JGR V 4.42
Περὶ δωρεῶν μεταξὺ ἀνδρῶν καὶ γυναικῶν καὶ κηδεστῶν καὶ ὑπεξουσίων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. καὶ βι. κβ΄ τί. α΄ κεφ. η ', ἐν ᾧ φησιν· Ἐὰν ὁ ἀνὴρ βουλόμενος δωρήσασθαι τῇ γυναικὶ τοιαύτην εὗρε μέθοδον, ἵνα ἀγοράσῃ πρᾶγμα, καὶ γένηται τὸ ἔγγραφον ὡς δῆθεν τῆς γυναικὸς ἀγορασάσης, οὐ πιστεύομεν τῷ ἐγγράφῳ, ἀλλὰ τῇ ἀληθείᾳ. καὶ δύναται ὁ ἀνὴρ ὡς ἀπὸ δωρεᾶς ἀνυποστάτου τὸν ἀγρὸν ἐκδικῆσαι παρὰ τῆς γυναικός.
2
pr.Ἀνάγν. καὶ βι. κθ΄ τί. ε΄ κεφ. μβ΄, ἐν ᾧ φησιν· Ἐὰν ἐν συνισταμένοις τοῖς γάμοις ὁ ἀνὴρ ὡς δωρούμενος τῇ γυναικί τινα προσέθηκε τῇ προικὶ, καὶ ἐτελεύτησεν ἐφησυχάσας τῇ δωρεᾷ, ἐνάγονται οἱ κληρονόμοι ἀναγκαζόμενοι παρασχεῖν ἅπερ ὁ ἀνὴρ ἐδωρήσατο. ἴσχυσε γὰρ τῷ θανάτῳ τοῦ ἀνδρὸς ἡ δωρεά.
3
pr.Ἀνάγν. καὶ βι. λ ' τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Μεταξὺ ἀνδρὸς καὶ γυναικὸς οὐκ ἔῤῥωται ἡ δωρεὰ διὰ τὸν ἔρωτα· Καὶ τοῦ μὴ ἔχειν αὐτοὺς διαζυγίου πρόφασιν, ἐκ τοῦ μὴ δωρεῖσθαι· Καὶ διὰ τὸ μὴ γίνεσθαι τὸν εὔπορον ἄπορον, καὶ τὸν ἄπορον εὔπορον.
4
pr.Ἐν δὲ τῷ β΄ κεφ. Οὐ μόνον ἐπὶ τῶν συνεστώτων γάμων, ἀλλὰ καὶ ἐπὶ τῶν κεκωλυμένων ἀνίσχυροί εἰσι αἱ δωρεαί· ἔνθα τυχὸν συγκλητικοῦ θυγάτηρ ἀπελευθέρῳ γαμηθῇ, ἢ ἐπαρχεῶτις γυνὴ τῷ διοικοῦντι τὴν ἐπαρχίαν. παλλακῇ δὲ δωρεῖσθαι οὐ κεκώλυται. Καὶ οἱ συνυπεξούσιοι τῶν γεγαμημένων, ἐλεύθεροί τε καὶ δοῦλοι, κωλύονται δωρεῖσθαι, καὶ ὑπεξούσιοι τοῖς ὑπεξουσίοις. ὅθεν ἡ γυνή μου τῷ ὑπεξουσίῳ μου υἱῷ οὐκ ἐῤῥωμένως δωρεῖται, εἰ μὴ ἐπὶ στρατόπεδα ἀπιόντι· στρατιωτικὸν γὰρ αὐτοῦ γίνεται. καὶ ὁ ὑπεξούσιός μου υἱὸς ἐκ τοῦ στρατιωτικοῦ πεκουλίου καλῶς δωρεῖται τῇ γυναικί μου. ὁ οὖν ἔχων υἱὸν ὑπεξούσιον καὶ τῇ ἰδίᾳ γαμετῇ καὶ τῇ νύμφῃ δωρεῖσθαι κεκώλυται. Οὔτε ἡ γυνὴ δωρεῖται τῷ ἀνδρὶ, οὔτε ὁ πενθερὸς τῷ γαμβρῷ, οὔτε τοῖς ὑπεξουσίοις αὐτῶν, ἢ τοῖς ἔχουσιν αὐτοὺς ὑπεξουσίους. εἰ δὲ μή ἐστιν ὁ πενθερὸς συνυπεξούσιος τῷ ἀνδρὶ ἢ μὴ ἔχει αὐτὸν ὑπεξούσιον, οὐ κωλύεται δωρεῖσθαι τῷ πενθερῷ καὶ τοῖς ὑπεξουσίοις αὐτοῦ καὶ τῷ ὑπεξούσιον αὐτὸν ἔχοντι. Ἡ πενθερὰ τῇ νύμφῃ καὶ ἡ νύμφη τῇ πενθερᾷ δωρεῖται. οὐ γὰρ ὑπεστι λόγος ὑπεξουσιότητος.
5
pr.Ἐν δὲ τῷ ς ' κεφ. Ἐὰν ἡ γυνὴ τὰ δωρηθέντα αὐτῇ παρὰ τοῦ ἀνδρὸς δαπανήσῃ περὶ συνηθείας προκοπῆς συγγενοῦς αὐτῆς, ἔῤῥωται ἡ δωρεά. πλουσιωτέρα γὰρ οὐ γέγονεν, εἰ καὶ ἤμελλε δανείζεσθαι.
6
pr.Ἐν δὲ τῷ ἡ κεφ. Καλῶς ἀλλήλοις θανάτου αἰτίᾳ δωροῦνται· Εἰς καιρὸν γὰρ ἀναφέρεται, ἐν ᾧ ὁ γάμος παύεται· Καὶ τῷ θανάτῳ τοῦ δωρησαμένου γίνεται τοῦ λαβόντος. ἐν δὲ τῷ μεταξὺ τοῦ δωρησαμένου ἐστί. Πᾶσα δὲ δωρεὰ θανάτου αἰτίᾳ μεταξὺ τῶν συνοικούντων ἔῤῥωται, κἂν μὴ τοιαύτῃ διαθέσει γένηται, ὥστε μετὰ τὸ τελευτῆσαι τὸν δωρησάμενον γενέσθαι τὸ πρᾶγμα τοῦ ἄλλου.
7
pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Εἴτε θανάτου αἰτίᾳ εἴτε ἁπλῶς δωρήσομαι τῇ γαμετῇ μου ἀλλότριον πρᾶγμα, διὰ χρήσεως κυριεύει αὐτοῦ. τότε γὰρ ἡ δωρεὰ ἐμποδίζεται, ὅτε καὶ ὁ λαμβάνων κερδαίνει, καὶ ὁ δωρούμενος· οἴκοθεν ζημιοῦται.
8
pr.Αἱ μεταξὺ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐῤῥωμέναι δωρεαὶ, τυχὸν αἱ θανάτου καὶ διαζυγίου αἰτίᾳ, προβαίνουσι καὶ μεταξὺ πενθεροῦ καὶ νύμφης.
9
pr.Ἐν δὲ τῷ κ΄ κεφ. Αἱ πρὸ τοῦ γάμου δωρεαὶ ἰσχύουσι, κἂν ἐν αὐτῇ τῇ ἡμέρᾳ γαμηθῶσιν.
10
pr.Ἐν δὲ τῷ λα΄ κεφ. Τὰ τῷ ἀνδρὶ παρὰ τῆς γυναικὸς δωρούμενα διὰ τὸ τυχεῖν αὐτὸν ἀξίας ἔῤῥωται μέχρι τοῦ προχωροῦντος ποσοῦ.
11
pr.Ἐν δὲ τῷ μδ κεφ. Οὐ καλῶς ὁ πενθερὸς δωρεῖται τῇ νύμφῃ ἢ τῷ γαμβρῷ θανάτου αἰτίᾳ. κἂν γὰρ ὁ πενθερὸς ἀποθάνῃ, μένει τὸ συνοικέσιον, καὶ ἀδιάφορον εἴτε τὸν υἱὸν εἴτε τὴν θυγατέρα ἀπόκληρον ἐποίησε. διαζυγίου δὲ χάριν καλῶς δωρεῖται.
12
pr.Ἐν δὲ τῷ να κεφ. Ὁ πατρωὸς καὶ ὁ προγονὸς καλῶς ἀλλήλοις δωροῦνται.
13
pr.Ἐν δὲ τῷ νς ' κεφ. Ἐὰν ὁ ἀνὴρ δωρησάμενος τῇ γυναικὶ τελευτήσῃ ἐφησυχάσας τῇ δωρεᾷ, βεβαιοῦται ἡ δωρεά. ὅθεν εἰ ὁ δημόσιος ὡς ἀκληρονόμητον διαδέξεται τὸν ἄνδρα, οὐ δύναται τὰς δωρεὰς ἀνατρέπειν.
14
pr.Ἐν δὲ τῷ νθ΄ κεφ. Οὐδὲ οἱ ἔχοντες ὑπεξουσίους τὸν ἄνδρα καὶ τὴν γυναῖκα, οὐδὲ οἱ ὑπεξούσιοι τοῦ ἀνδρὸς ἢ τῆς γυναικὸς δύνανται ' ἀλλήλοις δωρήσασθαι· τουτέστιν οὐδὲ ὁ πενθερὸς τῷ συμπενθέρῳ, οὐδὲ ὁ υἱὸς τοῦ ἀνδρὸς δούλῳ τῆς γυναικὸς δωρήσασθαι δύναται.
15
pr.Ἐν δὲ τῷ ογ ' κεφ. Ἐὰν γυνὴ ἐν συνισταμένῳ τῷ γάμῳ δωρήσηται τῇ ἰδίᾳ θυγατρὶ, ἔῤῥωται [ἡ δωρεά].
16
pr.Ἐν δὲ τῷ οἱ κεφ. Δύναται ὁ ἀνὴρ δωρήσασθαι τῇ γυναικὶ δοῦλον, ἵνα λαβοῦσα αὐτὸν ἐλευθερώσῃ.
17
pr.Ἐν δὲ τῷ ος ' κεφ. Ἡ πενθερὰ καλῶς δύναται δωρήσασθαι τῷ γαμβρῷ.
18
pr.Ἀνάγν. καὶ βι. να΄ τί. δ΄ κεφ. ι. ἀνάγν. καὶ τὸν περὶ γαμικῶν δωρεῶν τί., ὅστις προείρηται. περὶ δωρεῶν μνηστείας εὑρήσεις ἐν τῷ περὶ μνηστείας.