JGR V 4.33
Περὶ δικαστῶν καὶ δικαιοδοσίας αὐτῶν, καὶ τάξεως καὶ παρέδρων αὐτῶν, καὶ περὶ αἱρετῶν δικαστῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ζ ' τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Μηδέποτε χωρὶς τῶν ἀρχόντων οἱ σύμπονοι δικαζέτωσαν τὰ ἐκείνων τιθέντες ὀνόματα.
2
pr.Ἐν δὲ τῷ β΄ κεφ. Μηδεὶς ἅμα καὶ συνηγορείτω καὶ ἑτέροις συνεδρευέτω, ἢ καὶ δυσὶ κατὰ ταὐτὸν ἄρχουσι συμπονείτω, μηδὲ εἰ μετά τινος αὐτὸς πρᾶγμα μετέρχεται μηχανῆς, ἀλλ᾽ ἐκβαλλέσθω τῶν συνηγόρων· προσέτι καὶ ταῖς λαργιτίωσι λίτραν καταβαλλέτω χρυσοῦ καὶ βασιλικῆς πειρώμενος κινήσεως '.
3
pr.Ἐν δὲ τῷ γ ' κεφ. θέμ. β΄. Θεσπίζομεν, τὰς μὲν προκατάρξεις ἐκ τρόπου παντὸς παρ᾽ αὐτοῖς γίνεσθαι τοῖς ἄρχουσιν, εἴτε μείζους εἴτε ἐλάττους εἶεν· ἀλλὰ καὶ ἐν μέσαις ταῖς δίκαῖς εἰσάγεσθαι πάλιν παρ᾿ αὐτοῖς πρὸς ἅπαξ γοῦν τὴν ὑπόθεσιν, ὥστε αὐτοὺς τὰ προηγωνισμένα μαθεῖν. ἐπειδὰν δὲ αὐτοτελὴς ἀπόφασις ἐκφέρεσθαι μέλλοι, κατὰ μηδένα τρόπον τολμᾷν τοὺς παρέδρους χωρὶς τῶν ἀρχόντων ἀκούειν· ἀλλὰ μετὰ τῆς προσηκούσης σεμνότητος, ἣν ἤδη διετάξαμεν, τῶν θείων προκειμένων λογίων αὐτοὺς τοὺς ἄρχοντας καὶ ἀκούειν τῶν ἠγωνισμένων ἁπάντων ἐφεξῆς, καὶ κρίνειν τὰς ὑποθέσεις αὐτοὺς, καὶ δέχεσθαι τὰς ἐφέσεις (εἴπερ τὶς ἐφίει) χωρὶς ἁπάσης ὑπερθέσεως, ἔνθα ὁ νόμος τοῦτο γίνεσθαι συγχωρεῖ. καὶ αὖθις τοὺς ἐφέτας ἐκ τρόπου παντὸς δι᾽ ἑαυτῶν ἀκροᾶσθαι τῶν ὑποθέσεων, οὐδενὸς ἑτέρως πράττειν τολμῶντος.
4
pr.Ἐν δὲ τῷ ζ ' κεφ. Περὶ τοῦ μὴ προχείρως καὶ σὺν ἀνάγκῃ γίνεσθαι τὰς προκατάρξεις, ἀλλ᾽ ἔχειν τὴν τῶν κ ἡμερῶν προθεσμίαν.
5
pr.Ἐν δὲ τῷ ια καὶ ιβ ' καὶ ιγ ' κεφ. φησί· Περὶ τοῦ τέμνεσθαι τὰς δίκας κατὰ τοὺς γενικοὺς νόμους, καὶ μήτε πραγματικὸν τύπον μήτε βασιλικὸν ἔγγραφον ἢ ἄγραφον κέλευσιν, τυποῦσαν ὅπως δέοι τὴν ἀρχθεῖσαν δίκην ἐξετάζειν, κρατεῖν.
6
pr.Ἐν δὲ τῷ η΄ κεφ. φησὶ περὶ αἱρετῶν δικαστῶν,
7
pr.Ἀνάγν. καὶ τί. β΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τὸ αἱρετὸν δικαστήριον ἔοικε προσφόρῳ δικαστηρίῳ, καὶ ἀνήκει πρὸς τὸ περατοῦσθαι τὰς δίκας.
8
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Αἱρετὸς δικαστής ἐστιν ὁ δικαστοῦ τάξιν ἀναδεξάμενος, καὶ ἐπαγγειλάμενος ψήφῳ τεμεῖν τὸ φιλονεικούμενον, οὐ μὴν ὁ παρεμβαλὼν ἐφ᾽ ᾧ συμβουλῇ τὴν δίκην ἀπαλλάξαι.
9
pr.Ἐν δὲ τῷ κ΄ κεφ. Κἂν ' πλανηθῇ ἐν τῷ ψηφίζεσθαι, οὐ διορθοῦται. ψηφισάμενος γὰρ πέπαυται εἶναι δικαστής.
10
pr.Ἐν δὲ τῷ κβ΄ κεφ. θέμ. ζ΄. Οὐκ ὤφειλον πειθαρχεῖν τῷ αἱρετῷ δικαστηρίῳ οἱ δικαζόμενοι ἄσχημόν τι προσ- τάσσοντι.
11
pr.Ἐν δὲ τῷ κζ ' κεφ. Εἴτε δικαία εἴτε ἄδικός ἐστιν ἡ τοῦ αἱρετοῦ ψῆφος, ἐμμένειν αὐτῇ δεῖ.
12
pr.Ἐν δὲ τῷ λα΄ κεφ. Κωλύεται ὁ αἴρετὸς δικαστὴς ψηφίζεσθαι ἐπὶ ἀτιμοποιῷ ἐξ ἁμαρτήματος ἀγωγῇ ἢ δημοσίῳ ἐγκλήματι κἂν ψηφίσηται, οὐχ ἁρμόζει ἀπαίτησις. οὔτε περὶ καταστάσεως ἐλευθερίας ἢ εὐγενείας, οὔτε εἰ λέγεται ἀπὸ φειδικομίσσου ἐλευθερία χρεωστεῖσθαι, οὔτε περὶ ὀρφανικῆς ἀγωγῆς.
13
pr.Ἐν δὲ τῷ να κεφ. Ἐὰν ἐμπροθέσμως μὴ δυνάμενος ψηφίσασθαι ὁ αἱρετὸς δικαστὴς ἐπεκτείνῃ τὴν προθεσμίαν, ἄδειαν τούτου μὴ λαβὼν, ὁ μὴ πειθαρχῶν οὐχ ὑποπίπτει τῇ ποινῇ.
14
pr.Ἀνάγν. καὶ τί. γ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ἔχων δικαιοδοσίαν καὶ διακατοχὴν δίδωσι, καὶ εἰς νομὴν πέμπει, καὶ ἐπιτρόπους καὶ δικαστὰς δίδωσιν.
15
pr.Ἐν δὲ τῷ ε κεφ. Ὁ οἰκείῳ δικαίῳ καὶ οὐκ ἀλλοτρίῳ ἔχων δικαιοδοσίαν δύναται αὐτὴν ἐντέλλεσθαι.
16
pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Κἂν συμφωνήσω συνελθεῖν παρὰ δικαστῇ ἀπροσφόρῳ, δύναμαι πρὸ τῆς εἰσόδου μεταμέλεσθαι.
17
pr.Ἐν δὲ τῷ λβ ' κεφ. Μηδεὶς ἑαυτῷ δικαζέτω ἢ δικαιοδοτείτω. τοῦτο γὰρ ἄδικόν ἐστιν.
18
pr.Ἀνάγν. καὶ τί. ε΄, οὗτινος ἐν τῷ ιδ΄ κεφ. φησίν· Ὑπεξούσιος ποιῶν παράνομον κρίσιν ἐνέχεται εἰς ὅσον εἶχε πεκούλιον, ὅτε ἐψηφίζετο.
19
pr.Ἐν δὲ τῷ ιε κεφ. Παράνομον κρίσιν ποιεῖ ὁ ἀπατηλῶς εἰς περιγραφὴν τοῦ νόμου ψηφιζόμενος ἐπὶ προφανεῖ ἔχθρα ἢ χάριτι ἢ κέρδει· καὶ δίδωσι τὴν ἀληθῆ τῆς δίκης διατίμησιν.
20
pr.Ἐν δὲ τῷ οβ΄ κεφ. Ἐπὶ τῶν ἰδιωτικῶν πραγμάτων ἤτοι χρηματικῶν δικαστηρίων πατὴρ καὶ υἱὸς ἀλλήλοις καλῶς δικάζουσι. Τὸ γὰρ δικάζειν δημόσιόν ἐστι λειτούργημα.
21
pr.Ἐν δὲ τῷ ος ' κεφ. Οὐ δύναται δικαστὴς εἶναι ὁ μήτε δικαιοδοσίαν ἔχων, μήτε ἀπὸ βασιλέως ἐξουσίαν λαβὼν, μήτε δοθεὶς ἀπὸ τοῦ δυναμένου δοῦναι δικαστὴν, μήτε ἀπὸ νόμου βεβαιούμενος, μήτε αἱρετὸς ὤν.
22
pr.Ἀνάγν. καὶ τί. ς΄, οὗτινος ἐν τῷ ἡ κεφ. φησίν· Ἐπὶ παντὸς πράγματος προτιμάσθω τῆς ἀκριβείας τὸ δίκαιον.
23
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Τῆς ἀκριβείας τῶν νόμων ὁ δικαστὴς φροντιζέτω, μηδὲ τοῖς παρανόμως ῥηθεῖσι παρὰ βασιλέως προσέχων.
24
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Πάντες οἱ ἄρχοντες καὶ οἱ θεῖοι δικασταὶ συντόμως τὰς δίκας τεμνέτωσαν, κἄν τις τῶν δικαζομένων πολλάκις τῷ προσφόρῳ δικαστῇ προσελθὼν μὴ δι᾽ ἀναγκαίαν αἰτίαν ὑπερτεθείη, προσίτω τῷ βασιλεῖ, τὴν ἐκεῖθεν ἀναμένων βοήθειαν.
25
pr.Ἐν δὲ τῷ ιδ ' κεφ. Πάντες οἱ οἱοιδήποτε δικασταὶ ἐκ προοιμίων τῆς δίκης μέχρι τῆς ἀποφάσεως καὶ κατ᾿ αὐτὴν δὲ τῆς ἀποφάσεως τὴν ἀνάγνωσιν προκειμένων τῶν ἁγίων εὐαγγελίων δικαζέτωσαν, τῶν ἑκατέρου μέρους συνηγόρων ἐν αὐτῇ τῇ προκατάρξει ὀμνύντων κατὰ τῶν ἁγίων εὐαγγελίων, ὡς οὔτε παραλείψει σπουδὴν ὑπὲρ τοῦ οἰκείου πρόσφυγος, καὶ ὅτι καλὸν ἡγεῖται τὸ πρᾶγμα καὶ οὐ σύνοιδεν αὐτῷ δικαιολογίαν ψευδῆ. εἰ δὲ καὶ μεταξὺ τῆς διαγνώσεως καταγνῷ τοῦ πράγματος, ἀφιστάσθω, μὴ ἔχοντος ἄδειαν τοῦ δικαζομένου ἕτερον δικολόγον προτρέπεσθαι.
26
pr.Ἀνάγν. καὶ βι. η΄ τί. α κεφ. μή, ἐν ᾧ φησιν· Ὅσα παρὰ των δικαζομένων ἢ τῶν συνηγόρων παραλιμπάνεται, ταῦτα παρὰ τῶν δικαζόντων ἀναπληρούσθωσαν.
27
pr.Ἀνάγν. καὶ βι. νδ΄ τί. ιδ΄ κεφ. ε΄, ἐν ᾧ φησιν· Ὁ δικαστὴς κἂν ἐν ἀγνοίᾳ ποιήσῃ κρίσιν ἰδίαν, ἐνέχεται ὡσανεὶ ἀπὸ πλημμελήματος κρατεῖσθαι τῇ ἰν φακτοὺμ ἀγωγῇ, καὶ εἰς ὃ συνίδοι ὁ δικαστὴς κατακρίνεται.
28
pr.Ἀνάγν. καὶ βι. ζ ' τί. γ ' κεφ. κθ ' καὶ λ΄, ἐν οἷς φησι περὶ χαμαιδικαστῶνς.