JGR V 5.15
Περὶ ἐλευθερούντων τε καὶ ἐλευθερουμένων, καὶ τίνες δύνανται ἐλευθεροῦν ἢ ἐλευθεροῦσθαι, καὶ τίνες κωλύονται· καὶ περὶ ἐλευθεριῶν φιδεϊκομισσαρίων τε καὶ ὀρθῶν, καὶ ὑπὸ αἵρεσιν καὶ ἡμέραν καὶ αἰτίαν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. μη [τί. α΄], οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ἐπιβὰς τῆς τελευταίας ἡμέρας τοῦ κ΄ ἐνιαυτοῦ καλῶς ἐλευθεροῖ.
2
pr.Ἐν δὲ τῷ γ ' κεφ. Ὃν ἠνεχύρασα δοῦλον οὐ καλῶς ἐλευθερῶ.
3
pr.Ἐν δὲ τῷ δ ' κεφ. Ὁ ἰδίοις νούμμοις ἀγορασθεὶς ἐλευθερούσθω, εἴ [τε] αὐτὸς ὑπὲρ ἑαυτοῦ δέδωκεν ὁθενδήποτε, εἴτε ἄλλος ὑπὲρ αὐτοῦ δώσει ἢ ἐπερωτηθῇ. ἀρκεῖ γὰρ τὸ τὸν ἀγοραστὴν μὴ δοῦναι.
4
pr.Ἐν δὲ τῷ ις ' κεφ. Συναινέσει τοῦ πατρὸς καὶ ἥττων τῶν κ ' ἐνιαυτῶν καλῶς ἐλευθεροῖ, καὶ ποιεῖ ἀπελεύθερον τῷ πατρί.
5
pr.Ἐν δὲ τῷ κγ ' κεφ. Τὸν προικιμαῖον δοῦλον καὶ συνεστῶτος τοῦ γάμου καλῶς ἐλευθεροῖ ὁ ἀνὴρ, εἰ μὴ ἄπορος ᾖ, κἂν δανειστὰς μὴ ἔχει.
6
pr.Ἐν δὲ τῷ β΄ τί. κεφ. δ΄. Ὁ ἥττων τῶν κ΄ ἐτῶν οὔτε ἐπίκοινον δοῦλον δύναται ἄνευ αἰτίας εὐλόγου ἐν ζωῇ ἐλευθεροῦν.
7
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ὁ ἥττων τῶν κ ' ἐτῶν ἐν ζωῇ ἐλευθερῶν εὔλογον αἰτίαν δεικνύτω, οἷον υἱὸν ἢ θυγατέρα ἐλευθερῶν, ἢ ἀδελφὸν ἢ ἀδελφὴν ἢ ἄλλον συγγενῆ.
8
pr.Ἐν δὲ τῷ ιή κεφ. Ὕπατος κἂν ἥττων ᾖ τῶν κ΄ ἐτῶν, ἐλευθεροῖ παρ᾽ ἑαυτῷ.
9
pr.Ἐν δὲ τῷ γ ' τί. κεφ. κς΄· Κἂν μερικῶς κληρονομηθῇ κλῆρος, ἁρμόζει ἡ ἐλευθερία, εἰπερ ἐξ αὐτοῦ τοῦ βαθμοῦ, ἐξ οὗ χωρὶς αἱρέσεως κατελείφθη, γέγονεν ἡ ὑπεισέλευσις.
10
pr.Ἐν δὲ τῷ νζ ' κεφ. Ὁ ὀρθὴν ἐλευθερίαν λαβών, κἂν ὑφείλετό τινα μετὰ τελευτὴν τοῦ δεσπότου, ἐλεύθερος γίνεται. ἐνάγεται δὲ περὶ ὧν ὑφείλετο.
11
pr.Ἐν δὲ τῷ ξβ΄ κεφ. Οἱ παῖδες τοῦ ἐλευθερωθέντος ἐν διαθήκῃ οὐ καλῶς ἐνάγονται περὶ τῶν λόγων οἷς ἐχείρισεν ὁ πατὴρ αὐτῶν ἔτι δοῦλος ὢν, ἐὰν μὴ ἐπὶ τοιούτῳ ὅρῳ ἠλευθερώθη ἐπὶ τῷ παρασχεῖν τοὺς λόγους.
12
pr.Ἐν δὲ τῷ ξέ κεφ. Ἐὰν μήτηρ τινὸς κελεύσῃ δοῦλον μὴ ἐλευθερωθῆναι, οὐκ ὀφείλει ἐκεῖνος ἐλευθερῶσαι αὐτὸν, ἵνα μὴ δόξῃ τὴν εὐσέβειαν τὴν τῇ μητρὶ κεχρεωστημένην παραβαίνειν.
13
pr.Ἐν δὲ τῷ ξζ ' κεφ. Ἐὰν διαθήκη ἀνυπόστατος γένηται, οὐ λέγομεν ἰσχύειν οὐδὲ τὰς ἐν αὐτῇ ἐλευθερίας, εἰ μὴ ἄρα γέγραπται, ὥστε καὶ ἀντὶ κωδικέλλων αὐτὴν ἰσχύειν.
14
pr.Ἐν δὲ τῷ δ΄ τί. κεφ. κ· Τὸ εἰπεῖν, πέτρον ἄλλου δουλείας μὴ πειρασθῆναι, φιδεϊκομισσαρίαὰ ἐστὶν ἐλευθερία μετὰ θάνατον τοῦ κληρονόμου.
15
pr.Ἐν δὲ τῷ κγ ' κεφ. Ἡ ἐλευθερία προκαλύμματι τοῦ κλαπῆναι κληρονομιαῖα ἢ λογισμοὺς μὴ δοθῆναι οὐχ ὑπερτίθεται.
16
pr.Ἐν δὲ τῷ κέ κεφ. Τὸ λεγατευθέν σοι ἐφ᾽ ᾧ ἐλευθε– ρῶσαι δοῦλόν σου ἐπιγνοὺς ἀναγκάζῃ ἐλευθερῶσαι, κἂν ἦττόν ἐστι. Τὸ αὐτὸ καὶ ἐπὶ κληρονόμου. εἰ δὲ ἀλλότριός ἐστιν ὁ δοῦλος, καὶ ἢ τὸ λεγάτον ηὐξύνθη᾽ ἀπὸ τόκων ἢ ἄλλης αἰτίας, ἢ ἡ τιμὴ τοῦ δούλου ἠλαττώθη, δεῖ σε ἀγοράσαι καὶ ἐλευθερῶσαι.
17
pr.Ἐν δὲ τῷ κή κεφ. θέμ. ζ΄. Καὶ ἀπὸ ἀχρήστων κωδικέλλων δίδοται ἐλευθερία, ἐὰν ὁ κληρονόμος παράσχῃ τινὰ τῶν ἐν αὐτοῖς ἐμφερομένων.
18
pr.Ἐν δὲ τῷ λ ' κεφ. Οὐκ ἀναγκάζεταί τις πωλῆσαι τὸν δοῦλον αὑτοῦ, ὃν ἠξίωσεν ἄλλος τελευτῶν ἐλευθερωθῆναι, κἂν πλείονα τῆς ἀξίας τιμὴν ζητῇ. εἰ δὲ ὁ κληρονόμος ἄμε τρον λέγει τὴν τιμὴν, δεῖ τὸν ἄρχοντα τοῦτο σκοπεῖν.
19
pr.Ἐν δὲ τῷ λγ κεφ. Ὁ δεξάμενος κλῆρον ἢ λεγάτον ἀναγκάζεται ὃν ἐκελεύσθη ἴδιον δοῦλον ἐλευθερῶσαι, κἂν χρειώδης ἐστὶν ἢ ἄξιος τιμωρίας.
20
pr.Ἐν δὲ τῷ λς ' κεφ. Ἐν ἀτελεῖ διαθήκῃ ἐλευθερίαν καὶ λεγάτα τῇ θρεπτῇ μου κατέλειψα. εἰ ἐξ ἀδιαθέτου πραχθείη τὰ ἐν τῇ διαθήκῃ, καὶ ταῦτα ἁρμόζουσιν.
21
pr.Ἐν δὲ τῷ μα κεφ. Εἰ δήσω τὸν δοῦλον ᾧ κατέλιπον ἐλευθερίαν, οὐ δοθήσεται αὐτῷ.
22
pr.Ἐν δὲ τῷ μθ ' κεφ. Εἰ λεγατεύσω σοι χρυσίον ἐφ᾽ ᾧ ἀγοράσαι πέτρον καὶ ἐλευθερῶσαι, εἰ μὴ πιπράσκεται, αὐτὸς κερδαίνεις τὸ λεγάτον.
23
pr.Ἐν δὲ τῷ ἐ τί. κεφ. γ ' θέμ. ζ. Εἰ κλέψας πράγματα συναγάγῃ νούμμους καὶ δώσει, ἐλευθεροῦται· οὐ μὴν εἴγε αὐτοὺς τοὺς νούμμους κλέψει καὶ δώσει. οὐ γὰρ δίδωσιν, ἀλλ᾽ ἀποδίδωσιν. εἰ καὶ δι᾽ ἄλλου ἔκλεψε καὶ δώσει, οὐκ ἐλευθεροῦται· ἀφαιρεῖται γὰρ τὰ δοθέντα.
24
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Εἰ τὸν ὑπὸ αἵρεσιν ἐλευθερωθῆναι κελευσθέντα αὐτῷ δουλεῦσαι πωλήσει ὁ κληρονόμος καὶ παραδώσει, παραχρῆμα ἐλευθεροῦται.
25
pr.Ἐν δὲ τῷ δ ' κεφ. θέμ. ε· Εἰ κελευσθῇ τις ἐνιαυτὸν δουλεῦσαι, συναπτός ἐστι τξε΄ ἡμερῶν, κἂν ἔν τισιν ἡμέραις ἀῤῥωστήσῃ ἢ ἐμποδισθῇ δουλεῦσαι, ἐλευθεροῦται μετὰ ἐνιαυτόν. Καὶ ὁ κατὰ μέρος δὲ δοὺς ἃ ἐκελεύσθη δοῦναι, ἐλευθεροῦται.
26
pr.Ἐν δὲ τῷ ε΄ κεφ. θέμ. β '· Ὁ κελευσθεὶς ἐπὶ ἐνιαυτὸν δουλεῦσαι, εἰ φύγοι μεταξὺ ἢ δικάσεται ὡς ἐλεύθερος, οὐ τρέχει αὐτῷ ὁ καιρὸς ἐκεῖνος.
27
pr.Ἐν δὲ τῷ ιη ' κεφ. Ὁ κωλυθεὶς· ἀπὸ τοῦ κληρονόμου πληρῶσαι τὴν αἵρεσιν ἐλευθεροῦται.
28
pr.Ἐν δὲ τῷ κβ ' κεφ. Πιπράσκεσθαι μὲν ὁ ὑπὸ αἵρεσιν ἐλευθερωθῆναι ὁρισθεὶς δύναται, οὐκ ἐπὶ χείρονι δὲ αἱρέσει, οἷον ἵνα ἐν τῷδε τῷ τόπῳ μὴ δουλεύσῃ, ἢ μηδέποτε ἐλευθερωθῇ.
29
pr.Ἐν δὲ τῷ κε΄ κεφ. [θέμ. γ΄]· Οἱ ὑπὸ αἵρεσιν ἐλευθερωθῆναι ὁρισθέντες καὶ πταίοντες καὶ συναλλάττοντες καὶ ἐν τοῖς ἄλλοις ἐγκλήμασι τὰ αὐτὰ τοῖς ἄλλοις δούλοις ὑφίστανται.
30
pr.Ἐν δὲ τῷ ζ ' τί. κεφ. ιε· Ὁ περὶ καθοσιώσεως ἐγκαλούμενος, ἀφ᾽ οὗ σχῇ γνώμην τοῦ ἁμαρτήματος, οὐ δύναται ἐλευθεροῦν.
31
pr.Ἐν δὲ τῷ η΄ τί. κεφ. κθ΄· Οὔτε ὑφαιρεῖσθαι δεῖ κληρονομιαῖα τὸν ἐλευθερίᾳ τιμηθέντα, οὔτε ὑπερτίθεσθαι τὴν ἐλευθερίαν διὰ τὴν κλοπήν.
32
pr.Ἐν δὲ τῷ θ΄ καὶ ι τί. περὶ τῶν εἰς ἐλευθερίαν ἢ εἰς εὐγένειαν ἀναφωνούντων διαλαμβάνεται, καὶ προείρηται περὶ αὐτοῦ.
33
pr.Ἐν δὲ τῷ ια΄ τί. κεφ. γ ' φησίν· Εἰ ὁ πατὴρ ἢ ἡ μήτηρ μου πρὸ πέντε ἐτῶν ἐτελεύτησαν μὴ ἐναχθέντες περὶ τύχης, οὐδὲ ἐγὼ ἐνάγομαι.
34
pr.Ἐν δὲ τῷ ιβ΄ τί. διαλαμβάνει περὶ δούλου κατὰ συμπαιγνίαν τοῦ δεσπότου ἐλευθέρου κριθέντος.
35
pr.Ἐν δὲ τῷ ιγ ' τί. κεφ. α΄· Ἐάν τις λεγατευθῇ τινι ἐν κωδικέλλοις καὶ ἐλευθερωθῇ παρ᾽ αὐτοῦ, μετὰ ταῦτα δὲ πλαστοὶ φανῶσιν οἱ κωδίκελλοι, ἡ μὲν ἐλευθερία ἡ ἅπαξ δοθεῖσα ' αὐτῷ οὐκ ἀνατρέπεται, δύναται δὲ ὁ κληρονόμος ἀπαιτῆσαι αὐτὸν τὰ τοῦ τιμήματος αὐτοῦ εἴκοσι νομίσματα.
36
pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἐὰν ὑπὸ αἵρεσιν καταλειφθῇ ἡ ἐλευθερία γυναικὶ, καὶ τέκῃ ἐκείνη τῆς αἱρέσεως ἠρτημένης, δοῦλος γεννᾶται· ἐὰν δὲ μετὰ ὑπέρθεσιν γεννήσῃ, ἐλευθέρους τίκτει.
37
pr.Ὁ καταλειφθείς τινι καὶ παρ᾽ αὐτοῦ ἐλευθερωθῆναι ὁρισθεὶς κατὰ φιδεϊκόμισσον, ἐλευθερωθεὶς τοῦ ἐλευθερώσαντος γίνεται ἀπελεύθερος.
38
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Εάν τις τελευτῶν ἀξιώσῃ τὸν κληρονόμον ἕνα ἐκ τῶν παίδων τῆσδε τῆς δούλης ἐλευθερῶσαι, ὃν ἐὰν ἐπιλέξηται ἐκεῖνος, καὶ τελευτήσῃ μηδένα ἐπιλεξάμενος, πάντες ἅμα γίνονται ἐλεύθεροι.
39
pr.Ἐν δὲ τῷ ιδ τί. κεφ. α΄· Οἱ ὁπωσδήποτε νομίμως ἐλευθερούμενοι ῥωμαῖοι νοοῦνται.
40
pr.Ἐν δὲ τῷ ιε τί. κεφ. γ '. Ἡ γενικὴ ὑποθήκη οὐκ ἐμποδίζει. οὐ δύναται δέ τις τὸν ἰδικῶς ὑποτεθέντα δοῦλον ἐλευθερῶσαι.
41
pr.Ἐν ' δὲ τῷ ις ' τί. κεφ. ε΄· Ὁ δωρησάμενος ἀνδράποδον οὐκέτι δύναται αὐτὸ ἐλευθερῶσαι.
42
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ἐὰν ὁ μὴ ὢν δεσπότης τὸν ἀλλότριον δοῦλον ἐλευθερώσῃ παρὰ τῷ ἄρχοντι, δύναται ὁ δεσπότης ἀνατρέψαι τὴν ἐλευθερίαν αὐτοῦ, μηδὲν ζημιουμένου τοῦ ἐλευθερώσαντος. ἐὰν δὲ ἐπὶ τοῦ βασιλέως αὐτὸν ἐλευθερώσῃ, τότε ἐκεῖνος μὲν ἕλκει τὸν οἰκέτην εἰς δουλείαν, ἀναγκάζεται δὲ οὗτος παρασχεῖν ἑτέρους δύο οἰκέτας τῷ ἐλευθερωθέντι ὁμοίους κατὰ ἡλικίαν καὶ κατὰ φύσιν καὶ κατὰ τρόπον καὶ κατὰ τέχνην, καὶ ἄλλους τρεῖς πάλιν ὁμοίους τῷ δημοσίῳ.
43
pr.Ἐν δὲ τῷ κ ' τί. κεφ. κ΄ φησίν· Ἐὰν ἅπαξ ὁ δεσπότης ἐλευθερώσῃ τὸν δοῦλον, οὐκέτι δύναται τὴν ἐλευθερίαν αὐτοῦ ἀνατρέψαι.
44
pr.Ἐν δὲ τῷ κς ' τί. κεφ. β΄· Θεσπίζομεν ἄδειαν εἶναι τοῖς νέοις ἐν αὐτῷ τῷ καιρῷ, ἐν ᾧπερ ἔξεστιν αὐτοῖς διατίθεσθαι περὶ τῆς ἄλλης αὐτῶν περιουσίας, καὶ τοὺς ἰδίους οἰκέτας τελευταίαις βουλήσεσιν ἐλευθεροῦν, μηδένα τούτοις ἐμποδισμὸν τῆς ἡλικίας ποιούσης, ἀλλὰ σχολάζοντος τοῦ νόμου τοῦ πρῴην κωλύοντος.