JGR V 5.17
Περὶ ἐλευθέρων πραθέντων, ἢ δουλαγωγουμένων, ἢ βίᾳ κατεχομένων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ζ΄ τί. ε΄ κεφ. οθ΄, ἐν ᾧ φησιν· Ὁ ἐν εἰδήσει πιπράσκων τὸν ἐλεύθερον τῷ τῶν ἀνδραποδιστῶν ἐγκλήματι ὑποπίπτει.
2
pr.Ἀνάγν. βι. κβ΄ τί. α΄ κεφ. ιη΄, ἐν ᾧ φησιν· Ὁ βίᾳ τὸν ἐλεύθερον συλλαβόμενος· καὶ δήσας, οὔκ ἐστι νομεύς.
3
pr.Ἀνάγν. καὶ βι. μη΄ τί. η΄ κεφ. ιδ ' καὶ κή΄. ἀνάγν. καὶ τί. κ΄, οὗτινος ἐν τῷ ιβ΄ κεφ. φησίν· Ἐάν τις τὸν ἐλεύθερον ἀγοράσῃ, οὐ κτᾶται αὐτὸν δοῦλον.
4
pr.Ἀνάγν. καὶ τί. κβ΄, οὗτινος ἐν τῷ ἐ΄ κεφ. φησίν· Ὁ δουλαγωγούμενος καὶ λέγων τινὰ χρεωστεῖσθαι, ὀφείλει πρότερον ἀποδεῖξαι τὰ περὶ τῆς τύχης τῆς ἰδίας, καὶ μετὰ ταῦτα περὶ τῶν κεχρεωστημένων αὐτῷ ἐνάγειν.
5
pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. μζ ' καὶ τί. μη΄ κεφ. ιη, ἐν ᾧ φησιν· Ὁ τὸν ἐλεύθερον ἐν εἰδήσει μὴ βουλόμενον πιπράσκων ἀνδραποδιστής ἐστι. καὶ εἰ μὲν δοῦλός ἐστιν ἢ ἀπελεύθερος, τυπτόμενος καὶ κουρευόμενος χειροκοπείσθω. [εἰ δὲ ἐλεύθερός ἐστι, χειροκοπείσθω μόνον. ὁμοίως χειροκοπείσθω] καὶ ὁ τὸν ἐλεύθερον εἰδὼς ἀγοράσας ἢ δωρησάμενος ἢ εἰς προῖκα δοὺς ἢ καταλλάξας.