IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.34

Περὶ δικαστηρίων δημοσίων τε καὶ ἐγκληματικῶν, καὶ ποῖα μέν εἰσι κεφαλικὰ, ποῖα δὲ οὐ κεφαλικά, καὶ ποῖα ἀτιμοποιά.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ζ΄ τί. ς ' κεφ. ιγ΄, ἐν οἷς φησι· Διὰ διετίας τὰ ἐγκληματικὰ περατούσθωσαν δικαστήρια. ἐπὶ δὲ τῶν χρηματικῶν ὅσης ἂν ποσότητος ἐξ οἱουδήποτε προσώπου ἐφ᾽ οἱασδήποτε αἰτίας (ὑπεξηρημένης μόνον τοῦ δημοσίου ἢ τῶν δημοσίων λειτουργιῶν) μόνῃ τριετίᾳ τὰ τῆς καταδίκης τεμνέσθω ἐπὶ παντὸς οἱουδήποτε δικαστοῦ.

2

pr.Ἀνάγν. βι. ξ΄ τί. λγ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Οὐ πάντα τὰ ἐγκληματικὰ δικαστήρια δημόσιά εἰσιν, ἀλλὰ μόνα τὰ ἀπὸ νόμων δημοσίων καταγόμενα, ὡς τὸ περὶ καθοσιώσεως, τὸ περὶ μοιχείας, τὸ περὶ ἀνδροφόνων καὶ φαρμακῶν, τὸ περὶ πατροκτόνων, τὸ περὶ κλοπῆς ἱερῶν καὶ δημοσίων, τὸ περὶ πλαστογραφίας, τὸ περὶ βίας ἰδιωτικῆς καὶ δημοσίας, τὸ περὶ δωροδοκίας, τὸ περὶ ἀρχόντων ἢ δικαστῶν ἢ καὶ συνέδρων ἐν δίκῃ κεκλοφότων τὸ περὶ ἀννόνας.

3

pr.Ἐν δὲ τῷ β΄ κεφ. Τῶν ἐγκληματικῶν δικαστηρίων τὰ μὲν κεφαλικὰ, ὡς τὰ θάνατον ἐπιφέροντα ἢ περιορισμὸν, δι᾽ ὧν ἡ κεφαλὴ ἀπὸ τῆς πολιτείας ἐξαιρεῖται· τὰ γὰρ ἄλλα οὐ περιορισμοί, ἀλλ᾽ ἐξορίαι κυρίως λέγονται· τὰ δὲ οὐ κεφαλικὰ, ὡς τὰ ἔχοντα χρηματικὴν ποινὴν ἢ σωματικὸν σωφρονισμόν.

4

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ἐν τοῖς ἐγκληματικοῖς δικαστηρίοις οὔτε κατηγορεῖν οὔτε κατηγορεῖσθαι διὰ ἐντολέως δυνατόν. ἀλλ᾽ οὔτε ἐκκαλεῖσθαι· μετὰ δὲ προκάταρξιν δυνατὸν διδόναι ἐντολέα.