πάντες οἱ διεκδικοῦντες καὶ φροντίζοντες, εἴτε διοικηταὶ εἴτε ἐπίτροποι εἴτε κουράτορες εἴτε προκουράτορες εἴτε ἐντολεῖς εἰσι. διεκδικεῖν γάρ ἐστι τὸ τὰ αὐτὰ ποιεῖν, ἅπερ καὶ ὁ πρωτότυπος ἐποίει παρών. καὶ δίδωσιν ὁ τοιοῦτος καὶ τὴν ἐπὶ τῇ ὑποθέσει ἱκανοδοσίαν καὶ ἀσφάλειαν. οὐδεὶς γὰρ ἀλλοτρίαν δίκην ἄνευ ἱκανοδοσίας διεκδικεῖν δοκεῖ, εἰ καί ἐστιν ὑπατικός. ουτε δὲ γυνὴ οὔτε στρατιώτης ἀξιόχρεώς ἐστιν εἰς τὸ διεκδικεῖν, οὔτε ὁ κατηγορηθεὶς ἐπὶ ἐγκλήματι πρὸ ἀθωώσεως.)

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. η΄ τί. β΄, οὗτινος ἐν τῷ οδ΄ κεφ. φησίν· Ὁ ἐνάγων ἤτοι σύνδικος τῆς πόλεως οὐ δύναται πρᾶγμα πολιτικὸν κινεῖν διὰ διοικητοῦ.

2

pr.Ἐν δὲ τῷ οβ΄ κεφ. Διεκδικῶν τις τὸν ἀγοραστὴν ἐναγόμενον περὶ τοῦ πράγματος προέτρεπε τὸν πράτην διεκδικεῖν. καλῶς ἐπιζητεῖ παρ᾽ αὐτοῦ τὴν ἱκανοδοσίαν ὁ πράτης, μήποτε δοθῇ μὲν τὸ πρᾶγμα τῷ ἐνάγοντι, ἐλθὼν δὲ ὁ ἀγοραστὴς ἀποσπάσῃ αὐτὸ, καὶ ἀναγκασθῇ πάλιν ὁ πράτης διεκδικεῖν.

3

pr.Ἐν δὲ τῷ οθ ' κεφ. Ὁ κατηγορηθεὶς ἐπὶ ἐγκλήματι οὐ δύναται δίκην ἀλλοτρίαν καταδέχεσθαι, πρὶν καθάρῃ ἑαυτὸν καὶ φανῇ μηδὲν ἡμαρτηκώς.

4

pr.Ἐν δὲ τῷ ρβ΄ κεφ. Ὁ δοθεὶς σύνδικος ἀπὸ πόλεως ἢ ὁμάδος οὐ δοκεῖ δεδόσθαι παρὰ πολλῶν. οὐ γὰρ τὸ καθ ' ἕκαστον πράττει, ἀλλὰ τῇ κοινότητι.

5

pr.Ἐν δὲ τῷ ρε κεφ. Ὁ τῆς ὁμάδος· σύνδικος οὐ δίδωσιν ἐνάγων τὴν ἱκανοδοσίαν, εἰ μὴ ἀμφιβάλλεται ἡ ἐπ᾿ αὐτῷ ψῆφος. διεκδικεῖν δὲ ἀναγκάζεται· τάξιν γὰρ ἐπέχει προκουράτορος. καὶ οὐ δίδοται αὐτῷ ἱκανοδοσία, εἰ μὴ ἐναγωγὴ ἰδία ἐστί. καὶ καλῶς ἀντιφωνεῖται.

6

pr.Ἀνάγν. καὶ βι. θ΄ τί. ί καὶ ια΄, ἐν οἷς φησι περὶ τῆς παρὰ τῶν διεκδικητῶν διδομένης ἱκανοδοσίας, καὶ ἧς αὐτοὶ λαμβάνουσιν.

7

pr.Ἀνάγν. καὶ βι. ί τί. δ΄ κεφ. μέ, ἐν ᾧ φησιν· Ἐάν τις ἑκουσίως διεκδικήσῃ νέον καὶ καταδικασθῇ, ἐνέχεται τῇ καταδίκῃ, καὶ οὔτε αὐτὸς βοηθεῖται, οὔτε ὁ νέος ἀποκαθίσταται.

8

pr.Ἀνάγν. καὶ βι. ιε τί. δ΄ κεφ. ιβ΄.