JGR V 16.8
Περὶ παραχαρακτῶν καὶ παραψαλιστῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ΄ τί. μα κεφ. η΄, ἐν ᾧ φησιν· Οἱ τὰ νομίσματα ξέοντες ἢ περικόπτοντες ἢ χαράσσοντες χειροκοπείσθωσαν.
2
pr.Ὑπόκειται τῷ νόμῳ καὶ ὁ προσμίξας ἐπίψογόν τι τῷ χρυσῷ ἢ νόθους ἀργυροῦς νούμμους ποιήσας. Καὶ ὁ δυνάμενος τοῦτο κωλύσαι καὶ μὴ κωλύσας. Καὶ ὁ κατὰ δόλον κασσιτερίνους ἢ μολιβδίνους νούμμους πωλῶν ἢ ἀγοράζων.
3
pr.Ἀνάγν. καὶ τί. ξ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ πλαστὴν μονίταν ποιῶν μετὰ τῶν ὑπουργησάντων αὐτῷ χειροκοπείσθω. ὁ δὲ δεσπότης τοῦ ἀγροῦ ἢ τοῦ οἴκου, ἐν ᾧ ταῦτα γέγονεν, εἰ φανείη συνειδὼς τῷ γενομένῳ, περιορισμῷ καὶ δημεύσει τῆς ὅλης αὐτοῦ περιουσίας ὑποβληθήτω· εἰ δὲ ἀγνοοῦντος αὐτοῦ τοῦτο γέγονεν, ἡ οἰκία ἤτοι ὁ ἀγρὸς δημευέσθω. ὁ δὲ τοῦ ἀγροῦ διοικητὴς εἴτε γεωργὸς εἴτε δοῦλος εἴτε ἔνοικος εἴτε πάροικος ὑπερητήσας τῷ ἁμαρτήματι μετὰ τοῦ ἁμαρτήσαντος χειροκοπείσθω. εἰ δὲ ὁ δεσπότης ἐξ ἀρχῆς ἀγνοῶν, μετὰ ταῦτα δὲ μαθὼν κατεμήνυσεν, αὐτὸς μὲν οὐ ζημιωθήσεται, ὁ δὲ τοῦ πράγματος αὐτουργὸς μετὰ τῶν ὑπηρετῶν χειροκοπείσθω.
4
pr.Οὐδένα χρὴ παρὰ βασιλέως ἐξαιτεῖν ἐπὶ τῷ ἐκτυποῦν νούμμους· καὶ ὁ τούτου τετυχηκὼς οὐ μόνον τὸν καρπὸν τῆς ἰδίας αἰτήσεως ἀπολλυέτω, ἀλλὰ καὶ τὴν τιμωρίαν, ἧς ἄξιος νομίζεται, ὑποδεχέσθω ὡς παραχαράκτης.