IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.39

Περὶ δουλογραφίου.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. μη ' τί. κ ' κεφ. λδ΄, ἐν ᾧ φησιν· Οὐδὲ ἡ συμφωνήσασα ἐλευθέρα εἶναι, οὖσα δὲ δούλη, ἀπὸ τοῦ συμφώνου γίνεται ἐλευθέρα, οὐδὲ ἡ οὖσα ἐλευθέρα μετὰ τῶν τέκνων αὐτῆς, συμφωνοῦσα δὲ εἶναι δούλη, βλάπτεται ἀπὸ τοῦ συμφώνου.

2

pr.Ἀνάγν. καὶ τί. κέ κεφ. α΄, ἐν ᾧ φησι· Τὸ παλαιὸν ἐὰν γυνὴ δούλου ἀλλοτρίου ἐρασθεῖσα καὶ τὰς τρεῖς δεξαμένη μαρτυρίας ' μὴ ἀνεχώρησεν, αὐτὴ κατεδουλοῦτο, καὶ τὰ πράγματα αὐτῆς πάντα τῷ γινομένῳ αὐτῆς δεσπότῃ διέφερε. σήμερον δὲ τοῦτο ἀνῃρέθη ὑπὸ τῆς διατάξεως λεγούσης οὕτως· ἐπειδὴ ἐν τοῖς ἡμετέροις καιροῖς, ἐν οἷς πολλοὺς καμάτους ὑπὲρ τῆς ἐλευθερίας τῶν ὑποκειμένων ὑπέστημεν, πάνυ εἶναι ἀσεβὲς ἐπιστεύσαμεν, τινὰς γυναῖκας τῆς ἐλευθερίας τῆς ἰδίας ζημιοῦσθαι, καὶ ὅπερ ἐκ τῆς τῶν πολεμίων ἀγριότητος παρὰ τὴν φυσικὴν ἐλευθερίαν εἰσηνέχθη, τοῦτο ἐκ τῆς ἡδονῆς τῶν ἀγριωτάτων ἀνθρώπων εἰσφέρεσθαι· τὸ κλαυδιάνειον δόγμα καὶ πᾶσαν αὐτοῦ τὴν παραφυλακὴν τὴν περὶ τὰς παραγγελίας καὶ τὰς τῶν δικαστῶν ἀποφάσεις ἡσυχάζειν τοῦ λοιποῦ βουλόμεθα, ἵνα μὴ εἴ τις ἐλευθέρα καθεστηκυῖά ἐστιν, ἢ ἅπαξ ἀπατηθεῖσα ἢ ἀτυχεῖ ἐπιθυμίᾳ ληφθεῖσα ἢ ἄλλῳ οἱῳδήποτε τρόπῳ παρὰ τὴν τῶν ἰδίων γενεθλίων εὐγένειαν κατενεχθῇ εἰς δουλείαν· καὶ εἴη αἰσχίστη ἀκοσμία τῇ τῆς ἰδίας συγγενείας λαμπρότητι· ἵνα εἴ τις τυχὸν κεκοσμημένους τοῖς ἀξιώμασιν ἔχει συγγενεῖς, αὕτη εἰς ἀλλοτρίαν πέσῃ δεσποτείαν, καὶ δεσπότην φοβῆται ἴσως· τῶν συγγενῶν τῶν ἰδίων κατώτερον. ὅπερ καὶ ἐν τοῖς ἀπελευθέροις φυλάττεσθαι χρή. ἅπαξ γὰρ τῆς ἐλευθερίας ἀπολαύσασαν διὰ τῆς τοιαύτης, ἀκοσμίας εἰς δουλείαν ἄγεσθαι ἡ θρησκεία τῶν ἡμετέρων καιρῶν οὐδενὶ ἀνέχεται τρόπῳ. ἀλλὰ μήτε δοῦλοι ἢ ἐναπόγραφοι νομιζέτωσαν ἑαυτοῖς ἀτιμώρητον εἶναι τὸ τοιοῦτον ἐγχείρημα· ὅπερ μάλιστα ἐν ταῖς τῶν ἐναπογράφων συναφείαις εὐλαβητέον ἐστὶν, ἵνα μὴ γάμων ἐλευθέρων γυναικῶν ἐξ αὐτῶν τῶν ἐναπογράφων ἐννοηθέντων, κατ᾿ ὀλίγον τῶν τοιούτων ἀνθρώπων ἡ αἵρεσις ἀπομειωθῇ· θεσπίζομεν εἴ τι τοιοῦτον εἴη παρὰ δούλου ἢ ἐναπογράφου πλημμεληθὲν, ἐξουσίαν ἔχειν τὸν δεσπότην αὐτοῦ εἴτε δι ἑαυτοῦ εἴτε διὰ τοῦ ἄρχοντος τῆς ἐπαρχίας καὶ τὸν δοῦλον ἢ ἐναπόγραφον τῷ ἁρμόζοντι σωφρονισμῷ διορθώσασθαι, καὶ ἀφελέσθαι τῆς τοιαύτης γυναικός. ὅπερ ἐὰν παρίδῃ, γινωσκέτω εἰς ἰδίαν ζημίαν τὴν τοιαύτην ῥᾳθυμίαν ὑποστρέψουσαν.