JGR V 4.40
Περὶ δουλειῶν͵
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. νη ' τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τῶν δουλειῶν αἱ μὲν εἰσι προσώπων, ὡς χρῆσις μόνη καὶ χρῆσις καρπῶν· αἱ δὲ πραγμάτων, ὡς αἱ τῶν πολιτικῶν καὶ ἀγροικικῶν τόπων καὶ οἴκων.
2
pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Αἱ δουλεῖαι ' ἀσωματοί εἰσι, καὶ διὰ τοῦτο οὐ δεσπόζονται διὰ χρήσεως. καὶ ὅτι οὐδεὶς αὐτὰς ἀδιακόπως δύναται νέμεσθαι.
3
pr.Ἐν δὲ τῷ ις ' κεφ. Οὐ συνίσταται δουλεία ἐπὶ τῷ ποιῆσαί τι· οἷον ἵνα δένδρα ἐκκόψῃς, ἢ τόπον ἐπιτερπῆ ποιήσῃς· ἀλλ᾽ ἵνα μὴ ποιήσῃς τὶ, ἢ ἵνα ἀνάσχῃ γενέσθαι.
4
pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Τῷ πωλοῦντι ἀγρὸν ἐφεῖται δουλείαν αὐτῷ ἐπιθεῖναι, κἂν μὴ χρησιμεύῃ αὐτῷ, ὥστε᾽ ἕλκειν ὕδωρ. δυνάμεθα γὰρ ἔχειν τινὰ καὶ μὴ ὄντα ἡμῖν χρειώδη.
5
pr.Ἀνάγν. καὶ τί. β΄, ἐν ᾧ διαλαμβάνεται περὶ δουλειῶν πολιτικῶν κτημάτων· οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Αἱ πολιτικαὶ δουλεῖαι εἰσὶ τὸ ὑψῶσαι ἢ μὴ ὑψῶσαι, ἐπιπέμψαι σταλαγμὸν κεράμων τῷ γείτονι ἢ μὴ ἐπιπέμψαι, καὶ τὸ ἐμβαλεῖν ξύλα τῷ τοίχῳ τοῦ γείτονος, καὶ τὸ ποιῆσαι σωληνάριον ἢ βαστέρνιον καὶ τὰ ὅμοια. Καὶ τὸ μὴ ἐμποδίσαι τῇ ἀπόψει.
6
pr.Ἐν δὲ τῷ ς ' κεφ. Αὗται αἱ δουλεῖαι, ὡς ἀγροικικαὶ, δήλῳ χρόνῳ φθείρονται. διαφέρει δὲ, ὅτι αἱ πολιτικαὶ τῇ ἀχρησίᾳ ἄλλως οὐκ ἀπόλλυνται, εἰ μὴ καὶ ὁ δουλεύων κτήσεται ἐλευθερίαν. οἷον ἐὰν χρεωστῇς μοι δουλείαν μὴ ὑψοῦν καὶ ἐμποδίζειν τῷ φωτί μου, κἀγὼ φράξω ἢ καταλύσω τὰς θυρίδας μου, οὐκ ἀπόλλω τὸ δίκαιόν μου, [εἰ μὴ καὶ σὺ κατὰ τὸν αὐτὸν χρόνον ἔσχες ὑψωθέντα τὸν οἶκόν σου. καὶ ἐὰν ἔχω δίκαιον ἐμβαλεῖν τὴν δοκὸν εἰς τὸν σὸν τοῖχον, ἐὰν ἐμβάλω τὴν δοκὸν, οὐκ ἀπόλλω τὸ δίκαιον], εἰ μὴ φράξεις τὴν ὀπὴν καὶ σχῇς αὐτὴν οὕτως ἐπὶ τὸν ὡρισμένον χρόνον.
7
pr.Οὐχ ὥσπερ δὲ τὸ κτίσαι με περιποιεῖ μοι ἐλευθερίαν, οὕτω καὶ ἐὰν δένδρον ἐν τῷ αὐτῷ τόπῳ διὰ παντὸς ἔσχον ἱστάμενον· οὐ γάρ ἐστιν, ὡς τοῖχος, ἀκίνητος.
8
pr.Ἐν δὲ τῷ κ΄ κεφ. Αἱ τῶν οἴκων δουλεῖαι διὰ τῆς νομῆς κατέχονται, καὶ ἡ συνήθεια τῷ χρωμένῳ φυλάττεται.
9
pr.Ἐν δὲ τῷ κέ κεφ. Τριῶν οὐσῶν οἰκιῶν ἡ μέση τῇ ἀνωτέρᾳ ἐδούλευσε. δύναται ὁ δεσπότης τῆς κατωτέρας τὸν κοινὸν αὐτῆς καὶ τῆς μέσης τοῖχον ὑψοῦν.
10
pr.Ἀνάγν. καὶ τί. γ΄, ἐν ᾧ διαλαμβάνεται περὶ δουλειῶν ἀγροικικῶν κτηματων· οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Αγροικικαὶ δουλεῖαί εἰσι μονοπάτιον, πάροδος, ὁδὸς πλατεῖα, ὑδραγώγιον.
11
pr.Ἐν δὲ τῷ ἐ κεφ. Δουλεία ἐστὶ καὶ τὸ ποιῆσαι ἐν τῷ ἀγρῷ σου καλύβην τὸν ἔχοντα δίκαιον τοῦ βόσκειν ἢ τοῦ ἐλαύνειν θρέμματα, ὥστε χειμῶνος συμβαίνοντος ἐκεῖ καταφεύγειν.
12
pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ὁ ἔχων ὑδραγώγιον οὓς θέλει σωλῆνας κατασκευάζει ἐν τῷ ὀχετῷ, ἐφ᾽ ᾧ δέχεσθαι τὸ ὕδωρ πλατύτερον, καὶ ὅπερ θέλει ποιεῖ ἐν τῷ ὀχετῷ· μὴ ποιῶν μέντοι χείρονα τὸν ὀχετὸν τοῦ δεσπότου τοῦ ἀγροῦ.
13
pr.Ἐν δὲ τῷ κα΄ κεφ. Ἐὰν παραχωρήσῃς μοι ἕλκειν ὕδωρ καὶ μὴ ὁρίσῃς τὸν τόπον, ὅλος ὁ ἀγρὸς δουλεύει· μᾶλλον δὲ οἱ τόποι οἱ μὴ ἔχοντες κτίσματα ἢ ἄμπελον ἢ δένδρα, ὅτε τὴν ἀρχὴν ἡ δουλεία συνίστατο.
14
pr.Ἀνάγν. καὶ τί. δ΄, ἐν ᾧ διαλαμβάνεται περὶ κοινῶν κτημάτων, τουτέστι πολιτικῶν τε καὶ ἀγροικικῶν, οὗτινος ἐν τῷ α κεφ. φησίν· Πολιτικὰ κτήματα τὰ οἰκήματα λέγεται, κἂν ἐν ἀγρῷ ὦσιν.
15
pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ἐὰν πωλῶν ἔδαφος εἴπω ὥστε δουλεύειν αὐτὸ ἐμοὶ καὶ τῷ γείτονι, μόνῳ μοὶ δουλεύει. εἰ δὲ κοινὸν πωλῶν εἴπω δουλεύειν ἐμοὶ καὶ τῷ κοινωνῷ μου, οὐκ ἔῤῥωται. διὰ γὰρ ἑνὸς τῶν κοινωνῶν οὐ προσπορίζεται δουλεία τῷ κοινῷ πράγματι.
16
pr.Ἐν δὲ τῷ ια κεφ. Τῷ ἔχοντι ῥεῖθρον σιωπηρῶς παραχωρεῖται τὸ ἀνανεοῦν αὐτὸ καὶ ἐπιβαίνειν ἑκατέρωθεν μετὰ τῶν τεχνιτῶν, καὶ τὴν πρὸς τὸ ἔργον ὕλην ἀποτίθεσθαι.
17
pr.Ἀνάγν. καὶ τί. ε΄, οὗτινος ἐν τῷ γ ' κεφ. φησίν· Ὁ δουλεύων τόπος οὔκ ἐστι τῆς δεσποτείας τοῦ δουλευομένου, ἀλλὰ δίκαιον ἔχει παρόδου.
18
pr.Ἐν δὲ τῷ ς ' κεφ. Ἐπὶ πασῶν τῶν δουλειῶν οὐ τῷ δουλεύοντι, ἀλλὰ τῷ δουλευομένῳ ἡ φιλοκαλία ἐπίκειται, πλὴν τῆς περὶ τοῦ φέρειν τὰ βάρη τοῦ γείτονος. ἐκεῖ γὰρ ὁ δουλεύων ἀναγκάζεται τὸν ἴδιον τοῖχον κτίσαι εἰς τὸ βαστάζειν τὰ βάρη μου. ἔξεστι δὲ αὐτῷ καταλιμπάνοντι τὸν οἶκον μὴ κτίσαι.
19
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ὁ δὲ ἄνω χρεωστεῖ ὑπορθοῦν ἢ καταλύειν τὰ ἴδια, ἐφ᾽ ὅσον ὁ κάτως κτίζει τὸν ἴδιον τοῖχον. ἁρμόζει δὲ τῷ κάτω καὶ ἀντιθετικὴ ἀρνήσεως εἰς τὸ μὴ ἀναγκασθῆναι.
20
pr.Ἐν δὲ τῷ ἡ κεφ. Δουλεία ἐστὶ καὶ τὸ παραχωρηθῆναί με ξύλα ἐμβαλεῖν τῷ τοίχῳ τοῦ γείτονος, ἐφ᾽ ᾧ ἐπάνω τῶν ξύλων ποιῆσαι διακινητήριον σκεπαστόν.
21
pr.Ἀνάγν. καὶ τί. ς΄, ἐν ᾧ διαλαμβάνεται ποίῳ τρόπῳ αἱ δουλεῖαι ἀπόλλυνται· οὗτινος ἐν τῷ ιη ' κεφ. φησίν· Ὁ ἔχων δίκαιον ἐμβαλεῖν τῷ τοίχῳ τοῦ γείτονος δοκὸν, ἐὰν ἐπὶ τὸν ὡρισμένον χρόνον μὴ δυνηθῇ ἐμβαλεῖν διὰ τὸ μὴ κτίσαι τὸν γείτονα, τὴν δουλείαν οὐκ ἀπόλλυσιν. οὐ γὰρ κτᾶται ὁ γείτων ἐλευθερίαν μὴ διακόπτων τὴν δουλείαν.
22
pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Ἐὰν πιπράσκων ἀγροῦ μέρους συμφωνήσω δι᾽ αὐτοῦ ἕλκειν ὕδωρ, καὶ μήπω ποιήσαντός μου τὸν ὀχετὸν ὁ νόμιμος παρέλθῃ χρόνος, σώζεταί μοι τὸ δίκαιον. εἰ δὲ ἐποίησα μὲν, μὴ ἐχρησάμην δὲ, φθείρεται.
23
pr.Ἐν δὲ τῷ κ ' κεφ. Φυλάττεται ἡ δουλεία οὐ μόνον διὰ τῆς χρήσεως τοῦ δουλευομένου καὶ διὰ τοῦ νεμομένου, ἀλλὰ καὶ διὰ μισθωτοῦ, καὶ διὰ τοῦ ἐπιξενομένου καὶ ἰατροῦ καὶ τοῦ πρὸς ἐπίσκεψιν αὐτοῦ ἐρχομένου.
24
pr.Ἀνάγν. καὶ τί. ζ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίνι. Ἐὰν μὴ εἶχέ τις δουλείαν τοῦ ἕλκειν ὕδωρ, εἵλκυσε δὲ ἀνεχομένου τοῦ δεσπότου τοῦ ἀγροῦ ἐπὶ τριετῆ χρόνον, δύναται κτᾶσθαι τὴν δουλείαν. εἰ δὲ μὴ ἐχρήσατο τριετίᾳ, κωλύεται· μὴ δυναμένου μηδὲ τὰ δαπανήματα τοῦ ὁλκοῦ λαμβάνειν παρὰ τοῦ δεσπότου τοῦ ἀγροῦ.
25
pr.Ἐν δὲ τῷ δ ' κεφ. Οὐδεὶς δύναται ἕλκειν ύδωρ ἐκ τῆς ἀλλοτρίας πηγῆς παρὰ γνώμην τοῦ δεσπότου τοῦ ἀγροῦ.
26
pr.Ἐν δὲ τῷ ἐ κεφ. Οὐδὲ ὁ δημόσιος δύναται τὴν ἅπαξ κρατήσασαν δουλείαν ἀνατρέπειν.
27
pr.Ἐν δὲ τῷ ἱ κεφ. Οὐκ ὀφείλει πλέον μέρος τοῦ ὕδατος λαβεῖν, ἀλλὰ πρὸς τὴν γενομένην παραχώρησιν οὕτως ὀφείλομεν ἕλκειν τὸ ὕδωρ.
28
pr.Ἡ δουλεία φθείρεται τῇ ἀχρησίᾳ ἐπὶ δέκα ἢ εἴκοσι ἐνιαυτούς.
29
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ὁ συμφωνήσας μετὰ τοῦ ἀγρογείτονος, ὥστε ἐξεῖναι αὐτῷ παριέναι διὰ τοῦ ἀγροῦ αὐτοῦ ἐπὶ τὴν οἰκείαν ὕλην ἅπαξ κατὰ πέντε ἐνιαυτοὺς, καὶ μήτε δι᾽ ἑαυτοῦ μήτε [διὰ] τῶν διαφερόντων αὐτῷ τῇ δουλείᾳ ἐχρήσατο ἐπὶ κ΄ ἐφεξῆς ἔτη, ἀπολλύσθω πάντως τὸ παραχωρηθὲν αὐτῷ δίκαιον.
30
pr.Ἀνάγν. καὶ τί. ιθ ' καὶ τί. κ΄. διαλαμβάνεται γὰρ ἐν μὲν τῷ ιθ΄ τί. περὶ τοῦ μεγάλου ἀγωγοῦ καὶ τῶν ἐξ αὐτοῦ ἑλκόντων ὕδωρ· καὶ προείρηται ἐν τῷ περὶ ἀγωγοῦ. ἐν δὲ τῷ ια κεφ. τοῦ κ ' τί. φησὶν, ὅτι φησὶν ὁ πραίτωρ, μηδὲν κωλύεσθαί με ἕλκειν ὕδωρ, εἴπερ εἵλκυσα αὐτὸ παρὰ σοῦ ἐν τῷ ἐνιαυτῷ τούτῳ οὐ βίᾳ οὐ λάθρα οὐ παρακλήσει. Εἰς οἷα θέλω μέρη τοῦ ἀγροῦ μου ἕλκω τὸ ὕδωρ. κἂν τὸν ἐγγὺς ἀγρὸν ἀγοράσω, καὶ εἰς αὐτὸν ὀρθῶς ἕλκω, εἰ μὴ βλάπτω τὸν κρατοῦντα τὸ ὕδωρ. ὥσπερ καὶ ὁ μὴς ἔχων πάροδον ἢ ἐλασίαν, ἐὰν ἅπαξ εἰς τὸ ἴδιον εἰσέλθῃ, ὅθεν βούλεται ἐξέρχεται. Εἰ βουληθῶ μίξαι τῷ ἑλκομένῳ ὕδατι ἕτερον, ὀρθῶς κατὰ παντὸς τοῦ ἑλκυσμοῦ κωλύομαι. Ὥσπερ καὶ εἰ πλείονα θρέμματα ποτίσαι, ὧν ἐξῆν μοι ποτίζειν.
31
pr.Ἐν δὲ τῷ β΄ κεφ. Καλῶς σε κωλύω ἐν τῷ ἀγρῷ, ὅθεν ἕλκω τὸ ὕδωρ, ὀρύττειν, σπείρειν, ἐκτέμνειν, κλαδεύειν, κτίζειν, δι᾽ ὧν τὸ ὕδωρ μολύνεται ἢ ἐλαττοῦται ἢ φθείρεται ἢ χεῖρον γίνεται.
32
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ὁ ἡμερινὸν ἢ νυκτερινὸν ἑλκυσμὸν ἔχων οὐ δύναται ἐν ἄλλῃ ὥρᾳ ἕλκειν.
33
pr.Ἐν δὲ τῷ δ ' κεφ. Τὸ ἐξ ἀμνημονεύτων χρόνων ἑλκόμενον ὕδωρ ἐννόμως δοκεῖ συστῆναι. καὶ σωλῆνας θῆναι, καὶ ἄλλο τὶ ποιεῖν ἐν τῷ ἀγωγῷ δύναμαι, μὴ βλάπτων τὸν ἀγρὸν ἢ τοὺς ὁμορείθρους.
34
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Δύναταί [τις] τὸ πρότερον κατὰ διόπτραν ἑλκόμενον συνανακεκαλυμμένον ποιῆσαι, εἰ μὴ πλέον ὠφελεῖτο ὁ ἀντίδικος.
35
pr.Ἀνάγν. καὶ τί. κα κεφ. α΄, ἐν ᾧ φησι· Λέγει ὁ πραίτωρ, μὴ κωλύεσθαι τὸν ἄνευ αἰτίας χρησάμενον ἐν τούτῳ τῷ ἔτει τῷ ὕδατι τῆς πηγῆς, ἢ τοῦ ὑδροστασίου ἢ τοῦ φρέατος ἢ τῆς πισκίνης, ὡσαύτως κεχρῆσθαι. Αἱ γὰρ δουλεῖαι οὐ μόνον εἰς τὸ ἕλκειν ὕδωρ, ἀλλὰ καὶ εἰς τὸ ἀντλεῖν εἰσί. καὶ διὰ τοῦτο καὶ τὰ περὶ αὐτῶν νόμιμα παραγγέλματι ' προτίθεται. Δίδοται δὲ τὸ νόμιμον καὶ τῷ ἀντλῆσαι κωλυομένῳ, καὶ τῷ ποτίσαι οἰκεῖα θρέμματα. Εἰ δὲ καὶ προσώπῳ ἁρμόζει, τὰ αὐτὰ κρατεῖ ἅπερ καὶ ἐν τοῖς πρώτοις νομίμοις παραγγέλμασι.