JGR V 5.16
Περὶ τῶν ἐλευθερουμένων ἐξ αἰτιῶν εὐλόγων, καὶ τῶν λαμβανόντων τὴν ἐλευθερίαν ὡς ἀντιμισθίαν καὶ ἔπαθλον.
Abrir no leitor do IusCommune →1
pr.Ανάγν. βι. μη τί. β΄ κεφ. ζ΄, ἐν ᾧ φησι· Τὸ ῥύσασθαι δεσπότην θανάτου ἢ ἀτιμίας αἰτία ἐλευθερίας ἐστί.
2
pr.Καὶ κεφ. ιδ ' θέμ. β΄· Τὸ ἐκ πολεμίων ἢ λῃστῶν ἢ νόσου ἢ ἐπιβουλῆς σῶσαι δεσπότην εὔλογος αἰτία ἐστίν.
3
pr.Ἀνάγν. καὶ τί. ς ' κεφ. β΄, ἐν ᾧ φησιν· Ὁ ἀπρονόητος ἐλευθεροῦται.
4
pr.Καὶ κεφ. δ΄, ἐν ᾧ φησιν· Ὁ τὸν θάνατον ἐλέγξας τοῦ δεσπότου, καὶ διὰ τοῦτο ἐλευθερωθεὶς, ὅρκινός· ἐστιν ἀπελεύθερος.
5
pr.Ἀνάγν. καὶ τί. ιη΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ δοῦλος καταμηνύσας τὴν σφαγὴν τοῦ δεσπότου ἐλεύθερος γίνεται, ὡς ἀντὶ ἐπάθλων τῆς μηνύσεως παρεχομένης αὐτῷ τῆς ἐλευθερίας, τοῦ ἄρχοντος ἀποφαινομένου ἐλεύθερον αὐτὸν εἶναι.
6
pr.Ἐν δὲ τῷ β΄ κεφ. Οἱ δοῦλοι οἱ τοὺς τὴν πλαστὴν μονήταν ποιοῦντας ἀπελέγχοντες ἐλεύθεροι γίνονται.
7
pr.Ἐν δὲ τῷ γ ' κεφ. Ἐὰν δοῦλος ἁρπαγὴν παρθένου καταμηνύσῃ, ἐλεύθερος γινέσθω, ἢ ἐὰν τὴν ἤδη συγχωρηθεῖσαν ἀπελέγξῃ.
8
pr.Καὶὶ ὁ τὸν λειποτακτήσαντα στρατιώτην καταμηνύων ἐλευθεροῦται.
9
pr.Ἀνάγν. καὶ τί. ιθ ' κεφ. β΄, ἐν ᾧ φησιν· Ἐάν τις δούλην σχῇ ἐν τῇ ἰδίᾳ συναφείᾳ, μὴ ἔχων γαμετὴν, καὶ μείνῃ μετ᾿ αὐτῆς μέχρι τελευτῆς, εἴτε ἔχων παῖδας ἐξ αὐτῆς εἴτε μὴ, καὶ μηδὲν εἴπῃ περὶ αὐτῆς ἐν τῇ διαθήκῃ, γίνεται ἐκείνη ἐλευθέρα.
10
pr.Ἀνάγν. καὶ τί. κδ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐάν τις διατρίψῃ ἐν ἐλευθερίᾳ κ ' ἐνιαυτοὺς ἢ πλεῖον, οὐκέτι δύναται περὶ τύχης ὀχλεῖσθαι. ἐὰν δὲ ἐν φυγῇ ὢν διήγαγεν ἐπὶ κ ' ἐνιαυτοὺς ὡς ἐλεύθερος, οὐδὲν πρόκριμα ἔπαθεν ἡ δουλεία αὐτοῦ.
11
pr.Ἀνάγν. καὶ βι. ιθ ' τί. ιζ ' [κεφ. α΄ καὶ β΄ καὶ βι. ξ΄ τί. λζ΄] κεφ. ξζ΄ θέμ. γ΄, ἐν ᾧ φησιν· Ὅτι καὶ ὁ [τὴν] παρὰ τοῦ ἰδίου δούλου μοιχευομένην ἀπελέγξας ἐλευθεροῦται μετὰ τῶν παίδων αὐτοῦ.