IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.32

Περὶ δικαιοσύνης.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. β΄ τί. α΄ κεφ. ί, ἐν ᾧ φησι· Δικαιοσύνη ἐστὶ σταθηρὰ καὶ διηνεκής βούλησις ἑκάστῳ τὸ ἴδιον ἀπονέμουσα δίκαιον.

2

pr.Καὶ κεφ. ια΄, ἐν ᾧ φησι· Δίκαιον λέγεται καὶ τὸ ἀεὶ καλὸν καὶ δίκαιον, ὡς τὸ φυσικὸν νόμιμον. λέγεται δίκαιον καὶ τὸ πᾶσι τοῖς ἐν πόλει ἢ τοῖς πλείοσι χρήσιμον ὂν, ὡς τὸ δίκαιον πολιτικόν. λέγεται δίκαιον καὶ ἡ τοῦ ἄρχοντος ψῆφος, κἂν παράνομος εἴη. καὶ ὁ τόπος, ἐν ᾧ δικαιοδοτεῖ, σωζομένης τῆς μεγαλειότητος τῆς ἀρχῆς καὶ τοῦ ἔθους τῶν πατέρων.