IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.38

Περὶ δούλων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ζ΄ τί. ς΄ κεφ. ς΄, ἐν ᾧ φησιν· Ὁ οἰκέτης μὴ δικαζέσθω, μηδὲ ἐῤῥώσθω κατ᾿ αὐτοῦ δίκη.

2

pr.Καὶ τί. ις ' κεφ. ιγ΄, ἐν ᾧ φησι· Δοῦλος εἴτε ἐπερωτήσει, εἴτε ἐπερωτηθῇ παράστασιν ἐπὶ τῷ αὐτὸν δικάσασθαι, οὐ βεβαιοῦται, οὔτε οἱ ἐγγυηταὶ ἐνέχονται. δοῦλος γὰρ οὔτε ἐνάγει, οὔτε ἐνάγεται.

3

pr.Ἀνάγν. καὶ βι. ή τί. β΄ κεφ. φγ΄, ἐν ᾧ φησι· Δοῦλος διοικῶν τὰ τοῦ δεσπότου πράγματα οὐδὲ κινητὸν οὐδὲ ἀκίνητον πρᾶγμα τῆς τοῦ δεσπότου δύναται περιουσίας ἐκποιεῖν παρὰ γνώμην τοῦ δεσπότου. εἰ δὲ εἰς πρᾶγμα τοῦ δεσπότου τὸ τίμημα παρεχώρησεν, ἀποκαθίσταται τὸ τίμημα τῷ ἀγοραστῇ.

4

pr.Ἀνάγν. καὶ βι. ια΄ τί. α΄ κεφ. με καὶ κεφ. νβ΄, ἐν ᾧ φησιν· Ὁ δοῦλος τοῦ δανειστοῦ βελτίονα τὴν τύχην τοῦ δεσπότου ποιῆσαι δύναται, εἰς τὸ χεῖρον δὲ μεταμορφῶσαι διὰ καινοῦ συμφώνου οὐ δύναται τὴν ἐνοχὴν τὴν ὀρθῶς συστᾶσαν.

5

pr.Ἀνάγν. καὶ βι. ιή τί. β΄ κεφ. ιε, ἐν ᾧ φησιν· Ὁ οἰκέτης ἔχων ἐλευθέραν πεκουλίου διοίκησιν δύναται πωλῆσαι πρᾶγμα τοῦ πεκουλίου· οὐκέτι δὲ καὶ ὁ μὴ ἔχων. ἀλλ᾽ οὐδὲ δικαίαν ἀρχὴν νομῆς ποιεῖ τῷ ἐν δημοσίῳ ἀγοράσαντι. εἰ δὲ κινητὸν ἦν τὸ πρᾶγμα, καὶ ἡ περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγὴ ἁρμόζει κατὰ τοῦ ἀγοραστοῦ.

6

pr.Ἀνάγν. καὶ βι. ζ τί. έ κεφ. ξ ' καὶ ιζ ', ἐν οἷς φησιν· Ὁ ἰδίοις ἀργυρίοις ἀγορασθεὶς, ἐξότου ἠγοράσθη, δοκεῖ ἠλευθερῶσθαι, καὶ ἀναγκάζεται ὁ ἀγοράσας ἐλευθερῶσαι. εἰ δὲ λανθάνει, γίνεται τὰ ἐπὶ τῇ φειδικομισσαρίᾳ [ἐλευθερίᾳ] νενομοθετημένα.

7

pr.Ἀνάγν. καὶ βι. ιγ΄ τί. β΄ κεφ. γ'ι, ἐν ᾧ φησι· Δοῦλός σου παρέθετό μοι χρήματα ἐπὶ τῷ δοῦναί σοι ὑπὲρ τοῦ ἐλευθερῶσαι αὐτόν. εἰ μὲν διδοὺς ἐποίησά σε τῶν παρακολουθησάντων ἐν εἰδήσει, οὐκ ἐνέχομαι. εἰ δὲ ὡς ἴδια δέδωκα, ὑπόκειμαι τῇ περὶ παρα [κατα] θήκης ἀγωγῇ. ὁ γὰρ ὡς ἴδια διδοὺς οὔτε ἀποδοῦναι δοκεῖ.

8

pr.Ἀνάγν. καὶ βι. ιδ ' τί. α΄ κεφ. νδ ' καὶ κεφ. πδ, ἐν ᾧ φησι· Τοῦ δούλου ἐντειλαμένου τινὶ ἀγοράσαι αὐτὸν παρὰ τοῦ δεσπότου καὶ ἐλευθερῶσαι τῇ μὲν ἀκριβείᾳ οὐκ ἔχει ὁ δεσπότης ἀγωγήν· πλὴν ἐπειδὴ διὰ τῆς ἐντολῆς ἄλλο συνάλλαγμα πράττεται, τὸ τῆς ἀγορασίας. ὁ τοίνυν ἀγοραστὴς καταβαλὼν τῷ δεσπότῃ τὸ τίμημα ἐκ τοῦ πεκουλίου τοῦ οἰκέτου οὐκ ἠλευθέρωται τῆς ἐπὶ τῇ ἀγορασίᾳ ἀγωγῆς· τὰ γὰρ ἴδια κατέβαλεν. ἀλλ᾽ ἐξουσίαν ἔχει ὁ δεσπότης, εἴτε βούλεται τὸ ἀνδράποδον ἀναλαβεῖν, εἴτε βούλεται τὸ τίμημα ἀπαιτῆσαι.

9

pr.Ἀνάγν. καὶ βι. ιη΄ τί. ζ΄ κεφ. β΄, ἐν ᾧ φησιν· Ὁ λαβὼν ἐκ τοῦ δούλου νομίσματα καὶ ἐλευθερώσας αὐτὸν, οὐκ ἐνάγεται τῇ περὶ τῶν δαπανηθέντων ἀγωγῆς· οὐ γὰρ γέγονεν εὐπορώτερος. Εἰ μὴ ἄρα πλέον τῆς τοῦ δούλου τιμῆς ἐδόθη· ἐπ᾿ αὐτῷ γὰρ ἁρμόζει τὸ δαπανηθέν.

10

pr.Ἀνάγν. καὶ βι. ιθ΄ τί. ζ΄ κεφ. ιδ΄, ἐν ᾧ φησι· Τοὺς δούλους τοὺς τὸν ἴδιον διαπράσαντας δεσπότην κεφαλικῶς τιμωρηθῆναι.

11

pr.Ἀνάγν. καὶ βι. γ΄ τί. α΄ κεφ. λγ ', ἐν ᾧ φησιν· Ἐὰν δοῦλος εἰδότος καὶ οὐκ ἀντιλέγοντος· τοῦ δεσπότου ἐν κλήρῳ καταλεγῇ, ἐξ αὐτοῦ τοῦ καταλεγῆναι ἐλεύθερος καὶ εὐγενὴς ἔστω. εἰ γὰρ ἀγνοοῦντος τοῦ δεσπότου ἡ χειροτονία γένηται, ἐξέστω τῷ δεσπότῃ εἴσω προθεσμίας ἐνιαυτοῦ καὶ μόνου τὴν τύχην ἀποδεικνύναι, καὶ τὸν ἴδιον δοῦλον ἀναλαμβάνειν.

12

pr.Ἐν δὲ τῷ γ ' κεφ. τοῦ α΄ τί. τοῦ δ΄ βι. φησίν· Ὅτι μετὰ τὸ προσκαρτερῆσαι τὸν δοῦλον ἔν τινι μοναστηρίῳ ἐφ᾽ ᾧ γενέσθαι μοναχὸς ἐπὶ τριετίαν, καὶ λαβεῖν τὸ ἅγιον σχῆμα, μηκέτι δύνασθαι τὸν δεσπότην αὐτοῦ πρὸς δουλείαν αὐτὸν ἕλκειν· εἰ μήτοιγε πειραθείη ὁ ἅπαξ μονάσας τὸ μοναστήριον καταλιπεῖν καὶ ἑτέρου βίου σχῆμα μεταδιώκειν. εὑρήσεις δὲ τοῦτο σαφέστερον ἐν τῇ ἐ νεαρᾷ.

13

pr.Ἀνάγν. καὶ βι. νζ ' τί. α΄ κεφ. μγ ' καὶ μδ΄, ἐν οἷς φησιν· Ὅτι ἐὰν εἰδήσει δεσπότου στρατεύσηται δοῦλος, ἀπόλλυσιν ὁ δεσπότης καὶ τὴν ἐπὶ τῷ δούλῳ δεσποτείαν καὶ τὸ πατρωνικὸν δίκαιον. εἰ δὲ καὶ ἀξίας ἐπέβη ὁ δοῦλος, τὰ αὐτὰ προβαίνει. ὁρίζει δὲ ἡ διάταξις αὕτη τριάκοντα ἡμερῶν ἀριθμὸν ἐπὶ τῶν προσελθόντων ἀξιώματι οἰκετῶν. εἰ δὲ ἀγνοοῦντος αὐτοῦ, ἔξεστιν αὐτῷ προσελθεῖν τῷ ἁρμοδίῳ δικαστῇ καὶ τοῦτον εἰς τὴν ἰδίαν δεσποτείαν ἕλκειν.

14

pr.Ἀνάγν. καὶ βι. λέ τί. ιδ ' κεφ. νς ', ἐν ᾧ φησιν· Ἐὰν ἀλλότριον δοῦλον ἀγοράσω παρὰ τῶν πολεμίων καὶ σὺν ἐλευθερίᾳ κληρονόμον αὐτὸν γράψω, ἀναγκαῖός μου κληρονόμος γίνεται. καὶ ἐπὶ τούτου τοῦ θέματος οὐκ ἀποδίδοται τῷ πρώην δεσπότῃ. ὑπόκειται ' μέντοι αὐτῷ, ἕως οὗ παράσχοι τὸ ἴδιον τίμημα.

15

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. μα κεφ. ζ΄, ἐν ᾧ φησιν· Ὁ δοῦλος οὐ δύναται τῷ δεσπότῃ δικάζεσθαι· οὔτε γὰρ τῷ νόμῳ γνωρίζεται. καλῶς δὲ λόγῳ τῆς ἐλευθερίας αὐτοῦ κατηγορεῖ, λέγων αὐτὸν ἀποκρύψαι τὴν διαθήκην, ἐν ᾗ ἐλευθερία αὐτῷ κατελείφθη.

16

pr.Ἀνάγν. καὶ τί. να [κεφ. ια΄] καὶ κεφ. λδ΄ θέμ. δ΄, ἐν ᾧ φησι· Δοῦλος, ὁ λέγων ἐξ ἰδίων ἀγορασθῆναι νούμμων καὶ μὴ δεικνὺς, ἀποδίδοται τῷ δεσπότῃ ἐπὶ τῷ εἶναι ἐν δεσμοῖς, ἢ μεταλλίζεται βουλομένου τοῦ δεσπότου.

17

pr.Καὶ κεφ. κθ΄, ἐν ᾧ φησιν· Οἱ δοῦλοι τῇ σωτηρίᾳ τῶν δεσποτῶν ἐπιβουλεύοντες καίονται.

18

pr.Ἀνάγν. καὶ τί. α΄ κεφ. ε΄, ἐν ᾧ φησι· Δούλου κατηγορηθέντος καὶ βασανισθέντος, εἶτα ἀπολυθέντος, τὸ διπλοῦν τῆς αὐτοῦ τιμῆς ὁ κατήγορος ἀποδίδωσι τῷ δεσπότῃ καὶ ὑπόκειται τῷ ἐγκλήματι τῆς συκοφαντίας.

19

pr.Καὶ κεφ. λγ ', ἐν ᾧ φησιν· Ὁ νόμος κελεύει τὸν δεσπότην τοῦ δούλου τοῦ βασανισθέντος λαμβάνειν παρ᾿ αὐτοῦ τοῦ κατὰ συκοφαντίαν ἐνάγοντος τὸ διπλάσιον τῆς διατιμήσεως.

20

pr.Ἀνάγν. καὶ τί. ν ', οὗτινος ἐν τῷ α κεφ. φησίν· Οὐ δεῖ τῆς ζητήσεως ἀπὸ βασάνων ἄρχεσθαι. Τότε γὰρ οἱ δοῦλοι βασανίζονται, ὅτε καὶ ὕποπτός ἐστιν ὁ κατηγορούμενος, καὶ ὕπεισι τεκμήρια ὥστε μόνην τὴν τῶν δούλων ἐλλείπειν κατάθεσιν. Πρῶτοι δὲ βασανίζονται οἱ ὕποπτοι, καὶ δι᾽ ὧν δυνατὸν γνωσθῆναι τὸ ἀληθές.

21

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Οὐ δεῖ τοὺς δούλους λεγομένους συγκλέψαι τῷ δεσπότη βασανίζεσθαι κατ᾿ αὐτοῦ, οὔτε λέγοντας ἑκουσίως βλάπτειν αὐτόν. Ὁ καλῇ πίστει τινὶ δουλεύων οὐκ ἐρωτᾶται κατ᾿ αὐτοῦ, εἴτε δοῦλός ἐστιν εἴτε ἐλεύθερος. οὔτε ἀπελεύθερος κατὰ τῆς κεφαλῆς τοῦ πάτρωνος, οὐδὲ ἀδελφὸς κατὰ ἀδελφοῦ, οὔτε οἱ μὴ ἀναγκαζόμενοι κατά τινων μαρτυρεῖν βασανίζονται κατ ' αὐτῶν. Ὁ δὲ τοῦ ἀνδρὸς δοῦλος βασανίζεται κατὰ τῆς γυναικός. Καὶ οἱ δοῦλοι τοῦ καταδικασθέντος βασανίζονται κατ᾿ αὐτοῦ. ἐπαύσαντο γὰρ αὐτοῦ εἶναι.

22

pr.Ἐν δὲ τῷ δ ' κεφ. θέμ. γ ' 2. Ἐὰν δοῦλοι ὡς ἁμαρτήματος μετέχοντες εἴπωσί τι κατὰ τοῦ δεσπότου κρινόμενοι, οὔκ εἰσι δεκτοί.

23

pr.Ἐν δὲ τῷ ς ' κεφ. θέμ. ε· Ὅτε περὶ πλαστῆς διαθήκης κινεῖται, καὶ οἱ κληρονομιαῖοι δοῦλοι βασανίζονται.

24

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ὁ ὑπὸ ὅρον ἐλευθερωθησόμενος ἐν τῷ περὶ μοιχείας ἐγκλήματι καλῶς βασανίζεται, ὡς ἔτι δοῦλος ὢν τοῦ κληρονόμου.

25

pr.Ἐν δὲ τῷ ἡ κεφ. Καὶ ἐπὶ χρηματικῶν αἰτιῶν ἐν ἀπορίᾳ ἀποδείξεων βασανίζονται οἱ δοῦλοι καὶ οἱὶ ἀλλότριοι ὄντες. Ἐξ ὧν αἰτιῶν οὐ βασανίζονται οἱ δοῦλοι κατὰ τῶν δεσποτῶν, ἐκ τῶν αὐτῶν οὐκ ἐρωτῶνται κατ᾿ αὐτῶν, οὐδὲ τὰ μηνύματα αὐτῶν βλάπτει αὐτούς.

26

pr.Ἐν δὲ τῷ ις ' κεφ. θέμ. γ '. Καὶ ἐξωτικοῦ κινοῦντος τὸ μοιχικὸν βασανίζονται δοῦλοι κατὰ τῶν δεσποτῶν. Καὶ ἐν τῷ περὶ φθορᾶς παρθένου ἢ χήρας, καὶ ἐν τῇ περὶ τοῦ ὑποβολιμαίου τοκετοῦ ζητήσει, καὶ ὅταν τὶς ἐκδικῇ κληρονομίαν παρὰ τῶν ἀδελφῶν αὐτοῦ, λέγων καὶ ἑαυτὸν υἱὸν τοῦ τελευτήσαντος, βασανίζονται οἱ κληρονομιαῖοι δοῦλοι. καὶ ὁ κοινὸς δοῦλος, ὅταν ὁ εἷς τῶν δεσποτῶν κατηγορεῖται ὡς φονεύσας τὸν ἄλλον.

27

pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Δοῦλος κατὰ δεσπότου οὐ βασανίζεται, εἰ μὴ μόνον ὅτε περὶ μοιχείας ἐστὶν ἡ ζήτησις ἢ περὶ καθοσιώσεως. ἐὰν δὲ πρὸς οἷς δοῦλος κατέθετο κατὰ τοῦ δεσπότου εἰσὶ καὶ ἕτεραι ἀποδείξεις, οὐ δυνάμεθα τὰς ἄλλας ἀποδείξεις διαβάλλειν, ἐξ ὧν ὁ δοῦλος κατέθετο. ἐν δὲ ταῖς χρηματικαῖς δίκαις οὐδὲ ἐν ἀπορίᾳ τῶν ἀποδείξεων χρὴ τοὺς δούλους κατὰ τῶν δεσποτῶν ἐρωτᾶσθαι. Οὔτε κατὰ τοῦ ἐπιτρόπου τῶν δεσποτῶν, οὔτε κατὰ μητρός· εἰ μὴ ἄρα ἡ περὶ ἐπιτροπῆς ἀγωγὴ κινεῖται.

28

pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Ἐὰν γυνὴ ἐγκαλῆται ὡς φαρμάκοις φονεύσασα τὸν ἄνδρα τὸν ἴδιον, καὶ δοῦλοι κατ᾿ αὐτῆς, οὐ μόνον ἴδιοι, ἀλλὰ καὶ ἀλλότριοι ἐξετάζονται. πρῶτον δὲ οἱ ἀλλότριοι. καὶ ἐὰν δεῖγμα δειχθῇ ἀληθείας, καὶ αὐτὴ ἡ γυνὴ βασανίζεται.

29

pr.Ἐν δὲ τῷ λα΄ κεφ. Τῆς διαθήκης πλαστῆς εἶναι λεγομένης βασανίζονται οἱ κληρονομιαῖοι δοῦλοι.

30

pr.Ἐν δὲ τῷ λβ ' κεφ. Οσάκις περὶ δεσποτείας ἀνδραπόδων ζητεῖται, ἐὰν ἄλλαις ἀποδείξεσιν ἡ ἀλήθεια φωτισθῆναι μὴ δύνηται, περὶ ἑαυτῶν εἶναι μετὰ βασάνων ἐρωτητέα αὐτὰ τὰ ἀνδράποδα.

31

pr.Ἐν δὲ τῷ λγ ' κεφ. Τοὺς δούλους οὐ μόνον ὑπὲρ τῶν δεσποτῶν ὧν ἐν τῇ δεσποτείᾳ ὑπῆρχον, ἀλλ᾽ οὐδὲ ὑπὲρ ἐκείνων, ὧν πρότερον ἦσαν, δύνασθαι ἐρωτᾶσθαι ὡμολόγηται.

32

pr.Ἀνάγν. καὶ βι. κ ' τί. δ΄ κεφ. ή, ἐν ᾧ φησιν· Ἐὰν ὡς κλέ πτην διατετιμημένον παράσχω σοὶ δοῦλόν μου εἰς ἐμβάσανον ζήτησιν, καὶ εὑρεθῇ ἀναίτιος, ἐπιλογὴν ἔχω, ἢ αὐτὸν ἢ τὴν συμφωνηθεῖσαν διατίμησιν αὐτοῦ λαβεῖν διὰ τῆς τῶν προγεγραμμένων συμφώνων ἀγωγῆς, ἔνθα μὴ ἐπηρώτησα. εἰ δὲ ἔνοχος εὑρεθῇ, κρατεῖς αὐτὸν καὶ ἀποδίδωμι τὸ τίμημα, εἴγε λαβὼν ἔτυχον.

33

pr.Ἀνάγν. καὶ βι. μή τί. ιδ ' κεφ. δ΄, ἐν ᾧ φησιν· Ἔστω δὲ τὸ τίμημα τοῦ δούλου, εἴτε ἄῤῥενος εἴτε θηλείας, εἰ μὲν ἀτεχνής ἐστιν, εἴκοσι νομίσματων, ἐάν ἐστιν ὑπὲρ τοὺς δέκα ἐνιαυτούς· εἰ δὲ ἐλάττων ἐστὶ, δέκα νομισμάτων. εἰ δὲ τέχνην ἐπίσταται, χωρὶς νοταρίου καὶ ἰατροῦ, τριάκοντα νομισμάτων. ἐὰν δὲ νοτάριός ἐστιν ἢ ἰατρὸς, ὁ μὲν νοτάριος ἕως πεντήκοντα νομισμάτων, ὁ δὲ ἰατρὸς ἕως ἑξήκοντα. ἐὰν δὲ εὐνοῦχοι ὦσιν οἱ δοῦλοι μείζονες τῶν δέκα ἐνιαυτῶν χωρὶς τέχνης, νομισμάτων πεντήκοντα· ἐὰν δὲ τέχνην ἴσασιν ο ' νομισμάτων· ἐὰν δὲ τῶν δέκα ἐνιαυτῶν ἥττονες ὦσι, λ ' νομισμάτων.

34

pr.Ἀνάγν. καὶ βι. μδ΄ τί. κζ ' κεφ. γ΄. ὁμοίως γὰρ καὶ αὐτὸ περὶ τῆς τῶν δούλων ἀποτιμήσεώς φησιν.

35

pr.Ἀνάγν. καὶ βι. κς ' τί. ε΄ κεφ. ιε, ἐν ᾧ φησιν· Ἐὰν ὁ δοῦλός μου κλέψας νομίσματα φύγῃ, καὶ ὡς ἐλεύθερος διάγων δανείσῃ αὐτὰ, ποιεῖ μοι ἔνοχον τὸν λαβόντα. εἰ μέντοι νομίζων αὐτὸν ἐλεύθερον καταβάλῃ αὐτῷ, ἐλευθεροῦται· οὐ μὴν ἐὰν κατὰ κέλευσιν αὐτοῦ ἑτέρῳ καταβάλῃ.

36

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. ζ΄, οὗτινος ἐν τῷ ς ' κεφ. φησίν· Ὁ φυγὰς οἰκέτης αὐτὸς ἑαυτὸν κλέπτειν πιστεύεται. ὡς οὖν ἐπὶ κλοπιμαίῳ οὐδὲ ἡ διὰ τῆς χρήσεως κυριότης χώραν ἔχει, οὐδὲ μακροῦ χρόνου παραγραφή.

37

pr.Ἐν δὲ τῷ η΄ κεφ. Ἐὰν φυγὼν οἰκέτης συλληφθῇ ἐπὶ τὸ βαρβαρικὸν ἀπιὼν, ἢ ὁ ποῦς αὐτοῦ κοπτέσθω, ἢ εἰς μέταλλον παραδιδόσθω, ἢ ἄλλῃ οἱᾳδήποτε τιμωρίᾳ ὑποπιπτέτω.

38

pr.Ἀνάγν. καὶ τί. μή κεφ. α΄, ἐν ᾧ φησι· Δύναται τὸν ἀπόντα δοῦλον πωλεῖν ὁ δεσπότης, οὐ μὴν τὸν φυγάδα. Καλῶς δὲ ἐντέλλεταί τινι ζητῆσαι τὸν φυγάδα καὶ ἔχειν ἠγορασμένον καὶ ἑτέρῳ πωλῆσαι. Οἱ γὰρ τὴν φυγὴν τῶν ἰδίων δούλων πωλοῦντες ὑπόκεινται τῷ νόμῳ.

39

pr.Καὶ κεφ. ί, ἐν ᾧ φησι· Τὸν μὲν ἐν φυγῇ δοῦλον οὔτε πωλεῖν δύναταί τις οὔτε δωρεῖσθαι οὔτε ἀγοράζειν. ἀλλ᾽ δ ἓν ἐκ τούτων ποιήσας ὑπόκειται τῷ νόμῳ τῷ περὶ ἀνδραποδισμοῦ· ὑπεξῃρημένου συγκληρονόμου. οὗτοι γὰρ ἐν τῷ διαιρεῖσθαι τὰ ἐπίκοινα πράγματα ἀνάγκην ἔχουσι καὶ περὶ τοῦ ὄντος ἐν φυγῇ οἰκέτου συμφωνεῖν, ὥστε τοῦδε αὐτὸν εἶναι. δυνατὸν δὲ οὕτω πρᾶσιν συμφωνηθῆναι ὑπὸ αἵρεσιν τυχὸν, ὅτι ἐὰν εὑρεθῇ, πιπράσκω σοι αὐτὸν τόσων νομισμάτων.

40

pr.Ἀνάγν. καὶ τί. ς ' κεφ. ιδ, ἐν ᾧ φησιν· Ἐὰν τοῦ εἰωθότος δούλου διοικεῖν ἢ δανείζειν τὰ δεσποτικὰ χρήματα λογοποιοῦντος μετὰ τὸ ἐλευθερωθῆναι εὑρεθῇ χρήματα δαπανήσας μετὰ γυναικὸς, ἁρμόζει κατ᾿ αὐτῆς ἡ περὶ ὑποφθορᾶς δούλου ἀγωγὴ, καὶ ἡ περὶ κλοπῆς, περὶ ὧν πρὸς αὐτὴν ὁ δοῦλος ἀπηγάγετο.