IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.1

Περὶ ἐγγυητῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ζ΄ τί. β΄ κεφ. λέ καὶ τί. ιδ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἐπὶ τῆς παραστάσεως εὔπορος νοεῖται ἐγγυητὴς οὐ μόνον ἐκ τῆς οὐσίας, ἀλλὰ καὶ ἐκ τῆς εὐχερείας τοῦ ἐνάγεσθαι.

2

pr.Ἀνάγν. καὶ τί. ις΄, οὗτινος ἐν τῷ θ ' κεφ. φησίν· Ἐὰν ὁμολογήσω πολλοὺς δούλους παριστᾷν, καὶ τὸν ἕνα μὴ παραστήσω, βεβαιοῦται μὲν εἰς ὁλόκληρον ἡ ποινή· διὰ δὲ παραγραφῆς μόνην τὴν ἀναλογίαν τοῦ μὴ παραστάντος δίδωμι.

3

pr.Ἀνάγν. καὶ βι. θ΄ τί. ί ' ', οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Φθαρείσης τῆς δίκης καὶ οἱ ἐγγυηταὶ τῆς ἐπὶ τῇ ἀποπληρώσει τῆς καταδίκης ἱκανοδοσίας ἐλευθεροῦνται.

4

pr.Ἀνάγν. καὶ τί. ια κεφ. ιγ΄, ἐν ᾧ φησιν· Ἡ ἐγγύη τῆς ἱκανοδοσίας εἰς τὸ διαφέρον τῷ ἐπερωτήσαντι ἁρμόζει, τουτέστιν εἰς εἴ τι ἐζημιώθη καὶ εἰς εἴ τι ἠδύνατο κερδάναι.

5

pr.Ἀνάγν. καὶ βι. ί τί. δ΄ κεφ. ιβ΄, ἐν ᾧ φησιν· Ἐὰν ἐγγυήσηται γυνὴ παρὰ ἀφήλικι, εἰ μὲν εὔπορός ἐστιν ὁ χρεώστης, οὐκ ἐνάγεται ἡ γυνή. εἰ δὲ ἄπορός ἐστιν, ἐνάγεται.

6

pr.Ἀνάγν. καὶ τί. ς΄, ἐν ᾧ φησι περὶ ἐγγυωμένων ἀφήλικας.

7

pr.Ἀνάγν. καὶ βι. ιζ΄ τί. α΄ κεφ. λά θέμ. β΄ καὶ βι. ιή τί. ε΄ κεφ. γ ' καὶ κεφ. θ ' θέμ. ε καὶ κεφ. λζ΄ θέμ. β΄, ἐν ᾧ φησιν· Ἀπὸ τῆς ἐγγύης τοῦ δούλου οὐκ ἐνάγεται ὁ δεσπότης, εἰ μὴ εἰς πρᾶγμα τοῦ δεσπότου ἢ τοῦ πεκουλίου ἐγγυήσατο.

8

pr.Καὶ κεφ. μ΄ θέμ. β΄ καὶ δ΄.

9

pr.Ἀνάγν. καὶ βι. κ΄ τί. α΄ κεφ. να καὶ βι. κε τί. δ΄ κεφ. β΄, ἐν ᾧ Ὁ ὑποτιθέμενος ἢ ἐγγυώμενος ὑπὲρ γυναικὸς ἄλλον φησιν· ἐγγυωμένης βοηθεῖται.

10

pr.Ἀνάγν. καὶ βι. κς τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Πάσῃ ἐνοχῇ δύναται προστίθεσθαι ἐγγυητής· Καὶ τῇ περὶ τῶν χρησθέντων καὶ τῇ περὶ τῶν παρατεθέντων ἐνοχῇ, εἰ καὶ δούλῳ ἢ ἀνήβῳ χρησθῇ ἢ παρατεθῇ, καὶ δόλον ἢ ῥᾳθυμίαν εἰς αὐτὸ ποιήσουσιν.

11

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Καὶ ἐπὶ μελλούσῃ ἀγωγῇ δύναται προσλαμβάνεσθαι ἐγγυητής.

12

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. θέμ. θ΄· Ὁ ὑπὲρ ἑτέρου ἑαυτὸν παρεμβάλλων, ἐὰν σκληρότερον ὁμολογήσῃ τοῦ πρωτοτύπου, οὐδ᾽ ὅλως ἐνέχεται. ἐλαφροτέρως δὲ δύναται παραλαμβάνεσθαι, ὡς ἐπὶ ἥττονι ποσότητι, ἢ ὑπὸ ἡμέραν, ἢ ὑπὸ αἵρεσιν, τοῦ ἐναγομένου χωρὶς αἱρέσεως ἐπερωτηθέντος· οὐ μὴν τὸ ἐναντίον.

13

pr.Ἐν δὲ τῷ θ ' κεφ. θέμ. γ '. Ὁ ὑπεξούσιος καλῶς ὑπὲρ πατρὸς ἐγγυᾶται. καὶ γινόμενος γὰρ αὐτεξούσιος εἰς ὅσον ποιήσει ὑπεξούσιος, ἐνέχεται, καὶ ὑπεξούσιος ὢν καταδικάζε-· ται. ὁμοίως καὶ ἐν τῷ οἱ κεφ. φησίν.

14

pr.Ἐν δὲ τῷ λζ ' κεφ. Ἐὰν εἷς τῶν ἐγγυητῶν καταβάλῃ καὶ μὴ ἐκχωρηθῇ τὰς ἀγωγὰς, ὁ ἄλλος οὔτε παρ᾽ αὐτοῦ οὔτε παρὰ τοῦ δανειστοῦ ἐνάγεται.

15

pr.Ἐν δὲ τῷ μ ' κεφ. Ἐὰν νομίσματα δανείσω, οὐ δύναμαι λαβεῖν ἐγγυητὴν ἐφ᾽ ᾧ δοῦναί μοι ὑπὲρ αὐτῶν σῖτον. εἰ μὴ γὰρ εἰς αὐτὸ τὸ δανεισθὲν οὐ προσλαμβάνεται ἐγγυητής. τὰ μὲν γὰρ φορτία καλῶς εἰς νομίσματα ἀποτιμῶνται· τὰ δὲ νομίσματα οὐκ ἀποτιμῶνται εἰς φορτία.

16

pr.Ἐν δὲ τῷ μδ ' κεφ. Ὅτε νόμος ἀνατρέπει τὴν γενομένην πρᾶσιν, καὶ ὁ δοθεὶς ἐπ᾿ αὐτῇ ἐγγυητὴς ἐλευθεροῦται.

17

pr.Ἐὰν ' ἐγὼ καὶ γυνὴ ἐγγυησώμεθα, εἰς ὁλόκληρον ἐγὼ μόνος ἐνέχομαι. εἰ δὲ μετὰ ἀφήλικος ἐγγυήσομαι καὶ ἀποκαταστῇ, τότε εἰς ὁλόκληρον ἐνέχομαι, ὅτε πρῶτος ἐνεγγυησάμην καὶ ὕστερον ὁ ἀφῆλιξ προσελήφθη. εἰ μὴ ἄρα κατὰ δόλον τοῦ δανειστοῦ προσελήφθη· τότε γὰρ οὐ βοηθεῖται ὁ δανειστὴς, ὥσπερ οὔτε ἡνίκα κατὰ δόλον μεταγάγῃ εἰς ἀφήλικα, καὶ ζητεῖ ἀγωγὴν αὐτῷ δοθῆναι κατὰ τοῦ πρώτου χρεώστου.

18

pr.Ἐν δὲ τῷ μς ' κεφ. Ἐκ πολλῶν ἐγγυητῶν ἐὰν ὁ εἷς ὑπὲρ τὸ ἀναλογοῖν αὐτῷ μέρος καταβάλῃ, οὐκ ἀναλαμβάνει. οὐ γάρ ἐστι μὴ χρεωστούμενον.

19

pr.Ἐν δὲ τῷ νζ ' κεφ. Ὁ ὑπὲρ τοῦ μισθωτοῦ ἐγγυώμενος ὑπὲρ ὅλων τῶν καταβολῶν ἐνέχεται. μία γάρ ἐστιν ἐπερώτησις.

20

pr.Ἐν δὲ τῷ νθ ' κεφ. Εἰ καὶ διαμαρτύρηται τῷ δανειστῇ ὁ ἐγγυητὴς ὀχλῆσαι τῷ χρεώστῃ· περὶ τοῦ χρέους ἢ περὶ τοῦ πωλῆσαι τὰ ἐνέχυρα, οὐκ ἔχει ἐναγόμενος παραγραφήν.

21

pr.Ἐν δὲ τῷ ξέ κεφ. Οἱ ἐγγυηταὶ εἰ μὴ εἰς πᾶσαν τὴν ἐνοχὴν ὑπεισέλθωσιν, οὐχ ὑπόκεινται ἐπὶ τόκοις. εἴ τι δὲ καταβάλῃ ὁ ὑπεύθυνος, εἰς τόκους πρῶτον λογίζεται, ὡς ἐπὶ τῶν πιπρασκομένων παρὰ τοῦ δανειστοῦ ἐνεχύρων.

22

pr.Καὶ ἐν τῷ οβ΄ κεφ. Ἐὰν τὸ χρέος μετατεθῇ ἤτοι ἀνακαινισθῇ, ἐλευθεροῦνται καὶ οἱ ἐγγυηταὶ καὶ οἱ μανδάτορες.

23

pr.Ἐν δὲ τῷ πζ΄ κεφ. Ἐὰν ἐγγυήσηταί τις ὅτι παρίστησιν ἐντὸς τοῦδε τοῦ χρόνου τόνδε, ἐπείτοιγε δίδωσι πρόστιμον, φαμὲν, ὅτι κἂν μὴ παραστήσῃ ἐντὸς τῶν ἓξ μηνῶν, δίδοται αὐτῷ ἕτερος τοσοῦτος χρόνος. εἰ δὲ πλείων εἴη ὁ ἐξ ἀρχῆς, ἑξάμηνον μόνον εἰς ὑπέρθεσιν αὐτῷ δίδοται, οὗ ἐντὸς εἰ παραστήσει τὸν πρωτότυπον, οὐκ ἀπαιτεῖ [ται] τὸ πρόστιμον.

24

pr.Ἀνάγν. καὶ τί. β΄, ἐν ᾧ διαλαμβάνεται περὶ τοῦ πρότερον τοὺς δανειστὰς κατὰ τῶν πρωτοτύπων χρεωστῶν χωρεῖν, καὶ ἀπορούντων αὐτῶν κατὰ τῶν ἐγγυητῶν ἀντιφωνητῶν ἢ μανδατόρων· οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Εἴ τις ἀλληλεγγύως ὑπευθύνους λάβῃ τινὰς, εἰ μὲν μὴ προσθείη τὸ δεῖν καὶ ἕνα τούτων εἰς ὁλόκληρον ἐνέχεσθαι, πάντας ἐξίσου τὴν ἀγωγὴν ὑφίστασθαι. εἰ δὲ καί τι τοιοῦ– τον προστεθείη, φυλάττεσθαι μὲν τὸ σύμφωνον, οὐκ εὐθὺς μέντοι τὴν ἀρχὴν ὁλόκληρον ἕκαστον ἀπαιτεῖσθαι, ἀλλὰ τέως μὲν κατὰ τὴν μοῖραν, καθ᾽ ἣν ἕκαστος ἐνέχεται, χωρεῖν δὲ αὐτὸν καὶ κατὰ τῶν λοιπῶν, εἴγε καὶ εὔποροι καθεστῶσι καὶ ἐνδημοῦσι. καὶ εἰ τοῦτο οὕτως ἔχον φανείη, εἰ μὲν εὐπόρως ἔχουσι καὶ παρόντες τύχοιεν, ἐκείνους κινδυνεύειν ἐκπληρῶσαι ἕκαστον εἰς τὸ οἰκεῖον μέρος τὸ ἀλληλεγγύως δανεισθὲν, ἐξ οὗπερ ὅλως ἔνοχοι γεγόνασι, καὶ μὴ τὸ κοινὸν χρέος ἴδιόν τινος γενέσθαι βάρος. εἰ δὲ ἀπόρως ἔχοντες οἱ λοιποὶ φανεῖεν, εἴτε πάντες εἴτε τινὲς, εἴτε εἰς μέρος εἴτε εἰς ὁλόκληρον, ἢ καὶ ἀπόντες τύχοιεν, καὶ εἰς ἐκείνους· ἐνέχεσθαι, ὅπερ λαβεῖν παρὰ τῶν ἄλλων οὐκ ἠδυνήθης.

25

pr.Ἀνάγν. καὶ τί. ε΄ κεφ. λδ΄ θέμ. ε΄.

26

pr.Ἀνάγν. καὶ βι. λέ τί. ιδ ' κεφ. ξή΄, ἐν ᾧ φησιν· ν· Οἱ ἐγγυησάμενοι τὸν ἄνηβον ἐπὶ συναλλάγματι κληρονομιαίῳ βοηθοῦνται ἀφισταμένου αὐτοῦ.

27

pr.Ἀνάγν. καὶ βι. νδ΄ τί. ι κεφ. β΄ θέμ. ζ ' καὶ ἡ΄, ἐν ᾧ φησιν· Ὁ εἰς ὁλόκληρον ἐγγυησάμενος τὸν μισθωσάμενον πολιτικὰ τέλη καὶ εἰς τόκους ἐνέχεται, εἰ μήτι ῥητῶς ἕτερον συνεφωνήθη. εἰ δὲ καὶ περὶ τῆς ἀφορίας τὶ συμφωνηθῇ, ἀκολουθοῦμεν τῇ ἀγαθῇ πίστει.