IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.41

Περὶ δωρεῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. μζ΄, οὗτινος ἐν τῷ α΄ τί. διαλαμβάνεται περὶ τῶν ἐν ζωῇ δωρεῶν, καὶ τίνες δύνανται δωρεῖσθαι, καὶ τίνες οὐ δύνανται. ἐν δὲ τῷ δ΄ κεφ. τοῦ αὐτοῦ τί. φησί· Καὶ ἡ ἄσεμνος δωρεὰ ἔῤῥωται, οἷον εἰς πόρνην.

2

pr.Ἐν δὲ τῷ ζ ' κεφ. Ὑπεξούσιος κἂν ἐπιτραπῇ τὸ πεκούλιον διοικεῖν, οὐ καλῶς δωρεῖται ἄνευ εὐλόγου αἰτίας, εἰ μὴ καὶ τοῦτο ἐπετράπη, ἢ ἀξιωματικὸς ὢν οὐκ ἐκωλύθη δωρεῖσθαι. Θανάτου δὲ αἰτίᾳ μὴ δωρείσθω ἄνευ γνώμης πατρὸς, κἂν ἐπετράπη δωρεῖσθαι γενικῶς· εἰ μὴ ἰδιόκτητον ἔχει πεκούλιον ἢ ὡσανεὶ ἰδιόκτητον.

3

pr.Ἐν δὲ τῷ ι κεφ. Ἡ δωρεὰ δεσπότην ὀφείλει ποιεῖν τὸν λαμβάνοντα. Οὐ καλῶς δέ τις δωρεῖταί τινι, ὅπερ οὐ δύναται κτήσασθαι.

4

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ὁ ἀπὸ δωρεᾶς ἐνεχόμενος μέχρις εὐπορίας καταδικάζεται· καὶ ὑπεξαιρεῖ ὅσα χρεωστεῖ δανεισταῖς, εἰ μὴ καὶ αὐτοῖς ἀπὸ δωρεᾶς χρεωστεῖ.

5

pr.Ἐν δὲ τῷ κ ' κεφ. Τὸ ὑπὲρ αἰτίας προλαβούσης δοῦναι οὔκ ἐστι δωρεά. οἷον ὅτι συνηγόρησά σοι, ἢ ὅτι τῇ σπουδῇ μου ἐχρήσω.

6

pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Ὁ δωρούμενος οὐ δίδωσι τόκους ἀπὸ ὑπερθέσεως. οὐ γάρ ἐστιν ἡ δωρεὰ τῶν καλῇ πίστει.

7

pr.Ἐν δὲ τῷ λα κεφ. Ὅπερ δωρήσομαι τῇ παλλακῇ μου, οὐκ ἀνατρέπω, κἂν ὕστερον αὐτὴν νομίμως ἀγάγωμαι. Ἐὰν δωρήσομαι τῷ ὑπεξουσίῳ μου, καὶ ποιῶν αὐτὸν αὐτεξούσιον μὴ ἀφέλωμαι τὸ πεκούλιον, βεβαιοῦται ἡ δωρεά.

8

pr.Ἐν δὲ τῷ λς ' κεφ. Ἐάν τινα ῥύσομαι ἀπὸ λῃστῶν ἢ πολεμίων, καὶ ὑπὲρ τούτου δωρήσηταί μοί τι, ἔῤῥωται, κἂν ὑπερβαίνῃ τὸ νόμιμον μέτρον.

9

pr.Ἐν δὲ τῷ με κεφ. Οὐδεὶς ἀγνοῶν ἢ ἄκων δωρεῖται. ὥστε οὖν κἂν περιέχῃ τὸ ἔγγραφον ὅτι συνήνεσα, οὐδὲν βλάπτομαι, ἐπειδὴ ἡ ἀλήθεια ἄλλως ἔχει.

10

pr.Ἐν δὲ τῷ με κεφ. Δύναται κοινωνὸς ἐξ ἀδιαιρέτου τὸ μέρος αὐτοῦ δωρεῖσθαί τινι.

11

pr.Ἐν δὲ τῷ ν ' κεφ. Ἅπερ ἐδωρήσω τοῖς αὐτεξουσίοις ἤγουν ὑπεξουσίοις οὖσι πρότερον, οὐ δύνασαι λαμβάνειν αὐτά. εἰ δὲ οὕτως αὐτοὺς ἐλευθέρωσας, ὥστε ἀφαιρῆσαι τὰ δοθέντα, σά ἐστι λοιπὸν, καὶ οὐδὲ ἄκοντός σου δύνανται κατασχεῖν.

12

pr.Ἐν δὲ τῷ νε΄ κεφ. Τῆς προικὸς ἐν τῷ γάμῳ ὁ ἀνὴρ κύριος. οὐκοῦν ἡ γυνὴ οὐ δύναται αὐτὴν δωρεῖσθαι.

13

pr.Ἐν δὲ τῷ ξα κεφ. Ὁ δωρούμενος πρᾶγμα ἢ εἰς προῖκα διδοὺς ἢ πιπράσκων, καὶ τὴν χρῆσιν τῶν καρπῶν παρακατέχων, κἂν μὴ ἐπερωτήσῃ, οὐδὲν ἧττον παραδεδωκέναι αὐτὸ δοκεῖ.

14

pr.Ἐν δὲ τῷ ξγ ' κεφ. Πᾶσα δωρεὰ ἁπλὴ ἕως φ ' νομισμάτων οὖσα ἰσχυέτω καὶ ἀνεμφάνιστος οὖσα. εἰ δὲ πλεῖον εἴη, τὸ ὑπέρπλεον μὴ ἰσχυέτω· ἐξῃρημένων τῶν βασιλικῶν δωρεῶν, καὶ τῶν εὐσεβείας λόγῳ γινομένων, καὶ τῶν εἰς μνηστὴν διδομένων. εἰ δὲ μὴ εἴη ἐν χρήμασιν, ἀλλ᾽ ἐν πράγμασι κινητοῖς ἢ ἀκινήτοις, διατιμάσθω. καὶ εἰ μὲν μὴ ὑπερβαίνει τὸ ποσὸν, ἐῤῥώσθω· εἰ δὲ ὑπερβαίνει, τὸ περιττὸν ἀνίσχυρον ἔστω. ὁ δὲ τὸ πλεῖον ἔχων, δότω τῷ ἄλλῳ τὸν ἀπαργυρισμὸν· τοῦ ὑπερβαίνοντος. εἰ δέ τις ἐν διαφόροις χρόνοις δωρεὰς ἐποιήσατο πολλὰς εἰς τὸ αὐτὸ πρόσωπον, πολλὰς δεῖ νοεῖν αὐτὰς, οὐ μὴν συλλαμβάνειν πάσας καὶ λέγειν ὅτι ἀνεμφάνιστος οὐκ ἰσχύει ὡς μία οὖσα.

15

pr.Ἐν δὲ τῷ β΄ τί. διαλαμβάνεται περὶ δωρεῶν ἀνατρεπομένων καὶ μὴ ἀνατρεπομένων· οὗτινος ἐν τῷ δ΄ κεφ. φησί· Τὴν καλῶς γενομένην δωρεὰν οὐδὲ ἀπὸ θείας· ἀντιγραφῆς ἀνατρέπει τίς.

16

pr.Ἐν δὲ τῷ ἐ κεφ. Ἡ μήτηρ τότε ἀνατρέπει τὰς τοῦ παιδὸς δωρεάς, ὅτε μὴ δευτερογαμήσει καὶ ἀχάριστον αὐτὸν δείξει.

17

pr.Ἐν δὲ τῷ η΄ κεφ. Ἐὰν πάτρων τῷ ἀπελευθέρῳ χαρίσηται πάντα τὰ πράγματα ἢ μέρος αὐτῶν, εἶτα τελευταῖον παῖδας σχοίη, πάντα πάλιν εἰς αὐτὸν ὑποστρέφει τὰ πράγματα καὶ ἐν τῇ αὐτοῦ ἐξουσίᾳ μένει.

18

pr.Ἐν δὲ τῷ θ ' κεφ. Αἱ δωρεαὶ αἱ γινόμεναι παρὰ τῶν ἀνιόντων εἰς κατιόντας αὐτεξουσίους οὐκ ἀνατρέπονται, εἰ μὴ ἀχάριστοι περὶ αὐτοὺς γένωνται οἱ λαμβάνοντες.

19

pr.Ἐν δὲ τῷ ι κεφ. Πᾶσα δωρεὰ τελεία γενομένη οὐκ ἀνατρέπεται, εἰ μὴ ἐξ ἀχαριστίας· οἷον ἐὰν σφοδρῶς ὑβρίσῃ, ἢ χεῖρας ἐπιβάλῃ, ἢ ζημίαν μεγίστην ἐπενέγκῃ, ἢ εἰς τὴν ζωὴν ἐπιβουλεύσῃ, ἤ τινα σύνθηται ποιῆσαι καὶ μὴ ποιήσῃ. ἐκ τούτων τῶν αἰτιῶν ἀνατρέπονται· μέχρι δὲ τῶν πρώτων προσώπων τοῦτο κρατεῖ, οὐ μὴν εἰς κληρονόμους διαβαίνει.

20

pr.Ἐν δὲ τῷ γ΄ τί. διαλαμβάνεται περὶ τῶν θανάτου αἰτίᾳ δωρεῶν ἤτοι μετὰ θάνατον· οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Θανάτου αἰτίᾳ δωρεά ἐστιν, ὅτε τὶς ἑαυτὸν θέλει μᾶλλον ἔχειν ἢ τὸν λαβόντα, τὸν δὲ λαβόντα πλέον τοῦ ἰδίου κληρονόμου.

21

pr.Ἐν δὲ τῷ κ΄ κεφ. Ἐὰν ὑπεξουσίῳ δωρήσωμαι καὶ ζῶντός μου τελευτήσῃ, ἁρμόζει μοι ἡ ἀνάληψις, εἰ μὴ ἄρα τῷ πατρὶ αὐτοῦ θέλων δωρήσασθαι μόνῃ τῇ ὑπηρεσίᾳ τοῦ υἱοῦ προσεχρησάμην. τὰ αὐτὰ καὶ ἐπὶ δούλου.

22

pr.Ἐν δὲ τῷ κβ ' κεφ. Ὁ ὑπεξούσιος οὔτε βουλομένου τοῦ πατρὸς διατίθεται. ἐπιτρέποντος δὲ αὐτοῦ δωρεῖται θανάτου αἰτίᾳ.

23

pr.Ἐν δὲ τῷ κδ ' κεφ. Ἐὰν θανάτου αἰτίᾳ δωρήσωμαι, ἵνα κατὰ μηδένα τρόπον ἀναλάβω, οὐ δοκεῖ θανάτου αἰτίᾳ, ἀλλ᾽ ἐν ζωῇ εἶναι. ὅθεν οὐδὲ μεταξὺ τῶν συνοικούντων ἔῤῥωται, οὐδὲ τῷ φαλκιδίῳ ὑπόκειται.

24

pr.Ἐὰν ' τελευτῶν χωρὶς αἱρέσεως δωρήσωμαί σοι, οὐ καλῶς ἐπιζητοῦσιν οἱ κληρονόμοι μου παρακρατῆσαι φαλκίδιον. ὁ γὰρ φαλκίδιος οὐκ ἐπὶ τῶν ἁπλῶς δωρεῶν, ἀλλ᾽ ἐπὶ τῶν θανάτου αἰτίᾳ χώραν ἔχει.

25

pr.Ἐν δὲ τῷ λβ΄ κεφ. Διαφέρει θανάτου αἰτίᾳ δωρεὰ τῆς ἁπλῆς, ὅτι ἁπλῆ ἐπὶ τῷ μηδέποτε ἀναδοθῆναι δίδοται· τὸν γὰρ λαβόντα πλέον ἑαυτοῦ θέλει ὁ δωρούμενος· ἡ δὲ θανάτου αἰτίᾳ ἑαυτὸν πλέον, τὸν δὲ λαβόντα πλέον τοῦ ἰδίου κληρονόμου. διὸ καὶ ἀναλαβεῖν δύναται ὑγιάνας, ὡς τῆς αἰτίας, ἐφ᾽ ᾗ δέδωκε, μὴ παρακολουθησάσης. Δωρεῖταί τις θανάτου αἰτίᾳ καὶ ὑγιαίνων καὶ κίνδυνον ἐπῃρτημένον εὐλαβούμενος. καὶ δύνανται συμφωνεῖν, ἵνα μὴ ἄλλως δοθῇ, εἰ μὴ ὁ δοὺς προτελευτήσει· καὶ ἵνα ἐξῇ αὐτῷ μεταμελεῖσθαι, ἢ ἵνα μὴ ἄλλως ἀναδοθῇ, εἰ μὴ προαποθάνῃ ὁ λαβὼν, καὶ ἵνα μὴ καθόλου ἀναδοθῇ, κἂν ὑγιάνῃ ὁ δωρούμενος.

26

pr.Ἐν δὲ τῷ λζ ' κεφ. Θανάτου παρακολουθοῦντος ἡ μεταξὺ ἀνδρὸς καὶ γυναικὸς γενομένη θανάτου αἰτίᾳ δωρεὰ εἰς τὸν καιρὸν ἀνατρέχει, καθ᾽ ὃν ἐγένετο.

27

pr.Ἐν δὲ τῷ λθ ' κεφ. θέμ. β΄· Ἐὰν καλῇ πίστει ἐστὶ τὸ δικαστήριον, οὐκ ἀπαιτοῦσί με ἀσφάλειαν. ἐπειδὴ θανάτου αἰτίᾳ ἐστὶ δωρεὰ, ἥτις ἀνετράπη προτελευτήσαντός σου.

28

pr.Ἐν δὲ τῷ μ΄ κεφ. Μεταξὺ ἀνδρὸς καὶ γυναικὸς θανάτου αἰτίᾳ δωρεὰ ἔῤῥωται, εἴτε δικαίως ὑπονοεῖ τὸν θάνατον, εἴτε καὶ μή.

29

pr.Ἀνάγν. καὶ βι. κδ΄ τί. α΄ κεφ. ιβ΄, ἐν ᾧ φησιν· Ὁ δωρησάμενος θανάτου αἰτίᾳ ὑγιάνας ἀναλαμβάνει τὸ δωρηθὲν μετὰ καρπῶν καὶ τοκετοῦ καὶ πάσης ἐπαυξήσεως.

30

pr.Ἀνάγν. καὶ βι. ί τί. δ΄ κεφ. ξα΄, ἐν ᾧ φησιν· Ἐπειδὴ δὲ δωρεῖσθαι οὐδὲ μετὰ ἀποφάσεως ἔξεστι τοῖς ἐλάττοσιν, (εἰ μὴ ἄρα προγαμιαίαν δωρεάν,) νομοθετεῖ· ἐὰν ὁ ἐλάττων συγγνώμην ἡλικίας αἰτήσας ἤδη δωρήσηταί τινι, μὴ ἐῤῥῶσθαι τὴν δωρεὰν, εἰ μὴ μετὰ τοὺς κε΄ ἐνιαυτοὺς ι ἢ κ ' ἐνιαυτοὶ διαδράμωσιν. εἰ δὲ ἐν τῷ μεταξὺ ὁ ἀφῆλιξ τελευτήσοι, ζητοῦμεν ἵνα τὸ λεῖπον τοῦ χρόνου διάστημα δράμῃ τοῦ κληρονόμου αὐτοῦ σιωπῶντος.

31

pr.Ἀνάγν. ' καὶ τί. ιβ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐάν τινα πράγματα πρὸ τῶν γάμων μετὰ τῆς πρεπούσης συμμετρίας ὁ ἐλάττων τῶν κε΄ ἐτῶν ἐν τῷ καιρῷ τῆς μνηστείας ἀνὴρ, παρόντος αὐτῷ τοῦ κουράτορος, τῇ μνηστῇ ἐδωρήσατο, τῷ προκαλύμματι τῆς ἡλικίας αἱ τοιαῦται δωρεαὶ οὐκ ἀνακαλοῦνται.

32

pr.Ἀνάγν. βι. ια΄ τί. α΄ κεφ. οε θέμ. γ΄, ἐν ᾧ φησι· Κινούμενός τις ἐκ φιλοτιμίας ἐπηγγείλατό τινι χωρὶς ἐπερωτήσεως, καθ᾽ ἕκαστον ἐνιαυτὸν παρέχειν αὐτῷ λόγου χάριν νομίσματα ν.΄, καὶ δὴ φυλάττων ταύτην τὴν ψιλὴν ἐπαγγελίαν αὐτοῦ ἐπί τινας ἐνιαυτοὺς παρέσχε τὰ ἐτήσια ν ' νομίσματα. ἀλλὰ μετὰ ταῦτα μεταμεληθεὶς οὐκέτι ἠνέσχετο παρασχεῖν τὰ ἐπαγγελθέντα. λέγει τοίνυν ἡ διάταξις, μὴ ἀναγκάζεσθαι αὐτὸν ταῦτα παρέχειν εἰς τὸν ἐφεξῆς χρόνον, εἰ μὴ παρηκολούθησεν ἐπερώτησις.

33

pr.Καὶ τί. β΄ κεφ. λγ ' καὶ μβ΄.

34

pr.Καὶ βι. ιε΄ τί. α΄ κεφ. οζ΄ καὶ βι. κέ τί. δ΄ κεφ. ί.

35

pr.Ἀνάγν. καὶ βι. ἐ τί. α΄ κεφ. η ' καὶ θ΄, ἐν οἷς φησιν· Ὁ συστησάμενος δωρεαστικὸν ἐπὶ τῷ εὐκτήριον οἶκον κτισθῆναι ἢ ξενῶνα ἢ νοσοκομεῖον ἀπαιτείσθω παρὰ τῶν ἐπισκόπων καὶ οἰκονόμων καὶ αὐτὸς καὶ οἱ κληρονόμοι αὐτοῦ τὰ ὑποσχεθέντα, διοικούμενα μέντοι κατὰ τὸ δοκοῦν αὐτῷ.

36

pr.Μὴ χρεία ἔστω πράξεως ὑπομνημάτων ἐπὶ τῆς ἄχρι φ ' νομισμάτων δωρεᾶς γενομένης εἰς ἐκκλησίαν ἢ εἰς εὐσεβῆ οἶκον ἢ εἰς πτωχοὺς ἢ εἰς πόλιν. ἐπὶ δὲ πλείονος ποσότητος πρᾶξις γινέσθω, εἰ μὴ βασιλέως ἐστὶν ἡ δωρεά.

37

pr.Ἀνάγν. καὶ βι. λ΄ τί. α΄ κεφ. οθ΄, καὶ βι. νς ' τί. ς ' κεφ. ιθ΄, ἐν ᾧ φησιν· Ὅτε ὁ βασιλεὺς δωρούμενος πρᾶγμα εἴπῃ ὁλοκλήρως δωρεῖσθαι, πάντα τὰ ἀνδράποδα καὶ τὰ θρέμματα καὶ τὸν καρπὸν καὶ παντὸς ἰδίου δικαίου· καὶ τὰ πρὸς ἐξοπλισμὸν τοῦ ἀγροῦ ἢ τοῦ οἴκου περιεχόμενα δωρεῖσθαι δοκεῖ.

38

pr.Καὶ τί. ζ΄ κεφ. ιε΄, ἐν ᾧ φησιν· Ἐὰν δυσί τισιν ὁ βασιλεὺς δωρήσηται πράγματα, ὁ δὲ εἷς ἐξ αὐτῶν ἀκληρονόμητος τελευτήσῃ, τὸ μέρος αὐτοῦ τῷ ἑτέρῳ προστίθεται.

39

pr.Ἀνάγν. καὶ τί. ιδ ' κεφ. κγ΄.