IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.37

Περὶ δόλου.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ζ ' τί. ε΄ κεφ. ξδ΄, ἐν ᾧ φησιν· Ἐπὶ τοῦ δόλου τὸ διαφέρον οὐχὶ ὁ δικαστὴς ἀποτιμᾶται, ἀλλ᾽ ὁ ἔνδικος ὅρκος.

2

pr.Καὶ τί. ιέ κεφ. έ.

3

pr.Καὶ βι. ί τί. γ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐξ εὐλόγου αἰτίας, ἑτέρας οὐχ ὑπούσης ἀγωγῆς, ἡ περὶ δόλου δίδοται. Δόλος κακός ἐστι πανουργία καὶ ἀπάτη καὶ μηχανὴ πρὸς περιγραφὴν ἑτέρου γινομένη. Ἔστι καὶ καλὸς δόλος, ὁ κατὰ τῶν πολεμίων καὶ λῃστῶν.

4

pr.Ἐν δὲ τῷ ἡ κεφ. Εἰ γινώσκων ἄπορόν τινα διὰ κέρδος ἴδιον εὔπορον ἐβεβαιωσάμην, χώρα τῇ περὶ δόλου ἀγωγῇ.

5

pr.Ἐν δὲ τῷ ί κεφ. Ἐπὶ μικρᾷ ποσότητι, τουτέστι μέχρι δύο νομισμάτων, οὐ δίδοται ἡ περὶ δόλου ἀγωγή. Οὔτε παισὶν ἢ ἀπελευθέροις κατὰ πατέρων ἢ πατρώνων, διὰ τὸ ἀτιμοποιὸν αὐτὴν εἶναι· οὔτε ἰδιώτῃ κατὰ ὑπατικοῦ· οὔτε ἀκολάστῳ καὶ ἀσώτῳ ἢ ἄλλως εὐτελεῖ κατὰ εὐσχήμονος. ἐπὶ τούτων οὖν ἡ ἰμφακτοὺμα ἁρμόζει, Ἵνα ' μὴ διὰ τοῦ οἰκείου δόλου κερδάνωσιν. Οἱ δὲ κληρονόμοι τούτων ἐνάγουσι καὶ ἐνάγονται τῇ περὶ δόλου ἀγωγῇ.

6

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ὁ ἄνηβος ὡς κληρονόμος ἐνάγεται τῇ περὶ δόλου ἀγωγῇ· ἀπὸ δὲ οἰκείου φάκτου, ὅτε πλησιάζει τῇ ἥβῃ, καὶ μάλιστα εἰ γέγονεν εὐπορώτερος.

7

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ἐὰν πολλοὶ ποιήσωσι δόλον, καὶ ὁ εἷς ἀποκαταστήσῃ ἢ δῷ τὸ διαφέρον, οἱ λοιποὶ ἐλευθεροῦνται.

8

pr.Ἐν δὲ τῷ κς ' κεφ. Ἡ περὶ δόλου δίδοται κατὰ κληρονόμων εἰς τὸ περιελθὸν, τουτέστιν εἰς ὅσον ἐκ τοῦ δόλου τῇ κληρονομίᾳ περιῆλθεν.

9

pr.Ἐν δὲ τῷ κθ΄ κεφ. Καὶ ὁ τὸν δόλον ποιήσας εἰς ὅπερ ἐκέρδανε διηνεκῶς ἐνάγεται τῇ ἰμφακτούμ. Ἐπεὶ δὲ μὴ ἐστιν ἀτιμοποιὸς εἰς τὸν κληρονόμον, διηνεκῶς ἐνάγεται κατ᾿ αὐτοῦ, Καὶ χωρὶς αἰτίας διαγνώσεως.

10

pr.Ἐν δὲ τῷ λέ κεφ. Ἐὰν ὁ λαβὼν διαθήκην ἐν παρακαταθήκῃ ἀπαλείψῃ αὐτὴν ἢ ἄλλως διαφθείρῃ μετὰ θάνατον τοῦ διαθεμένου, τῷ κληρονόμῳ καὶ τοῖς λεγαταρίοις ἁρμόζει ἡ περὶ δόλου ἀγωγή.

11

pr.Ἐν δὲ τῷ μγ΄ κεφ. Ὅτι εἴσω δύο ἐνιαυτῶν ἡ περὶ δόλου ἀγωγὴ κινεῖται.

12

pr.Ἐν δὲ τῷ μς ' κεφ. Τὸν δόλον ἀπὸ ἐπιβουλῶν προφανεστάτων ἀποδείκνυσθαι χρή. οὐ δεῖ γὰρ ἀπὸ ψιλῆς οἱασδήποτε ὑπονοίας ὁρίζεσθαι τὴν περὶ δόλου.

13

pr.Ἐν δὲ τῷ μζ΄ κεφ. Ἡ προκειμένη διάταξις πάσης ἡμᾶς ἀπαλλάττουσα φιλονεικίας νομοθετεῖ· μὴ ἐξότου τὶς λέγει πεπονθέναι τὸν δόλον ἐνιαυτὸν ὁριζόμενον αὐτῷ ψηφίζεσθαι πρὸς τὸ αἰτεῖν τὴν περὶ δόλου ἀγωγὴν, ἀλλ᾽ ἐξότου γέγονεν ὁ δόλος, εἴσω δύο ἐνιαυτῶν συναπτῶν τὴν περὶ δόλου ἀγωγὴν κινεῖσθαι· εἴτε πάρεστιν ὁ τὸν δόλον ὑπομείνας, εἴτε ἄπεστι. πάντες οὖν γινωσκέτωσάν, φησιν, ὡς οὐδὲ τὴν ἀρχὴν δύναταί τις κινῆσαι τὴν περὶ δόλου ἀγωγὴν μετὰ δύο ἔτη τοῦ γενέσθαι τὸν δόλον, οὐδὲ ὁ ἀρξάμενος εἴσω τῶν δύο ἐνιαυτῶν κινεῖν δύναται μετὰ ἔτη περαιοῦν τὴν ταύτης ἀγω- γήν. πάντως οὖν καὶ ἄρχεσθαι καὶ περαιοῦσθαι τὸ περὶ δόλου δικαστήριον εἴσω δύο ἐνιαυτῶν συναπτῶν αὕτη ἡ διάταξις νομοθετεῖ.

14

pr.Ἀνάγν. καὶ βι. ια΄ τί. α΄ κεφ. ζ΄ θέμ. δ΄, ἐν ᾧ φησι· Κατὰ δόλον τὶς συμφωνεῖ, ὁσάκις ἐπὶ περιγραφῇ τινος ἄλλο τὶ πράττει καὶ ἄλλο τὶ προσποιεῖται. εἴτε δὲ κατὰ τὴν ἀρχὴν εἴτε μετὰ τὸ σύμφωνον γένηται ὁ δόλος, ἁρμόζει ἀντιπαραγραφή.

15

pr.Καὶ κεφ. ί θέμ. γ΄, ἐν ᾧ φησιν· Ἐν ἀτονίᾳ τῆς τοῦ συμφώνου παραγραφῆς ἁρμόζει ἡ τοῦ δόλου ὡς ἐπίπαν.

16

pr.Ἀνάγν. καὶ βι. να τί. δ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τὸ γενέσθαι τὶ δολερῶς ἐκ τοῦ ἀποτελέσματος καταλαμβάνεται. Γίνεται δὲ δόλος ἐν συναλλάγμασιν, ἐν διαθήκαις, ἐν νόμοις.

17

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἐξ ὧν ἁρμόζει ἡ τοῦ δόλου ἀγωγὴ, ἐκ τῶν αὐτῶν ἁρμόζει καὶ ἡ τοῦ δόλου παραγραφή. Ὁ ἀντιτιθεὶς τὴν τοῦ δόλου παραγραφὴν ὀφείλει δεῖξαι δόλον γενέσθαι παρὰ τοῦ ἐνάγοντος, ἢ ἑτέρου, οὗτινος ὁ δόλος δύναται βλάψαι τὸν ἐνάγοντα· καὶ οὐκ ἀρκεῖ τὸ λέγειν αὐτὸν ἐν τῷ πράγματι γενέσθαι δόλον. Οὐ διαφερόμεθα δὲ τίνι γέγονεν ὁ δόλος, ἀλλ᾽ ἀρκεῖ αὐτὸν ἐκ τοῦ μέρους γενέσθαι τοῦ διώκοντος.

18

pr.Ἐν δὲ τῷ ἐ κεφ. Κατὰ τῆς δόλου παραγραφῆς οὐκ ἀντιτίθεται δόλου ἀνάλυσις ἢ ἀναπλοκή. οὐ δεῖ γὰρ ἀπὸ τοῦ κοινοῦ δόλου κερδάναι μὲν τὸν ἐνάγοντα, ζημιωθῆναι δὲ τὸν ἐναγόμενον.

19

pr.Ἐν δὲ τῷ μς΄ κεφ. Ἡ τοῦ δόλου παραγραφὴ διηνεκής ἐστι, καὶ οὐχ ὡς ἐπὶ τῆς περὶ δόλου ἀγωγῆς χρόνῳ περικλείεται.