JGR V 5.14
Περὶ ἐλευθεριῶνα, καὶ ὅτι κατὰ ἐλευθερίας οὐκ ἐστιν ἀποκατάστασις, εἰ μὴ κελεύσει βασιλέως ἀπὸ μεγάλης αἰτίας, ἁρμόζει δὲ ἡ περὶ δόλου ἀγωγή.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ι ' τί. δ΄ κεφ. ι θέμ. β΄, ἐν ᾧ φησι· Κατὰ ἐλευθερίας οὔκ ἐστιν ἀποκατάστασις, Εἰ μὴ κελεύσει βασιλέως ἀπὸ μεγάλης αἰτίας. Ἁρμόζει οὖν ἡ περὶ δόλου ἀγωγή.
2
pr.Ἀνάγν. καὶ τί. ιγ ' κεφ. δ΄, ἐν ᾧ φησι· Παλαιὸν νόμιμον ἡ διάταξις λέγει, ὅτι τὴν ἐξενεχθεῖσαν ὑπὲρ ἐλευθερίας ἀπόφασιν οὐδὲ τὸ προνόμιον τῆς ἐλάττονος ἡλικίας δύναται ἀνατρέψαι.
3
pr.Ἀνάγν. καὶ βι. ιζ ' τί. α΄ κεφ. μβ΄ θέμ. γ΄. ἀνάγν. καὶ τί. β΄ κεφ. κα καὶ βι. ιη΄ τί. ἐ κεφ. μγ ', ἐν ᾧ φησι· Τῷ ἐλευθερουμένῳ ἕπεται τὸ πεκούλιον, εἰ μὴ ἀφαιρεθῇ. ἐνάγειν δὲ τοῖς χρεώσταις οὐ δύναται, εἰ μὴ ἐνταλθῇ τὰς κατ᾿ αὐτῶν ἀγωγάς.
4
pr.Ἀνάγν. καὶ βι. λέ τί. ιγ΄ κεφ. λθ΄, ἐν ᾧ φησιν· Ἡ διάταξις λέγει, ὅτι αὐτῷ τῷ γραφῆναι κληρονόμος ὁ δοῦλος, εἰ καὶ μὴ προσετέθη αὐτῷ ἡ ἐλευθερία, σιωπηρῶς αὐτὴν ἔχει.
5
pr.Καὶ κεφ. μ ', ἐν ᾧ φησι· Διατιθέμενός τις ἄνηβον ἑαυτοῦ υἱὸν κληρονόμον ἔγραψε, καὶ δοῦλον ἴδιον ἐλεγάτευσε· τὸν δὲ αὐτὸν δοῦλον ὑποκατέστησε δίχα ἐλευθερίας τῷ υἱῷ. λέγει οὖν ἡ διάταξις, ὅτι οὗτος γραφεὶς ἐν τῇ ὑποκαταστάσει κληρονόμος καὶ τὴν ἐλευθερίαν ἔδοξεν εἰληφέναι, καὶ διὰ τοῦτο ὡς ἐλπίζων αἱρετικὴν ἐλευθερίαν ὑπὸ αἵρεσιν τὴν, ἐὰν ἄνηβος ὁ ὀρφανὸς τελευτήσῃ, οὐ δίδοται τῷ λεγαταρίῳ, ἀλλὰ περιμένομεν. καὶ εἰ μὲν ἡβήσει ὁ ἄνηβος καὶ ἀσθενήσει ἡ ὑποκατάστασις, τότε παρέχομεν αὐτὸν τῷ λεγαταρίῳ· ἐὰν δὲ ὁ ἄνηβος τελευτήσει, γίνεται ἐκ τῆς ὑποκαταστάσεως ἐλεύθερος καὶ κληρονόμος. ὅτε γὰρ ὁ δοῦλος ἐλευθερωθεὶς ἐν τῇ ἐνστάσει σὺν ἐλευθερίᾳ ὑποκατεστάθη τῷ ἀνήβῳ, ἀεὶ δοκεῖ σὺν ἐλευθερίᾳ γράφεσθαι κληρονόμος. καὶ κεφ. μα΄δ.