IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.36

Περὶ διοικητῶν, καὶ ὅτι ὁ διοικητὴς τῶν ὄντων παρ᾿ αὐτῷ χρημάτων τόκους δίδωσιν ἀπὸ ὑπερθέσεως, καὶ οὓς ἔλαβε δανείσας, κἂν μὴ ἐνετάλθη δανεῖσαι. (ἐστὶ δὲ διοικητὴς ὁ ἐνταλθεὶς διοικεῖν τὰ τοῦ ἀπόντος πράγματα, καὶ ἐν· άγων καὶ ἐναγόμενος ὑπὲρ τῶν τοῦ ἀπόντος πραγμάτων, ὧν τὴν διοίκησιν ποιεῖται. λέγεται δὲ ὁ τοιοῦτος καὶ διεκδικητὴς καὶ ἐντολεὺς καὶ συνήγορος.)

Abrir no leitor do IusCommune →

1

pr.Ανάγν. βι. ή΄ τί. β΄ ', οὗτινος ἐν τῷ λς ' κεφ. Ὅτι, ὅτε διὰ ἐντολέως ἤτοι διοικητοῦ κινεῖται καταστατικὸν δικαστήριον, εἴτε ἐνάγει εἴτε ἐνάγεται, δίδωσι τὴν ἱκανοδοσίαν.

2

pr.Ἐν δὲ τῷ λη ' κεφ. Μετὰ προκάταρξιν οὐκ ἀπαιτεῖται τὴν ἱκανοδοσίαν ὁ διοικητής.

3

pr.Ἐν δὲ τῷ μα κεφ. Ἐπὶ τῶν δημοσίων ἀγωγῶν οὐ δίδοται διοικητής, εἰ μὴ ἐπὶ τῆς τυμβωρυχίας, καὶ ὅτε τὶς κινεῖ τὸ περὶ βίας δημοσίας ζημιούμενος ἰδιωτικῶς. Καὶ ἡ ἀπὸ τοῦ νόμου περὶ ὕβρεως κινεῖται διὰ διοικητοῦ.

4

pr.Καὶ ὁ κωφὸς καὶ ὁ ἄλαλος κατὰ τὸν ἐνδεχόμενον τρόπον διδοῦσι διοικητὴν ἤτοι συνήγορον.

5

pr.Ἐν δὲ τῷ νβ΄ κεφ. φησίν· Ἔξεστι τῷ ἐναγομένῳ μετὰ προκάταρξιν δοῦναι διοικητὴν, καὶ δοῦναι ὑπὲρ αὐτοῦ τὴν ἀσφάλειαν τῆς ἐκπληρώσεως τῶν κριθέντων.

6

pr.Ἐν δὲ τῷ νγ ' κεφ. Οὐδεὶς ἀλλοτρίαν δίκην χωρὶς ἱκανοδοσίας διεκδικεῖν θέλων ἀξιόχρεώς ἐστιν.

7

pr.Ἐν δὲ τῷ φς ' κεφ. Μετὰ τὴν προκάταρξιν τοῦ δεσπότου τῆς δίκης τελευτήσαντος ὁ διοικητὴς, κἂν ἐνάγων ἐστὶ κἂν ἐναγόμενος, πληρούτω τὴν δίκην, καὶ διδότω ἕτερον αὐτὸς, εἰ βούλεται, ἐντολέα.

8

pr.Ἀνάγν. καὶ βι. ιζ ' τί. α΄, οὗτινος ἐν τῷ α κεφ. φησί· Τὸ παρὸν ἔδικτον ἐπενοήθη, ἵνα μὴ τῶν ἀπόντων ὡς ἀδιεκδικήτων τὰ πράγματα νέμωνται ἢ πιπράσκωνται, ἢ ποινὴ βεβαιοῦται κατ᾿ αὐτῶν, ἢ τὰ πράγματα αὐτῶν ἀδίκως ἀπολλύωσιν.

9

pr.Ἐν δὲ τῷ β΄ κεφ. Εἰ καὶ ἀγνοοῦντος τοῦ δεσπότου τὰ πράγματα αὐτοῦ διῴκησέ τις, ἑκατέρωθεν ἁρμόζει ἡ ἀγωγή. καὶ ὁ μὲν διοικήσας χρησίμως ἀπαιτεῖ, ὅσα ἐδαπάνησεν ἢ μέλλει τισὶ διδόναι. δίδωσι δὲ ὅσα ἐκ τῶν πραγμάτων ἔσχεν, ἢ μὴ κατὰ τὸ δέον διῴκησεν.

10

pr.Ἐν δὲ τῷ ἡ κεφ. Τὸ χρησίμως διοικηθὲν ἀναγκάζεται δεκτὸν ἡγεῖσθαι ὁ δεσπότης. καὶ ὅπερ δεκτὸν ἡγήσεται, ἔρ ῥωται, κἂν κακῶς διῳκήθη.

11

pr.Ἐν δὲ τῷ θ ' κεφ. Ἐὰν χρησίμως διοικήσω, κἂν ἀποτέλεσμα χρηστὸν οὐκ ἔσχε τὸ γεγονὸς, ἔχω τὴν περὶ διοικήσεως ἀγωγήν. τυχὸν γὰρ δοῦλος ἐπιμεληθεὶς ἀπέθανεν, ἢ οἶκος ἀνανεωθεὶς ἐκαύθη.

12

pr.Ἐν δὲ τῷ ί κεφ. Ὁ τὰ τοῦ ἀπόντος καὶ ἀγνοοῦντος διοικῶν δόλον καὶ ἀμέλειαν χρεωστεῖ. ἔσθ᾽ ὅτε δὲ καὶ τὸν τυχηρὸν ἐπιγινώσκειν ἀναγκάζεται κίνδυνον.

13

pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Καὶ τόκους, οὓς ἔλαβεν ἢ λαβεῖν ὁ διοικητὴς ἠδύνατο, δίδωσι, καὶ λαμβάνει οὓς δέδωκεν ἢ οὓς ἠδύνατο λαβεῖν ὑπὲρ ὧν αὐτὸς οἴκοθεν ἐδαπάνησεν.

14

pr.Ἐν δὲ τῷ κβ ' κεφ. Απαιτήσας τὸ μὴ κεχρεωστημένον ὁ διοικητὴς τῷ δεσπότῃ δίδωσιν. αὐτὸς δὲ διδοὺς τὸ μὴ κεχρεωστημένον ζημιοῦται.

15

pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Ὁ πλέον τοῦ δέοντος δαπανήσας τὸ δεδοκιμασμένον λαμβάνει.

16

pr.Ἐν δὲ τῷ λ ' κεφ. θέμ. ε΄. Ὁ διοικητὴς τῶν περιττευόντων χρημάτων μετὰ τὴν ἀναγκαίαν δαπάνην δίδωσι τόκον.

17

pr.Ἐν δὲ τῷ λέ κεφ. Ὁ χειρίζων τινὸς χρήματα καὶ τόκους δίδωσι καὶ τὸν κίνδυνον ὑπέχει ὧν ἐδάνεισεν, εἰ μὴ οἱ δανεισάμενοι τυχηρῶς ἠπόρησαν πρὸ τῆς προκατάρξεως.

18

pr.Ἐν δὲ τῷ λς ' κεφ. Ὁ πατὴρ διοικῶν, ἅπερ ἐδωρήσατο τῷ αὐτεξουσίῳ υἱῷ, ἐνέχεται τῇ περὶ διοικήσεως ἀγωγῇ.

19

pr.Ἀνάγν. καὶ τί. β΄, ἐν ᾧ φησι περὶ τῶν χρησίμως παρ᾿ αὐτῶν δαπανηθέντων· περὶ ὧν προείρηται ἐν τῷ περὶ δαπανῶν τίτλῳ.